Κυριακή 30 Ιουνίου 2013

Τοῖς ἐρημικοῖς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγίνεται, κόσμου οὖσι τοῦ ματαίου ἐκτός



Μοναχός, ὅστις ἀμιγής ἐστι κόσμῳ
καί ἀενάως ὁμιλεῖ Θεῷ μόνῳ,
βλέπων βλέπεται, φιλῶν φιλεῖται
καί γίνεται φῶς λαμπόμενος ἀρρήτως˙
δοξαζόμενος δοκεῖ πλέον πτωχεύειν
καί προσοικειούμενος ὡς ξένος πέλει.
Ὤ ξένου πάντῃ θαύματος καί ἀφράστου!
Διά πλοῦτον ἄπειρον ὑπάρχω πένης
καί μηδέν ἔχειν δοκῶ πολύ κατέχων
καί λέγω˙ Διψῶ διά πλῆθος ὑδάτων
καί τίς μοι δώσει, ὅπερ ἔχω πλουσίως,
καί ποῦ εὑρήσως, ὅν ὁρῶ καθ᾿ ἑκάστην;
Πῶς δέ κρατήσω, ὅ ἐντός μου ὑπάρχει
καί ἔξω κόσμου, οὐ γάρ βλέπεται ὅλως;
Ὅ ἔων ὦτα ἀκούειν ἀκουέτω
νοῶν ἀληθῶς ῥήματα ἀγραμμάτου.

Αγ.Συμεών του νέου θεολόγου

Σάββατο 29 Ιουνίου 2013

Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας, τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι· ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με



Κατ' εἰκόνα σὴν καὶ ὁμοίωσιν, πλαστουργήσας κατ’ ἀρχὰς τὸν ἄνθρωπον, ἐν Παραδείσῳ τέθεικας κατάρχειν σου τῶν κτισμάτων, φθόνῳ δὲ διαβόλου ἀπατηθείς, τῆς βρώσεως μετέσχε, τῶν ἐντολῶν σου παραβάτης γεγονώς· διὸ πάλιν εἰς γῆν ἑξ ἧς ἐλήφθη, κατεδίκασας ἐπιστρέφειν, Κύριε, καὶ αἰτεῖσθαι τὴν ἀνάπαυσιν.

Παρασκευή 28 Ιουνίου 2013

Θεοκυῆτορ Παρθένε, ὡς τοῦ Ἀδάμ, κατὰ γένος θύγατερ, κατὰ χάριν δὲ Χριστοῦ, τοῦ Θεοῦ γεννήτρια ἐμέ, τὸν ἐξόριστον Ἐδέμ, νῦν ἀνακάλεσαι.

Δεῦρο ψυχή μου ἀθλία, κλαῦσον τὰ σοί, πεπραγμένα σήμερον, μνημονεύουσα τῆς πρίν, ἐν Ἐδὲμ γυμνώσεως, δι΄ ἧς, ἐξεβλήθης τῆς τρυφῆς, καὶ τῆς ἀλήκτου χαρᾶς.
  Ὑπὸ πολλῆς εὐσπλαγχνίας, καὶ οἰκτιρμῶν, Πλαστουργὲ τῆς κτίσεως, καὶ τῶν ὅλων Ποιητά, ἐκ χοὸς ζωώσας με τὸ πρίν, ἐνετείλω σε ὑμνεῖν, σὺν τοῖς Ἀγγέλοις σου.
  Διὰ χρηστότητος πλοῦτον, σὺ φυτουργεῖς, Πλαστουργὲ καὶ Κύριε, Παραδείσου τὴν τρυφήν, ἐν Ἐδὲμ κελεύων με τρυφᾷν, τῶν ὡραίων καὶ τερπνῶν, καὶ μὴ ῥεόντων καρπῶν.
  Οἴμοι ψυχή μου ἀθλία! τῶν ἐν Ἐδέμ, ἀπολαύειν εἴληφας, ἐξουσίαν ἐκ Θεοῦ, μὴ φαγεῖν δὲ γνώσεως καρπόν, προσετάγης, ἵνα τί, παρέβης νόμον Θεοῦ;

Πέμπτη 27 Ιουνίου 2013

Μάθετε ἀπ᾿ ἐμοῦ,ὅτι πρᾶός εἰμι,καὶ ταπεινὸς τῇ καρδίᾳ

Πραΰτης ἐστὶν ἀμετάθετος νοὸς κατάστασις, ἐν τιμαῖς καὶ ἀτιμίαις ὡσαύτως ἔχουσα.
Πραΰτης ἐστὶν ἐν ταραχαῖς τοῦ πλησίον ἀνεπαισθήτως καὶ εἰλικρινῶς ὑπὲρ αὐτοῦ προσεύχεσθαι.
Πραΰτης ἐστὶν ὑπερκειμένη τῆς τοῦ θυμοῦ θαλάττης πέτρα, πάντα τὰ προσρήσσοντα κύματα διαλύουσα, καὶ οὐδαμῶς κλόνον ὑπομένουσα.
Πραΰτης ἐστὶν ὑπομονῆς στήριγμα, ἀγάπης θύρα, μᾶλλον δὲ μήτηρ, διακρίσεως ὑπόθεσις· Διδάξει γὰρ, φησὶ, Κύριος πραεῖς ὁδοὺς (981.) αὐτοῦ· ἀφέσεως πρόξενος· παῤῥησία ἐν προσευχῇ· Πνεύματος ἁγίου χωρίον· Ἐπὶ τίνας γὰρ ἐπιβλέψω, ἀλλ᾿ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον;
Πραΰτης ὑπακοῆς συνεργὸς, ἀδελφότητος ὁδηγὸς, μαινομένων χαλινὸς, θυμουμένων ἐκκοπὴ, καὶ χαρᾶς χορηγὸς, Χριστοῦ μίμημα, ἀγγέλων ἰδίωμα, δαιμόνων δεσμὸς, καὶ πικρίας θυρεός.
 Ἐν καρδίαις πραέων ἐπαναπαύσεται Κύριος· ψυχὴ δὲ ταραχώδης διαβόλου καθέδρα.

Κλίμαξ

Τετάρτη 26 Ιουνίου 2013

ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν

Ὅτι δέ ἐστε υἱοί, 
ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, 
κρᾶζον· ἀββᾶ ὁ πατήρ.
ὥστε οὐκέτι εἶ δοῦλος, 
ἀλλ᾿ υἱός· 
εἰ δὲ υἱός, 
καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ.



Τρίτη 25 Ιουνίου 2013

Εις υποτακτικόν

Δεῦρ΄ ἐλθέ͵ πύκτα͵ δεῦρό μοι͵ στῆθι ζέων͵ τοὺς αὐχένας σου κλίνων εὐεπηκόως͵ ὅλος ταπεινός͵ νεκρὸς ὢν ἐν τῷ θέλειν͵ πᾶν ἐνθύμημα φανερῶν τῆς καρδίας͵ ὡς ἂν τελείως ἐμμένῃς τῷ σταδίῳ. Μή σ΄ ἐκφοβείτω μήτ΄ ἔρημος͵ μὴ στύλος͵ μήτ΄ ἄλλο τάγμα τῶν Θεοδρόμων βίων· προὔχεις ἁπάντων͵ ὡς Θεογράφως ἔχει· τοῦ μαρτύρων πρώτου γὰρ οὐδόν ἀνύεις.




Αγ.Θεοδώρου του Στουδίτου

Δευτέρα 24 Ιουνίου 2013

Χτύπα ακόμα μια φορά...



Κυριακή 23 Ιουνίου 2013

Πύλη φωτός, τῆς μετανοίας πύλην Φωταυγή μοί Σύ ὑπάνοιξον, Παρθένε, Καί δεικνύουσα ὁδόν δικαιοσύνης Φέρουσαν, Ἁγνή, εἰς τέλος σωτηρίας.

Ἡ καταγίς μέ χειμάζει
Τῆς ἁμαρτίας, Παρθένε,
Καί συγκλονεῖ καί ταράσσει
Τήν ἀσθενοῦσαν ψυχήν μου.
Σπε’ὑσόν του μέ ἐξελέσθαι
Τοῦ κλύδωνος καί τῆς ζάλης
Εἰσάγουσα εἰς λιμένα,
Πανάμωμε, μετανοίας.

Ρύσαι μέ Σύ, Θεοτόκε,
Τῆς πονηρᾶς συνήθειας,
Στήριξον δ’ ἐπί πέτραν
Τῶν ἐντολῶν τοῦ Κυρίου,
Περιτρεπόμενον δόλοις
Παντοίοις καί μεθοδίαις
Τοῦ παλαιοῦ πτερνιστοῦ μου
Καί τήν ζωήν μου σπιλούντα.

Ἀξίωσον μέ, Παρθένε,
Κυρίω εὐαρεστῆσαι
Ἐν λόγοις τέ ἔργοις
Καί ἄξια μοί ποιῆσαι
Καί πάσαν τέλος κακίαν
Καί ἁμαρτίαν μισῆσαι
Ἀπό ψυχῆς καί καρδίας
Καί τέλειον ἀποπτύσαι.

Σάββατο 22 Ιουνίου 2013

Αγ.Νεκταρίου

Δός μου ἀπ’ τίς ἀρετές σου
Δέσποινα παντευλόγητε,
Ὑπέραγνε Παρθένε,
παράδεισε πανθαύμαστε,
κῆπε καλλωπισμένε,
Σέ δυσωπῶ, Πανάχραντε,
χαρίτωσον τόν νοῦν μου,
κατεύθυνον τᾶς σκέψεις μου,
φώτισον τήν ψυχήν μου.
Κόρη μέ ποίησον ἁγνόν,
πράον, σεμνόν, ἀνδρεῖον,
ἠσύχιον καί κόσμιον,
εὐθύν, ὅσιον, θεῖον,
ἐπιεικῆ, μακρόθυμον,
τῶν ἀρτῶν δοχεῖον,
ἄμεμπτον, ἀνεπίληπτον,
τῶν ἀγαθῶν ταμεῖον.
Δός μοί σοφίαν, σύνεσιν
καί μετριοφροσύνην.
Δός μοί νηφαλιότητα,
ὄμμα πεφωτισμένον, διάνοιαν ὁλόφωτον,
πνεῦμα ἐξηγνισμένον.
Ἀπέλασον τήν οἴησιν,
τήν ὑπερηφανίαν,
τόν τύφον, τήν φυσίωσιν
καί τήν ἀλαζονείαν,
τήν ὕβριν, τό ἀγέρωχον,
τήν ὑψηλοφροσύνην,
γλώσσαν μεγαλορρήμονα,
ἰσχυρογνωμοσύνην.
Τήν ἀστασίαν τήν φρικτήν,
τήν περιττολογίαν,
τήν πονηρίαν τήν πολλήν
καί τήν αἰσχρολογίαν.
Χάρισαι μοί, Πανάχραντε,
τήν ἠθικήν ἀνδρίαν,
τό θάρρος, τήν εὐστάθειαν,
δός μοί τήν καρτερίαν.
Δός μοί τήν αὐταπάρνησιν,
τῆς ἀφιλαργυρίαν,
ζῆλον μετ’ ἐπιγνώσεως
καί ἀμνησικακίαν.
Δός μοί ἀκεραιότητα,
εὐγένειαν καρδίας,
πνεῦμα εὐθές, εἰρηνικόν,
καί πνεῦμα ἀληθείας.
Φυγάδευσον, Πανάχραντε,
τά πάθη τῆς καρδίας,
τά πολυώνυμα, Ἁγνή,
τῆς ἠθικῆς δειλίας.
Τήν ἀνανδρίαν τήν αἰσχρᾶν,
τό θράσος, τήν δειλίαν,
τήν ἀτολμίαν τήν δεινήν
καί τήν ἀπελπισίαν.
Ἀρόν μοί, Κόρη, τόν θυμόν
καί πάσαν ραθυμίαν,
τήν ἀθυμίαν, τήν ὀργήν,
ὡς καί τήν ὀκνηρίαν.
Τόν φθόνον, τήν ἐμπάθειαν,
τό μίσος, τήν κακίαν,
τήν μῆνιν, τήν ἐκδίκησιν
καί τήν μνησικακίαν.
Τήν ἔριδα τήν εὐτελῆ
καί τήν πολυλογίαν,
τήν γλωσσαλγίαν τήν δεινήν
καί τήν βωμολοχίαν.
Δός μοί, Παρθένε, αἴσθησιν,
δός μοί εὐαισθησίαν.
Δός μοί συναίσθησιν πολλήν
καί εὐσυνειδησίαν.
Δός μοί, Παρθένε, τήν χαράν
πνεύματος τοῦ Ἁγίου.
Δός μοί εἰρήνην τή ψυχή,
εἰρήνην τοῦ Κυρίου.
Δός μοί ἀγάπην, ἔρωτα
θεῖον, ἐξηγνισμένον,
πολύν, θερμόν καί καθαρόν
καί ἐξηγιασμένον.
Δός πίστιν ζῶσαν, ἐνεργόν,
θερμήν, ἁγνήν, ἁγίαν,
ἐλπίδα ἀδιάσειστον,
βεβαίαν καί ὁσίαν.

Ἄρον ἀπ’ ἐμοῦ, Παρθένε,
τόν κλιόν τῆς ἁμαρτίας,
τήν ἀμέλειαν, τήν μέθην,
τήν ἀνελεημοσύνην,
τᾶς κακᾶς ἐπιθυμίας,
τήν δεινήν ἀκολασίαν,
γέλωτας τῆς ἀσελγείας
καί τήν πάσαν κακαουργίαν.
Σωφροσύνην δός μοί, Κόρη,
δός ἐγκράτειαν, νηστείαν,
προσοχήν καί ἀγρυπνίαν
καί ὑπακοήν τελείαν.
Δός μοί προσοχήν ἐν πάσι
καί διάκρισιν ὀξείαν,
σιωπήν καί εὐκοσμίαν
καί ὑπομονήν ὁσίαν.
Ἐπιμέλειαν παράσχου,
Δέσποινα, πρός ἐργασίαν,
πρός τελείωσιν καί ζῆλον
ἀρετῶν πρός γυμνασίαν.
Τήν ψυχήν μου, τήν καρδίαν
καί τόν νοῦν μου, Παναγία,
τήρει ἐν ἁγιωσύνῃ,
φύλαττε ἐν παρθενίᾳ.

Παρασκευή 21 Ιουνίου 2013

άρνα επ'ώμου λαβών ση ποιμνη ενώσας

Υιόν νομέα νυν επέγνω,νυν έσχα νομήν πατρώαν.
Φοβεράς δυνάμεις διοδεύσω μηδέν τι παθών από τούτων.
Χάρις τεσυ μάκαρ αποβλέψας αποφεύξομαι των επιβούλων.
Ψαλτήρια σοι ανεγείρω,αγίους δε χορούς χορεύσω.
Ω,Λόγε πατρός απειρίτου,σοι δόξα,κράτος εις αιώνας.

Πέμπτη 20 Ιουνίου 2013

Ικεσία κ΄


Φως ενεδύθην
και -φευ- σκότος ελήλυθεν...
εν ερημίαις επλανήθν
ως το απολωλός
αλλά και πάλιν
προς Σε κραυγάζω φιλάνθρωπε,
ο φωτισμός και ο Σωτήρ ημών
φώτισόν με εν τω φωτί του προσώπου σου
και ανάστησόν με
μόνε πολυέλεε


Τετάρτη 19 Ιουνίου 2013

Ἵνα δοξάζω καί προσκυνῶ μετά δέους, σοῦ τό πάνσεπτον ὄνομα Κόρη, θλίψεώς με πάσης, ἐκλύτρωσαι καί βλάβης.

Ἡ νεφέλη ἡλίου τοῦ νοητοῦ, τοῦ νοός μου τά νέφη τά σκοτεινά, διάλυσον Δέσποινα, τῷ φωτί τοῦ προσώπου σου, καί μετανοίας φέγγει, τά ὄμματα φώτισον, τῆς ζοφερᾶς ψυχῆς μου, παθῶν ἀμαυρότησι, τά πεπηρωμένα, καί τυφλώττοντα πάντῃ, τῶν φαύλων μου πράξεων, θολεραῖς ἐπιχύσεσιν, ἵνα πόθῳ κραυγάζω σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τήν ἄφεσιν· σέ γάρ ἔχω ἐλπίδα ὁ ἀνάξιος δοῦλός σου.

Τρίτη 18 Ιουνίου 2013

Ικεσία ιθ΄

Κύριε ο Θεός των δυνάμεων,
εισάκουσον της προσευχής μου, 
ενώτισαι ο Θεός Ιακώβ. 
Υπερασπιστά ημών ιδε, ο Θεός, 
και επίβλεψον εις το πρόσωπον του χριστού σου.



Δευτέρα 17 Ιουνίου 2013

Ψαλμ.29

Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με, καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾿ ἐμέ.
Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με.
Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.
Ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ.
Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ.
Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμός, καὶ ἐν τῷ πρωῒ ἀγαλλίασις.
Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα.
Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν.
Ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος.
Πρὸς σέ, Κύριε κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι.
Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν;
Μὴ ἐξομολογήσεταί σοι χοῦς; ἢ ἀναγγελεῖ τὴν ἀλήθειαν σου;
Ἤκουσε Κύριος, καὶ ἠλέησέ με· Κύριος ἐγενήθη βοηθός μου.
Ἔστρεψας τὸν κοπετόν μου εἰς χορὸν ἐμοί· διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην.
Ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ.
Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.


Σάββατο 15 Ιουνίου 2013

Κύριε Ιησού Χριστέ ελέησον με

Η Αποκάλυψις του Προσωπικού Θεού προσδίδει εις πάντα θαυμαστόν χαρακτήρα . Το είναι δεν αποτελεί προκαθωρισμένην τινά κοσμικήν διαδικασίαν , αλλά το Φως της απεριγράπτου αγάπης των Θείων και των κτιστών προσώπων . Είναι η ελευθέρα κίνησις των προσωπικών πνευμάτων , ήτις πληρούται συνετής επιγνώσεως παντός υπαρκτού και αυτοσυνειδησίας . Εκτός τούτων εις ουδέν υπάρχει νόημα , αλλά μόνον θάνατος . Η προσευχή μετά του Θείου Προσώπου , τουτέστι λαμβάνει απόλυτον χαρακτήρα . Αύτη δε εκφράζεται δια της προσευχής ημών προς τον Λόγον του Πατρός.

αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, ᾧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν

Κύριε, τοῦ Δαυΐδ καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ, ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ

εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ ᾿Ιακώβ.

ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν ᾿Εφραθᾷ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ·

εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ.

ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου·

οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

ἕνεκεν Δαυΐδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου. ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου·ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου ταῦτα, ἃ διδάξω αὐτούς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου.

ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ·

αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος,

ᾧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν·

τὴν θύραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων, τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται.

ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου·

τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.






Ψαλμός 131

Παρασκευή 14 Ιουνίου 2013

Εις αποτασσόμενους

Ἄνδρες βροτοί͵ φύγωμεν ἐκ κόσμου πλάνου. Χριστὸς καλεῖ͵ δράμωμεν· εὔπλους γὰρ βίος ζάλης͵ μεριμνῶν καὶ στροφῶν ὑπερπλέων. Φροντὶς γὰρ αὕτη τῷ μοναστῇ καὶ μόνον τυχεῖν ἐκείνου τοῦ γαληνοῦ λιμένος͵ ἐν ᾧ πέπαυται τῶν λυπηρῶν πᾶς πόνος. Ὢ πῶς πάνυμνος ὁ ξένος τούτων βίος Καὶ τίς φρόνιμος πραγματευτὴς κερδάνων; Ὃς πάντ΄ ἀφεὶς ἕλοιτο τὸν σταυρὸν φέρειν. 

Αγ.Θεοδώρου του Στουδίτου

Πέμπτη 13 Ιουνίου 2013

Γερ. Ιωσὴφ του Ησυχαστού

Δέσποτα γλυκύτατε Κύριε ἡμῶν Ἰησοῦ Χριστέ, ἐξαπόστειλον τὴν ἁγίαν σου χάριν καὶ λῦσόν με ἐκ τῶν δεσμῶν τῆς ἁμαρτίας. Φώτισόν μου τὸ σκότος τῆς ψυχῆς ὅπως κατανοήσω τὸ Σὸν ἄπειρον ἔλεος, καὶ ἀγαπήσω καὶ εὐχαριστήσω ἀξίως Σὲ τὸν γλυκύτατον Σωτῆρα μου, τὸν ἄξιον πάσης ἀγάπης καὶ εὐχαριστίας. Ναί, ἀγαθὲ εὐεργέτα μου καὶ πολυεύσπλαχνε Κύριε· μὴ ἀπώσῃ ἀφ᾿ ἡμῶν τὸ σὸν ἔλεος, ἀλλὰ σπλαχνίσθητι τὸ Σὸν πλάσμα. Γινώσκω, Κύριε, τὸ βάρος τῶν ἡμῶν πλημμελημάτων, ἀλλὰ εἶδον καὶ τὸν Σὸν ἀνείκαστον ἔλεος. Θεωρῶ τὸ σκότος τῆς ἀναισθήτου μου ψυχῆς, ἀλλὰ πιστεύω μὲ χρηστὰς ἐλπίδας, ἀναμένων θεῖόν Σου φωτισμὸν καὶ τὴν ἀπαλλαγὴν τῶν πονηρῶν οὐ κακῶν καὶ ὀλεθρίων παθῶν· τῇ πρεσβείᾳ τῆς γλυκυτάτης Σου Μητρὸς Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας καὶ πάντων τῶν Ἁγίων. Ἀμήν.

Τετάρτη 12 Ιουνίου 2013

Οσ.Ισαάκ του Σύρου

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅστις ἔκλαυσας ἐπὶ Λαζάρῳ, καὶ ἔχυσας δάκρυα λύπης καὶ συμπαθείας ἐπάνω εἰς αὐτόν, δέξαι τὰ τῆς πικρίας μου δάκρυα· ἰάτρευσον διὰ τῶν ἁγίων σου παθημάτων τὰ πάθη μου· θεράπευσον διὰ τῶν πληγῶν σου τὰς ψυχικάς μου πληγάς· διὰ τοῦ τιμίου σου αἵματος καθάρισόν μου τὸ αἷμα, καὶ ἕνωσον τὴν εὐωδίαν τοῦ ζωοποιοῦ σου σώματος τῷ σώματί μου· ἡ χολή, τὴν ὁποίαν παρὰ τῶν ἐχθρῶν ἐποτίσθης, ἂς γλυκάνῃ τὴν ψυχήν μου ἀπὸ τὴν πικρίαν, τὴν ὁποίαν ὁ ἀντίδικός μου διάϐολος μ᾿ ἐπότισε· τὸ πανάγιόν σου σῶμα, τὸ ὁποῖον ἐτανύσθη ἐπὶ τοῦ σταυροῦ, ἂς ἀναπτερώσῃ πρὸς σὲ τὸν νοῦν μου, ὅστις ἐσύρθη κάτω ὑπὸ τῶν δαιμόνων· ἡ παναγία σου κεφαλή, τὴν ὁποίαν ἔκλινας ἐπὶ τοῦ σταυροῦ, ἂς ὑψώση τὴν κεφαλήν μου, τὴν πειϋϐρισθεῖσαν ὑπὸ τῶν ἀντιπάλων δαιμόνων· αἱ πανάγιαί σου χεῖρες, αἱ καθηλωθεῖσαι ὑπὸ τῶν παρανόμων ἐν τῷ σταυρῳ, ἂς μὲ ἀναϐιϐάσωσι πρὸς σὲ ἐκ τοῦ χάσματος τῆς ἀπωλείας, καθὼς ὑπεσχέθη τὸ πανάγιόν σου στόμα· τὸ πρόσωπόν σου, τὸ δεξάμενον ραπίσματα καὶ ἐμπτύσματα ὑπὸ τῶν καταράτων Ἰουδαίων, ἂς μοῦ λαμπρύνῃ τὸ πρόσωπον, τὸ ὁποῖον ἐμολύνθη ἀπὸ τὰς ἁμαρτίας· ἡ ψυχή σου, τὴν ὁποίαν ἐπὶ τοῦ σταυροῦ ὑπάρχον, παρέδωκας εἰς τὸν πατέρα σου, ἂς μὲ ὁδηγήσῃ πρὸς σὲ διὰ τῆς χάριτός σου.
Δὲν ἔχω καρδίαν θλιϐομένην προς ἀναζήτησίν σου, δὲν ἔχω μετάνοιαν, δὲν ἔχω κατάνυξη, οὐδὲ δάκρυα, τὰ ὁποῖα ἐπαναφέρουσι τὰ τέκνα εἰς τὴν ἰδίαν αὐτῶν πατρίδα. Δὲν ἔχω, δέσποτα, δάκρυον παρακλητικόν· ἐσκοτίσθη ὁ νοῦς μου ἀπὸ τὴν ματαιότητα τοῦ κόσμου, καὶ δὲν δύναται ν᾿ ἀτενίσῃ πρὸς σὲ μετὰ πόνου· ἐψυχράνθη ἡ καρδία μου ἀπὸ τὸ πλῆθος τῶν πειρασμῶν, καὶ δὲν δύναται νὰ θερμανθῇ διὰ τῶν δακρύων τῆς πρὸς σὲ ἀγάπης.
Ἀλλὰ σύ, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, ὁ θησαυρὸς τῶν ἀγαθῶν, δώρησαί μοι τελείαν μετάνοιαν καὶ καρδίαν ἐπίπονον, ἵνα ὁλοψύχως ἐξέλθω εἰς ἀναζήτησίν σου· διότι ἄνευ σοῦ θέλω ἀποξενωθῇ ἀπὸ παντὸς ἀγαθοῦ. Χάρισαί μοι λοιπόν, ὦ ἀγαθέ, τὴν χάριν σου· ὁ πατήρ, ὅστις σ᾿ ἐγέννησεν ἐκ τῶν κόλπων αὐτοῦ ἀχρόνως καὶ ἀϊδίως, ἂς ἀνανεώσῃ εἰς ἐμὲ τὰς μορφὰς τῆς εἰκόνος σου· σ᾿ ἐγκατέλιπον, μὴ μ᾿ ἐγκαταλείπῃς· ἐχωρίσθην ἀπὸ σοῦ, ἔξελθε εἰς ἀναζήτησίν μου, καὶ εὐρὼν εἰσάγαγέ με εἰς τὰς νομάς σου, καὶ συναρίθμησόν με μετὰ τῶν προϐάτων τῆς ἐκλεκτῆς σου ποίμνης, καὶ διάθρεψόν με μετ᾿ αὐτῶν ἐκ τῆς χλόης τῶν θείων σου μυστηρίων, τῶν ὁποίων ὑπάρχει κατοικητήριον ἡ καθαρὰ καρδία, εἰς τὴν ὁποίαν ἀναφαίνεται ἡ ἔλλαμψις τῶν ἀποκαλύψεών σου, ἡ ὁποία ἔλλαμψις εἶναι παρηγορία καὶ ἀναψυχὴ τῶν κοπιώντων διὰ σὲ ἐν θλίψεσι καὶ διαφόροις μάστιξι· τῆς ὁποίας ἐλλάμψεως εἴθε ν᾿ ἀξιωθῶμεν καὶ ἡμεῖς διὰ τῆς χάριτος καὶ φιλανθρωπίας σου, τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τρίτη 11 Ιουνίου 2013

...

Καν'την καρδιά μου όμορφη
Καν'την δικό Σου κήπο
Καν'τηνα μοναστήρι Σου,
Γλυκιά Παραμυθία..

Δευτέρα 10 Ιουνίου 2013

...

Αγνώμων είμαι,Κύριε,
το ξέρω,το βιώνω.
Μου'δωσες ο,τι δε ζήτησα
και πάλι εγώ ματωνω.
Κι υστερα συνταραζομαι
και κάθομαι και κλαίω
πως μόνο έρωτα για Σε
να ζω για πάντα θέλω...

Κυριακή 9 Ιουνίου 2013

Ικεσία ιη΄

Ξένος γεγονώς τοῖς πᾶσι
ἀποστάς τε ἀπό σοῦ
ἐν ἐρημίαις πλανώμενος
καί ἐν σκότει καθήμενος
σοῦ πάλιν δέομαι, ἀγαθέ,
παραμυθίαν παράσχου
τῷ σῷ πεπλανημένῳ πλάσματι
πεπτωκότι πολλάκις
καί πάλιν προσπίπτοντι εἰς σέ
καί πενιχράν παράκλησιν προσάγοντι
τό μνήσθητί μου, Κύριε,
πρεσβείαις παναχράντου σου Μητρός
καί πάντων πιστών παραμυθίας.


Σάββατο 8 Ιουνίου 2013

...

Γλυκιά Παραμυθία μου,
μπρος στο εικόνισμα σου
είναι πιο εύκολο να ζω
παρά στη πεθυμιά σου

Παρασκευή 7 Ιουνίου 2013

...

Να'χα τη δύναμη,Χριστέ,
τη Μάνα Σου να υμνήσω,
να'χα και μια καρδιά αγνή
στα πόδια Της ν'αφήσω .
Υψηλοτέρα ουρανών,
υψώνω μαύρα χέρια
καθάρισέ μου τη ψυχή
να ζω μόνο για Σένα...

Δευτέρα 3 Ιουνίου 2013

Ικεσία ιζ΄



Κύριε ὁ Θεός ἡμῶν, ὁ δι' ἄκραν φιλανθρωπίαν γενόμενος ἄνθρωπος δι' ἡμᾶς, ὁ τήν πόρνην δικαιώσας καί τῷ ληστῇ Παράδεισον ἀνοίξας, ὁ τήν ἁμαρτίαν αἴρων τοῦ κόσμου καί ζωήν πᾶσι χαριζόμενος, ὁ διδάξας ἡμᾶς δοῦναι καί τήν ψυχήν ἡμῶν ὑπέρ τῶν φίλων ἡμῶν, αὐτός πανάγαθε Δέσποτα, ἐπίβλεψον ἐπ' ἐμέ τῷ ἁμαρτωλῷ καί μή ἀποστῆς ἀπ' ἐμοῦ. Πίστιν, ἐλπίδαν καί ἀγάπην ἐμφύσησον ἐν τῇ καρδίᾳ μου, ἵνα μή κατακρίνω τούς άδελφούς μου, σύνδουλος γάρ είμί καί συνοφειλέτης, ἀλλ' ἵνα προσδέχωμαι αὐτούς ἐν ἀγάπῃ καί ταπεινώσει καί ἐξομολογήσει καί ἀληθείᾳ. Νάι, Κύριε ὁ Θεός, δώρησαί μοι τοῦ ὀρᾶν τά ἐμά πταίσματα καί μή ἐξουθενεῖν ἀλλότριον ἰκέτην, ἅπαντες γαρ ὀφειλέται ἐσμέν καί τό σόν ἔλεος ἐπικαλούμεθα, ὅτι Σύ εἶ ἡ χαρά καί ἡ ζωή καί ἡ ἀνάστασις. Ἀμήν.

Κυριακή 2 Ιουνίου 2013

Τέτρωμαι τω πόθω σου,Μαριάμ, φλέγει με ο έρως καθοράν σου της ιεράς, εικόνος Παρθένε το κάλλος και την δόξαν, και κόρον ου λαμβάνω του μεγαλύνειν σε

Άξιον εστίν ως αληθώς μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών. Την τιμιωτέραν των Χερουβείμ και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, Σε μεγαλύνομεν.

Σάββατο 1 Ιουνίου 2013

Ὁ τοῖς πεσοῦσι παρέχων Ἀνάστασιν

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός ἡμῶν, ὁ Ἀναστάς ἐκ νεκρῶν, 
πρόσδεξαι ἡμῶν τάς εὐχάς καί τάς δεήσεις 
καί τό προσκύνημα κατενώπιον τοῦ Παναγίου Σου Τάφου 
καί ἀνάστησον ἡμᾶς ὁ Ἀναστάς ἐκ νεκρῶν 
καί πᾶσι τήν Ἀνάστασιν τήν Σήν χαρισάμενος 
καί πᾶσι τοῖς πεσοῦσι παρέχων Ἀνάστασιν! 
Ἵνα γάρ κοινωνούς ἡμᾶς δείξης τῆς Σῆς Ἀναστάσεως, κατῆλθες ἐν τῷ Ἅδῃ! 
Ἵνα φώτισης τό σκότος ἡμῶν, κατῆλθες τό Φῶς ἐν τῷ σκότει καί διέλυσας τά σκότη τοῦ Ἅδου, 
διό καί βολῖσι καί ἀστραπαῖς καί ἀκτῖσι καί πυρίναις γλώσσαις τό Ἅγιον Φῶς τῆς Σῆς Ἀναστάσεως φωτίζει ἡμῶν τά σκότη καί ὁρᾶται ἀπεριέργοις καί καθαροῖς ὀφθαλμοῖς. 
Σύ γάρ εἶ ἡ Ἀνάστασις ἡμῶν ἐν τοῖς τοῦ βίου δεινοῖς. 
Σύ εἶ τό Φῶς ἡμῶν πορευομένων ἐν τῷ σκότει τῆς παρούσης ζωῆς. 
Σύ εἶ ἡ Ἔγερσις ἡμῶν πεσόντων παγῖσι τοῦ ἐχθροῦ τῆς σωτηρίας ἡμῶν. 
Σύ εἶ ἡ Εἰρήνη ἡμῶν ἐν ἀσυμφωνίαις διακρινομένων. 
Σύ εἶ ἡ Χαρά ἡμῶν, ὅτι «χαίρετε» ἐβόησας γυναιξί μυροφόροις. 
Σύ εἶ ὁ Ἄρτος τῆς ζωῆς ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ πάντοτε ἐσθιόμενος καί μηδέποτε δαπανώμενος, ἀλλά τούς μετέχοντας ἁγιάζων καί ἐγείρων ἐκ φθορᾶς, 
Σύ εἶ ἡ Ἀνάστασις ἡμῶν, 
ὁ τοῖς πεσοῦσι παρέχων Ἀνάστασιν 
καί Σοί τήν δόξαν ἀναπέμπομεν σύν τῷ Ἀνάρχῳ Σου Πατρί 
καί τῷ Παναγίῳ καί Ἀγαθῷ καί Ζωοποιῷ Σου Πνεύματι, 
νῦν καί ἀεί και εἰς τούς αἰώνας τῶν αἰώνων. 
Ἀμήν