Τρίτη 30 Απριλίου 2013

Ικεσία ιβ΄

Κάθισα στα χαλάσματα,
κατάκατσε ο κουρνιαχτός
και στέγνωσε το δάκρυ.
Σύ, Κύριε, μονάχα Εσύ
δύνασαι Ανάσταση να φέρεις.
Βοήθει μοι τη απιστία...
και ελέησόν με.






Ματθ., κεφ. 7 
21Οὐ πᾶς ὁ λέγων μοι· κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν 
ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. 
22πολλοὶ ἐροῦσίν μοιἐν ἐκείνῃ τῇ ἡμέρᾳ· 
κύριε κύριε οὐ τῷ σῷ ὀνόματι ἐπροφητεύσαμεν 
καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, 
καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; 
23καὶ τότεὁμολογήσω αὐτοῖς ὅτι οὐδέποτε ἔγνων ὑμᾶς· 
ἀποχωρεῖτε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.
24Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτοὺς 
ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν πέτραν· 
25καὶ κατέβη ἡβροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι 
καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ καὶ οὐκ ἔπεσεν, 
τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. 
26καὶ πᾶς ὁ ἀκούων μου τοὺςλόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς 
ὁμοιωθήσεται ἀνδρὶ μωρῷ ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ἄμμον· 
27καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶἔπνευσαν οἱ ἄνεμοι 
καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσεν καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη.
28Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους 
ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ· 
29ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων 
καὶ οὐχ ὡς οἱγραμματεῖς αὐτῶν.

Δευτέρα 29 Απριλίου 2013

Ικεσία ια΄



«Τόν νυμφῶνα σου βλέπω, Σωτήρ μου, κεκοσμημένον
καί ἔνδυμα οὐκ ἔχω, ἵνα εἰσέλθω ἐν αὐτῷ.
Λάμπρυνόν μου τήν στολήν τῆς ψυχῆς,
Φωτοδότα, καί σῶσόν με».

Κυριακή 28 Απριλίου 2013


Ιδού ο Νυμφίος έρχεται εν τω μέσω της νυκτός· και μακάριος ο δούλος, όν ευρήσει γρηγορούντα· ανάξιος δε πάλιν, όν ευρήσει ραθυμούντα. 
Βλέπε ουν ψυχή μου, μη τω ύπνω κατενεχθής, ίνα μη τω θανάτω παραδοθής, και της Βασιλείας έξω κλεισθής· αλλά ανάνηψον κράζουσα· 
Άγιος, Άγιος, Άγιος ει ο Θεός, διά της Θεοτόκου, ελέησον ημάς.

Σάββατο 27 Απριλίου 2013

῾Υμεῖς ἐκ τοῦ Θεοῦ ἐστε, τεκνία

᾿Αγαπητοί, ἀγαπῶμεν ἀλλήλους, ὅτι ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστι, καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ Θεοῦ γεγέννηται καὶ γινώσκει τὸν Θεόν. ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν Θεόν, ὅτι ὁ Θεὸς ἀγάπη ἐστίν. ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ Θεοῦ ἐν ἡμῖν, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ Θεὸς εἰς τὸν κόσμον ἵνα ζήσωμεν δι᾿ αὐτοῦ. ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήσαμεν τὸν Θεόν, ἀλλ᾿ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀπέστειλε τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν. ᾿Αγαπητοί, εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν.  Θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν.  ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.  Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκε τὸν υἱὸν σωτῆρα τοῦ κόσμου. ὃς ἂν ὁμολογήσῃ ὅτι ᾿Ιησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ Θεῷ.  καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν. ῾Ο Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ.  ᾿Εν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ᾿ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστι, καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ.  φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ᾿ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ.  ῾Ημεῖς ἀγαπῶμεν αὐτόν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.  ἐάν τις εἴπῃ ὅτι ἀγαπῶ τὸν Θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν ὃν ἐώρακε, τὸν Θεόν ὃν οὐχ ἑώρακε πῶς δύναται ἀγαπᾶν;  καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ᾿ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.

Παρασκευή 26 Απριλίου 2013

Βίος καὶ Λόγοι Γέροντος Πορφυρίου

Ὁ Χριστὸς εἶναι ἡ χαρά, τὸ φῶς τὸ ἀληθινό, ἡ εὐτυχία.
Ὁ Χριστὸς εἶναι ἡ ἐλπίδα μας. Ἡ σχέση μὲ τὸν Χριστὸ εἶναι ἀγάπη, εἶναι ἔρωτας, εἶναι ἐνθουσιασμός, εἶναι λαχτάρα τοῦ θείου.
Ὁ Χριστὸς εἶναι τὸ πᾶν. Αὐτὸς εἶναι ἡ ἀγάπη μας, αὐτὸς ὁ ἔρωτάς μας. Εἶναι ἔρωτας ἀναφαίρετος ὁ ἔρωτας τοῦ Χριστοῦ. Ἀπὸ κεῖ πηγάζει ἡ χαρά.
Ἡ χαρὰ εἶναι ὁ ἴδιος ὁ Χριστός. Εἶναι μιὰ χαρά, ποὺ σὲ κάνει ἄλλο ἄνθρωπο.
Εἶναι μιὰ πνευματικὴ τρέλα, ἀλλὰ ἐν Χριστῷ. Σὲ μεθάει σὰν τὸ κρασὶ τὸ ἀνόθευτο, αὐτὸ τὸ κρασὶ τὸ πνευματικό. Ὅπως λέει ὁ Δαβίδ: “Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον”. Ὁ πνευματικὸς οἶνος εἶναι ἄκρατος, ἀνόθευτος, πολὺ δυνατὸς κι ὅταν τὸν πίνεις, σὲ μεθάει. Αὐτὴ ἡ θεία μέθη εἶναι δῶρο τοῦ Θεοῦ, ποὺ δίνεται στοὺς “καθαροὺς τῇ καρδίᾳ”.
Ὅσο μπορεῖτε, νὰ νηστεύετε, ὅσες μετάνοιες μπορεῖτε νὰ κάνετε, ὅσες ἀγρυπνίες θέλετε ν’ ἀπολαμβάνετε, ἀλλὰ νὰ εἶστε χαρούμενοι. Νὰ ἔχετε τὴ χαρὰ τοῦ Χριστοῦ. Εἶναι ἡ χαρὰ ποὺ διαρκεῖ αἰώνια, ποὺ ἔχει αἰώνια εὐφροσύνη. Εἶναι ἡ χαρὰ τοῦ Κυρίου μας, ποὺ δίνει τὴν ἀσφαλὴ γαλήνη, τὴν γαλήνια τερπνότητα καὶ τὴν πάντερπνη εὐδαιμονία. Ἡ χαρὰ ἡ πασίχαρη, ποὺ ξεπερνᾶ κάθε χαρά. Ὁ Χριστὸς θέλει κι εὐχαριστεῖται νὰ σκορπάει τὴ χαρά, νὰ πλουτίζει τοὺς πιστούς Του μὲ χαρά. Εὔχομαι “ἵνα ἡ χαρὰ ἡμῶν ᾗ πεπληρωμένη”. (Α΄ Ἰωάν. 1, 4).
Αὐτὴ εἶναι ἡ θρησκεία μας.Ἐκεῖ πρέπει νὰ πᾶμε.
Ὁ Χριστὸς εἶναι ὁ Παράδεισος, παιδιά μου.
Τί εἶναι Παράδεισος; Ὁ Χριστὸς εἶναι. Ἀπὸ δῶ ἀρχίζει ὁ Παράδεισος. Εἶναι ἀκριβῶς τὸ ἴδιο. Ὅσοι ἐδῶ στὴ ζοῦν τὸν Χριστό, ζοῦν τὸν Παράδεισο. Ἔτσι εἶναι ποὺ σᾶς τὸ λέω. Εἶναι σωστό, ἀληθινὸ αὐτό, πιστέψτε με! Ἔργο μας εἶναι νὰ προσπαθοῦμε νὰ βροῦμε ἕναν τρόπο νὰ μποῦμε μέσα στὸ φῶς τοῦ Χριστοῦ. Δὲν εἶναι νὰ κάνει κανεὶς τὰ τυπικά. Ἡ οὐσία εἶναι νὰ εἴμαστε μαζὶ μὲ τὸν Χριστό. Νὰ ξυπνήσει ἡ ψυχὴ καὶ ν’ ἀγαπήσει τὸν Χριστό, νὰ γίνει ἁγία. Νὰ ἐπιδοθεῖ στὸν θεῖο ἔρωτα. Ἔτσι θὰ μᾶς ἀγαπήσει κι Ἐκεῖνος. Θὰ εἶναι τότε ἡ χαρὰ ἡ ἀναφαίρετη. Αὐτὸ θέλει πιὸ πολὺ ὁ Χριστός, νὰ μᾶς γεμίζει ἀπὸ χαρά, διότι εἶναι ἡ πηγὴ τῆς χαρᾶς. Αὐτὴ ἡ χαρὰ εἶναι δῶρο τοῦ Χριστοῦ. Μέσα σ’ αὐτὴ τὴ χαρὰ θὰ γνωρίσουμε τὸν Χριστό. Δὲν μποροῦμε νὰ Τὸν γνωρίσουμε, ἂν Ἐκεῖνος δὲν μᾶς γνωρίσει. Πῶς τὸ λέει ὁ Δαβίδ; “Ἐὰν μὴ Κύριος οἰκοδομήσει οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων” (Ψαλμ. 126, 1).
Αὐτὰ ἡ ψυχή μας θέλει νὰ ἀποκτήσει. Ἂν προετοιμαστοῦμε ἀνάλογα, ἡ χάρις θὰ μᾶς τὰ δώσει. Δὲν εἶναι δύσκολο. Ἂν ἀποσπάσουμε τὴ χάρη, ὅλα εἶναι εὔκολα. χαρούμενα κι εὐλογία Θεοῦ. Ἡ θεία χάρις διαρκῶς κρούει τὴν πόρτα τῆς ψυχῆς μας καὶ περιμένει ν’ ἀνοίξουμε, γιὰ νὰ ἔλθει στὴν διψῶσαν καρδίαν μας καὶ νὰ τὴν πληρώσει. Τὸ πλήρωμα εἶναι ὁ Χριστός, ἡ Παναγία μας, ἡ Ἁγία Τριάς. Τί ὡραῖα πράγματα!
Ἅμα ἀγαπάεις, ζεῖς στὴν Ὁμόνοια καὶ δὲν ξέρεις ὅτι βρίσκεσαι στὴν Ὁμόνοια. Οὔτε στὰ αὐτοκίνητα βλέπεις, οὔτε κόσμο βλέπεις, οὔτε τίποτε. Εἶσαι μέσα σου μὲ τὸ πρόσωπο ποὺ ἀγαπάεις. Τὸ ζεῖς, τὸ εὐχαριστεῖσαι, σὲ ἐμπνέει. Δὲν εἶναι ἀληθινὰ αὐτά; Σκεφτεῖτε αὐτὸ τὸ πρόσωπο ποὺ ἀγαπᾶτε νὰ εἶναι ὁ Χριστός. Ὁ Χριστὸς στὸ νοῦ σου, ὁ Χριστὸς στὴν καρδιά σου, ὁ Χριστὸς σ’ ὅλο σου τὸ εἶναι, ὁ Χριστὸς παντοῦ.
Ὁ Χριστὸς εἶναι ἡ ζωή, ἡ πηγὴ τῆς ζωῆς, ἡ πηγὴ τῆς χαρᾶς, ἡ πηγὴ τοῦ φωτὸς τοῦ ἀληθινοῦ, τὸ πᾶν. Ὅποιος ἀγαπάει τὸν Χριστὸ καὶ τοὺς ἄλλους, αὐτὸς ζεῖ τὴ ζωή. Ζωὴ χωρὶς Χριστὸ εἶναι θάνατος, εἶναι κόλαση δὲν εἶναι ζωή. Αὐτὴ εἶναι ἡ κόλαση, ἡ μὴ ἀγάπη. Ζωὴ εἶναι ὁ Χριστός. Ἡ ἀγάπη εἶναι ἡ ζωὴ τοῦ Χριστοῦ. Ἢ θὰ εἶσαι στὴ ζωὴ ἢ στὸ θάνατο. Ἀπὸ σένα ἐξαρτᾶται νὰ διαλέξεις.
Ἕνας νὰ εἶναι ὁ στόχος μας, ἡ ἀγάπη στὸν Χριστό, στὴν Ἐκκλησία, στὸν πλησίον. Ἡ ἀγάπη, ἡ λατρεία πρὸς τὸν Θεό, ἡ λαχτάρα, ἡ ἕνωση μὲ τὸν Χριστὸ καὶ μὲ τὴν Ἐκκλησία εἶναι ὁ ἐπὶ γῆς Παράδεισος. Ἡ ἀγάπη στὸν Χριστὸ εἶναι κι ἀγάπη στὸν πλησίον, σ’ ὅλους, καὶ στοὺς ἐχθρούς. Ὁ Χριστιανὸς πονάει γιὰ ὅλους, θέλει ὅλοι νὰ σωθοῦν, ὅλοι νὰ γευτοῦν τὴ Βασιλεία τοῦ Θεοῦ. Αὐτὸς εἶναι ὁ χριστιανισμός. Μέσῳ τῆς ἀγάπης πρὸς τὸν ἀδελφὸ θὰ κατορθώσουμε ν’ ἀγαπήσουμε τὸν Θεό. Ἐνῶ τὸ ἐπιθυμοῦμε, ἐνῶ τὸ θέλουμε, ἐνῶ εἴμαστε ἄξιοι, ἡ θεία χάρις ἔρχεται μέσῳ τοῦ ἀδελφοῦ. Ὅταν ἀγαπᾶμε τὸν ἀδελφό, ἀγαπᾶμε τὴν Ἐκκλησία, ἄρα τὸν Χριστό. Μέσα στὴν Ἐκκλησία εἴμαστε κι ἐμεῖς. Ἄρα ὅταν ἀγαπᾶμε τὴν Ἐκκλησία, ἀγαπᾶμε καὶ τὸν ἑαυτό μας.



Πέμπτη 25 Απριλίου 2013

Χαῖρε, δι' ἦς ἡ χαρὰ ἐκλάμψει, χαῖρε, δι' ἦς ἡ ἀρὰ ἐκλείψει

Σῶσόν με σῶσόν με, ἡ τὸν Σωτῆρα τέξασα, ἴδε τὴν θλίψίν μου Ἁγνή, ἣν ἡ πληθὺς τῶν ἀμετρήτων μου κακῶν, ἐμποιεῖ καθ' ἡμέραν, τῇ ἀθλίᾳ μου ψυχῇ, ἐξ ἀπογνώσεως.

Τετάρτη 24 Απριλίου 2013

Ψαλμ.95

ᾄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ·  
ᾄσατε τῷ Κυρίῳ· 
εὐλογήσατε τὸ ὄνομα αὐτοῦ, 
εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ·  
ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ.  
ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, 
φοβερός ἐστιν ὑπὲρ πάντας τοὺς θεούς· 
ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, 
ὁ δὲ Κύριος τοὺς οὐρανοὺς ἐποίησεν.  
ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ. 
ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.  
ἐνέγκατε τῷ Κυρίῳ, αἱ πατριαὶ τῶν ἐθνῶν, 
ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν·  
ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ, 
ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ·  
προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ, 
σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.  
εἴπατε ἐν τοῖς ἔθνεσιν· 
ὁ Κύριος ἐβασίλευσε, καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, 
ἥτις οὐ σαλευθήσεται, κρινεῖ λαοὺς ἐν εὐθύτητι.  
εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, 
σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς·  
χαρήσεται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς· 
τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ  πρὸ προσώπου τοῦ Κυρίου, 
ὅτι ἔρχεται, 
ὅτι ἔρχεται κρῖναι τὴν γῆν. 
κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ.

Τρίτη 23 Απριλίου 2013

Ικεσία ι΄


Ἐπίφανον ἐφ' ἡμᾶς τό φῶς τοῦ προσώπου σου, Κύριε,
φώτισον τόν νοῦν ἡμῶν καί τήν διάνοιαν,
διαλύων τό σκότος τῶν παθῶν
καί τήν ἀχλύν τῶν ἐναντίων λογισμῶν.
Ἵνα λαμπρύνηται ἐν ἡμῖν
τό πάντιμον ὄνομά σου,
τοῦ Πατρός και τοῦ Υἱοῦ
καί τοῦ Ἁγίου Πνεύματος,
εἰς τούς αἰῶνας.
Ἀμήν.

Δεσποινά μου Θεοτόκε,τό φῶς τῶν ἐσκοτισμένων μου ὀφθαλμῶν καί παραμυθία τῆς ζωῆς μου,ἡ μετά Θεόν ἐλπίς καί προστασία μου


...Ἐλεήσόν μου τήν ταπείνωσιν καί συμπάθησόν μου τήν ἀσθένειαν. 
Μεγάλην ἔχεις τήν παρρησίαν πρός τόν ἐκ Σοῦ τεχθέντα καί οὐδείς δύναται ὡς Σύ,Μῆτερ τοῦ Θεοῦ. Δι᾽ ὅλα ἔχεις τήν ἰσχύν ὡς ὑπερέχουσα πάντων τῶν κτισμάτων καί δέν εἶναι ἀδύνατον εἰς Σέ οὐδέν, ἐάν θελήσῃς.Μή λοιπόν παραβλέψῃς τά δάκρυά μου, μή ἀηδιάσῃς τόν στεναγμόν μου, μή ἀποστραφῇς τόν πόνον τῆς καρδίας μου,μή ἐντροπιάσῃς τήν πρός Σέ προσδοκίαν μου, ἀλλά διά τῶν μητρικῶν Σου δεήσεων βίασον τήν εὐσπλαχνίαν τοῦ ἀγαθοῦ Υἱοῦ Σου καί Θεοῦ καί ἀξίωσόν με τόν ταλαίπωρον καί ἀνάξιον δοῦλόν Σου ν᾽ ἀπολαύσω τό πρῶτον καί ἀρχαῖον κάλλος καί τήν ἀπομάκρυνσιν τῶν παθῶν,διά νά ἐλευθερωθῶ ἀπό τάς ἁμαρτίας καί νά γίνω ὑπηρέτης τῆς δικαιοσύνης,νά ἐκδυθῶ τόν μιασμόν τῆς σαρκικῆς ἡδονῆς καί νά ἐνδυθῶ τόν ἁγιασμόν τῆς ψυχικῆς καθαρότητος,νά νεκρωθῶ διά τόν κόσμον καί νά ζήσω ἐν τῇ ἀρετῇ. 
Ὁδοιποροῦντά με συνόδευσον, πλέοντα ἐν θαλάσσῃ σύμπλευσον, ἀγρυπνοῦντα με ἐνίσχυσον, θλιβόμενον παρηγόρησον, ὁλιγοψυχοῦντα παρακάλεσον, ἀσθενοῦντα δώρησόν μου τήν ἴασιν, ἀδικούμενον ρῦσαί με, συκοφαντούμενον ἀθώωσον, εἰς θάνατον κινδυνεύοντα προφθάσασα λύτρωσόν με, εἰς τούς ἀοράτους ἐχθρούς δεῖξον με καθ᾽ ἑκάστην φοβερόν...
Αγ.Γρηγόριος Παλαμάς

Δευτέρα 22 Απριλίου 2013

Ἐνώτισαι τοὺς στεναγμοὺς τῆς ψυχῆς μου..



Ἀπώλεσα τὸ πρωτόκτιστον κάλλος
καὶ τὴν εὐπρέπειάν μου·
καὶ ἄρτι κεῖμαι γυμνός,
καὶ καταισχύνομαι.

Κατέρραψε τοὺς δερματίνους χιτῶνας ἡ ἁμαρτία κἀμοί,
γυμνώσασά με τῆς πρὶν
θεοϋφάντου στολῆς.

Περίκειμαι τὸν στολισμὸν τῆς αἰσχύνης,
καθάπερ φύλλα συκῆς,
εἰς ἔλεγχον τῶν ἐμῶν
αὐτεξουσίων παθῶν.

Ἐστόλισμαι κατεστιγμένον χιτῶνα
καὶ ᾑμαγμένον αἰσχρῶς
τῇ ρύσει τῆς ἐμπαθοῦς
καὶ φιληδόνου ζωῆς.

Ἐσπίλωσα τὸν τῆς σαρκός μου χιτῶνα
καὶ κατερρύπωσα
τὸ κατ᾿ εἰκόνα, Σωτήρ,
καὶ καθ᾿ ὁμοίωσιν.


Κυριακή 21 Απριλίου 2013

Δουλωθέντες τῷ Θεῷ

Ἀδελφοί, ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ. ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν.  ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ.  τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ᾿ οἷς νῦν ἐπαισχύνεσθε; τὸ γὰρ τέλος ἐκείνων θάνατος. νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῷ Θεῷ ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον.  τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ  Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
 Ρωμ.6,18

Σάββατο 20 Απριλίου 2013

Ἰησοῦ γλυκύτατε Χριστέ

Ἰησοῦ Γλυκύτης τῆς καρδίας μου.
Ἰησοῦ Δύναμις τοῦ σώματός μου.
Ἰησοῦ Φῶς τῆς ψυχῆς μου.
Ἰησοῦ ἡ ὀξύτης τοῦ νοός μου.
Ἰησοῦ Χαρμονὴ τῆς συνειδήσεώς μου.
Ἰησοῦ Ἐλπὶς ἀνυπέρβλητος.
Ἰησοῦ Μνήμη αἰώνιος.
Ἰησοῦ Αἴνεσις ὑπερουράνιος.
Ἰησοῦ δόξα ὑπερκόσμιος.
Ἰησοῦ ἡ ἐμὴ ἐπιθυμία, μὴ ἀπορρίψης μέ.
Ἰησοῦ Ποιμήν μου, ἀναζήτησον μέ.
Ἰησοῦ Σωτήρ μου, διάσωσον μέ.
Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησον μέ.

Παρασκευή 19 Απριλίου 2013

Χαιρετισμός

Χαῖρε χαρᾶς ἀχωρήτου χῶρα,
χαῖρε σεπτοῦ Μυστηρίου θύρα


῾Ο Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ.



Τρομάζω λίγο,
γιατί ποτέ δε μ’ένοιαξε τι θα κερδίσω,
φόβος δε φυτεύτηκε στιγμή απ’τις τόσες μπόρες
κι ήρθε τόσο αβίαστα η Αγάπη Σου…

Φρίττω δεχόμενος τὸ πῦρ, μὴ φλεχθῶ ὡσεὶ κηρὸς καὶ ὡσεὶ χόρτος.

Τα Άχραντα Μυστήρια τον καλό τον φωτίζουν και τον κάμνουν ωσάν Άγγελο ομοίως και τον αμαρτωλό πάλι τον σκοτίζουν και τον κάμνουν σαν τον Διάβολο. Ανίσως και ημείς θέλομεν να ωφεληθούμε από τα  Άχραντα Μυστήρια ωσάν τους ένδεκα Αποστόλους τους καλούς, και να μη βλαφθούμε σαν τον Ιούδα τον κακό, να εξομολογούμεθα καθαρά και να κοινωνούμε με φόβο και τρόμο και ευλάβεια, και τότε θα φωτισθούμε. Εάν δε και παγαίνομε ανεξομολόγητοι, μολυσμένοι με αμαρτίες και τολμούμε να μεταλαμβάνουμε τα Άχραντα Μυστήρια, βάνουμε φωτιά και καιγόμαστε.
Αγ. Κοσμάς ο Αιτωλός

Πέμπτη 18 Απριλίου 2013

Μή μέ τήν σήν δούλην παρίδῃς, ὁ ἀμέτρητον ἔχων τό ἔλεος


Ἡ ἀπεγνωσμένη διὰ τὸν βίον, καὶ ἐπεγνωσμένη διὰ τὸν τρόπον, τὸ μύρον βαστάζουσα, προσῆλθέ σοι βοῶσα. Μή με τὴν πόρνην ἀπορρίψῃς, ὁ τεχθεὶς ἐκ Παρθένου, μή μου τὰ δάκρυα παρίδῃς, ἡ χαρὰ τῶν Ἀγγέλων· ἀλλὰ δέξαι με μετανοουσαν, ἣν οὐκ ἀπώσω ἁμαρτάνουσαν Κύριε, διὰ τὸ μέγα σου ἔλεος.

Τετάρτη 17 Απριλίου 2013

Ἅγιε Ἄγγελε, ὁ ἐφεστὼς τῆς ἀθλίας μου ψυχῆς καὶ ταλαιπώρου μου ζωῆς

Σε φρουρόν κεκτήμενος,
σύνοικον,συνόμιλον,
ἅγιε ἄγγελε,
συμπαρομαρτοῦντα,συνοδεύοντα,συμπαραμένοντα,
τά σωτηριώδη ὑποτιθέμενον ἀεί μοι,
ποίαν ἕξω συγγνώμην ἀσύνετος ὤν;

Αντίλογος

Μα,η καρδιά μου,Δέσποινα,
αυτή σε κράζει Μάνα


 

Τρίτη 16 Απριλίου 2013

Γοργοϋπήκοος

Εἰς σὲ τὴν ἐμήν, ἀνεθέμην ἐκ ψυχῆς ἐλπίδα πᾶσαν, 
καὶ ἀτενίζω προσδεχόμενος,τὴν θείαν ὄντως παράκλησιν πρόφθασον Ἁγνὴ Θεοτόκε,καὶ χαρίτωσον τρίβον μοι,
ὅπως ψάλλω πρὸς Θεὸν,τὸν τῶν Πατέρων ἡμῶν.


Δε σε προφταίνω, Παναγιά

Δευτέρα 15 Απριλίου 2013

Ικεσία θ'

Κύριε τῶν δυνάμεων, μεθ' ἡμῶν γενοῦ
ἄλλον γαρ ἐκτός σοῦ βοηθόν ἐν θλίψεσιν οὐκ ἔχομεν,
Κύριε τῶν δυνάμεων, ἐλέησον ἡμᾶς.


Κυριακή 14 Απριλίου 2013

Περὶ ἀποταγῆς βίου

Πάντων τῶν προαιρουμένων ὁ Θεὸς πάντων ἡ ζωή• πάντων ἡ σωτηρία πιστῶν, ἀπίστων• δικαίων, ἀδίκων• εὐσεβῶν, ἀσεβῶν• ἀπαθῶν, ἐμπαθῶν• μοναχῶν, κοσμικῶν• σοφῶν, ἰδιωτῶν• ὑγιῶν, ἀσθενῶν• νέων, προβεβηκότων .
Ὥσπερ φωτὸς χύσις, καὶ ἡλίου θέα, καὶ ἀέρων ἐναλλαγὴ, καὶ ἀλλοίωσις οὐκ ἔστιν• «Οὐ γὰρ προσωποληψία παρὰ Θεῷ ».

 Ἀσεβής ἐστιν, φύσις λογικὴ, θνητὴ, ἑκουσίως τὴν ζωὴν ἀποφεύγουσα, καὶ τὸν οἰκεῖον Ποιητὴν, τὸν ἀεὶ ὄντα, οὐκ ὄντα λογιζομένη .
Παράνομός ἐστιν ὁ τὸν νόμον τὸν ἐκ Θεοῦ μετ᾿ οἰκείας κακονοίας κατέχων, καὶ μεθ᾿ αἱρέσεως ἐναντίας πιστεύειν Θεῷ νομίζων .
Χριστιανός ἐστιν, μίμημα Χριστοῦ κατὰ τὸ δυνατὸν ἀνθρώπων, λόγοις, καὶ ἔργοις, καὶ ἐννοίᾳ εἰς τὴν ἁγίαν Τριάδα ὀρθῶς καὶ ἀμέμπτως πιστεύων .
Θεοφιλής ἐστιν ὁ πάντων τῶν φυσικῶν καὶ ἀναμαρτήτων ἐν μετουσίᾳ ὑπάρχων• καὶ τῶν κατὰ δύναμιν ἀγαθῶν μὴ ἀμελῶν .
 Ἐγκρατής ἐστιν ὁ ἐν μέσῳ πειρασμῶν, καὶ παγίδων, καὶ θορύβων ἀπηλλαγμένου τρόπους πάσῃ δυνάμει μιμεῖσθαι φιλονεικῶν .
Μοναχός ἐστιν τάξις καὶ κατάστασις ἀσωμάτων ἐν σώματι ὑλικῷ καὶ ῥυπαρῷ ἐπιτελουμένη .
Μοναχός ἐστιν ὁ μόνον τῶν τοῦ Θεοῦ ἐχόμενος ὅρων καὶ λόγων, ἐν παντὶ καιρῷ, καὶ τόπῳ, καὶ πράγματι .
Μοναχός ἐστιν• βία φύσεως διηνεκὴς, καὶ φυλακὴ αἰσθήσεων ἀνελλιπής .
Μοναχός ἐστιν ἡγνισμένον σῶμα, καὶ κεκαθαρμένον στόμα, καὶ πεφωτισμένος νοῦς .
Μοναχός ἐστιν κατώδυνος ψυχὴ ἐν διηνεκεῖ μνήμῃ θανάτου ἀδολεσχοῦσα, καὶ ὑπνώττουσα, καὶ γρηγοροῦσα .
Ἀναχώρησις κόσμου ἐστὶν ἑκούσιον μῖσος ἐπαινουμένης ὕλης, καὶ ἄρνησις φύσεως δι᾿ ἐπιτυχίαν τῶν ὑπὲρ φύσιν .


Αγ.Ιωάννης Κλίμακος

Σάββατο 13 Απριλίου 2013

Παραμυθία

ούτε είχα
ούτε έχω
ούτε θα έχω
πλην Σου

Παρασκευή 12 Απριλίου 2013

Κατασκεύασον ὄργανον ἐναρμόνιον, ψαλτήριον τερπνὸν τοῦ ῾Αγίου Πνεύματος

᾿Ασφαλῶς δὲ γίνωσκε, ὅτι αὐτὸς ὁ Σωτὴρ ἡμῶν, μετὰ τῆς πανυμνήτου αὐτοῦ Μητρός, καὶ τῶν ἁγίων ᾿Αγγέλων, καὶ πάντων τῶν ῾Αγίων αὐτοῦ, ἐνταῦθα πάρεστιν, ἐνωτιζόμενος τὰ παρὰ σοῦ ἐκπορευόμενα λόγια· ἵνα, ὅταν ἔλθῃ κρῖναι ζῶντας καὶ νεκρούς, ἀποδώσῃ σοι, οὐ καθ᾿ ὃ μέλλεις συνταγῆναι καὶ καθομολογῆσαι, ἀλλὰ καθ᾿ ἂν φυλάξῃς ἃ ὁμολογήσῃς.

Πέμπτη 11 Απριλίου 2013

ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου



Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; 
πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ· 
πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. 
σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, 
δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. 
φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. 
ἐγὼ δὲ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου

Ψαλμ.γ'

Τετάρτη 10 Απριλίου 2013

Ικεσία η΄

Κύριε,
για όσα έζησα
για τις χαρές και για τις θλίψεις
για όσα πρόκειται να ζήσω
για την αγάπη Σου
και για το άπειρο έλεός Σου
Σ΄ ευχαριστώ!

Τρίτη 9 Απριλίου 2013

Δύναμις






Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.
 Ἅγιος,ἅγιος,ἅγιος,ἅγιος,ἅγιος,ἅγιος...
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίω Πνεύματι, 
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων...

Δευτέρα 8 Απριλίου 2013


Ξένον τόκον ἰδόντες, 
ξενωθῶμεν τοῦ κόσμου, 
τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες· 
διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός, 
ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος, 
βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος, τοὺς αὐτῷ βοῶντας·
 Ἀλληλούϊα.


Κυριακή 7 Απριλίου 2013

Σφραγῖς δωρεᾶς Πνεύματος Ἁγίου

ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς Θεός,
ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.

 Β΄ Κορ. α΄ 21,22



Σάββατο 6 Απριλίου 2013

Ψαλμ 17

Ἀγαπήσω σε Κύριε ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου.
῾Ο Θεός μου βοηθός μου, ἐλπιῶ ἐπ᾿ αὐτόν, 

ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου καὶ ἀντιλήπτωρ μου.
αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.

Παρασκευή 5 Απριλίου 2013

Πέμπτη 4 Απριλίου 2013

Θεία Δίκη


οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται 
καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ 
καὶ ἐν πληγῇ καὶ ἐν κακώσει.
αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν 
καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν. 
παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν, 
τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.
πάντες ὡς πρόβατα ἐπλανήθημεν....

(Ησαΐας)

Τετάρτη 3 Απριλίου 2013

Φως

Θεὸς μέν ἐστι φῶς τὸ ἀκρότατον, καὶ ἀπρόσιτον, καὶ ἄῤῥητον, οὔτε νῷ καταληπτὸν, οὔτε λόγῳ ῥητὸν, πάσης φωτιστικὸν λογικῆς φύσεως. Τοῦτο ἐν νοητοῖς, ὅπερ ἐν αἰσθητοῖς ἥλιος· ὅσον ἂν καθαιρώμεθα, φανταζόμενον· καὶ ὅσον ἂν φαντασθῶμεν, ἀγαπώμενον· καὶ ὅσον ἂν ἀγαπήσωμεν, αὖθις νοούμενον· αὐτὸ ἑαυτοῦ θεωρητικόν τε καὶ καταληπτικὸν, ὀλίγα τοῖς ἔξω χεόμενον. Φῶς δὲ λέγω, τὸ ἐν Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι θεωρούμενον· ὧν πλοῦτός ἐστιν ἡ συμφυΐα, καὶ τὸ ἑν ἔξαλμα τῆς λαμπρότητος. Δεύτερον δὲ φῶς ἄγγελος, τοῦ πρώτου φωτὸς ἀποῤῥοή τις, ἢ μετουσία, τῇ πρὸς αὐτὸ νεύσει καὶ ὑπουργίᾳ τὸν φωτισμὸν ἔχουσα· οὐκ οἶδα, εἴτε τῇ τάξει τῆς στάσεως μεριζομένη τὸν φωτισμὸν, εἴτε τοῖς μέτροις τοῦ φωτισμοῦ τὴν τάξιν λαμβάνουσα. Τρίτον φῶς ἄνθρωπος, ὃ καὶ τοῖς ἔξω δῆλόν ἐστι. Φῶς γὰρ τὸν ἄνθρωπον ὀνομάζουσι, διὰ τὴν τοῦ ἐν ἡμῖν λόγου δύναμιν· καὶ ἡμῶν αὐτῶν πάλιν οἱ θεοειδέστεροι, καὶ μᾶλλον Θεῷ πλησιάζοντες. Οἶδα καὶ ἄλλο φῶς, ᾧ τὸ ἀρχέγονον ἠλάθη σκότος, ἢ διεκόπη, πρῶτον ὑποστὰν τῆς ὁρατῆς κτίσεως, τήν τε κυκλικὴν τῶν ἀστέρων περίοδον, καὶ τὴν ἄνωθεν φρυκτωρίαν, κόσμον ὅλον αὐγάζουσαν.

Αγ.Γρηγόριος Νύσσης

Τρίτη 2 Απριλίου 2013

Ικεσία ζ'

«Ὡς ὄναρ παρέρχεται....»



Σαν ψέμμα η ζωή ολάκερη,
σαν παραμύθι οι ήττες του χτες,
σαν παιδικό παιχνίδι που κόπηκε στη μέση...
Εσύ, που τα παιδιά πιότερο αγάπησες,
που σαν παιδιά πρόσταξες να γενούμε,
τούτη την παιδική απλότητα διάσωζε
εντός...
και τη χαρά
την άδολη.
Αμήν.

Δευτέρα 1 Απριλίου 2013

Αρμονία

Γράφτηκε η ζωή μας στην άμμο της ερήμου
με ένα καλάμι.
Και ήταν γραφή απο φως
κι έβγαινε η ζωή μας,
γραφή φωτεινή
σα μουσική
απ'του καλαμιού την άκρη.
Και το καλάμι,
φλογέρα της ερήμου
έπαιζε γλυκά
της γραφής το σκοπό
κι ήταν όλα μια αρμονία,
η ζωή μας,η έρημος και το καλάμι
που την έπλασε στα δάχτυλά Του ο Θεός
.

π.Α.Π.