Δευτέρα 30 Σεπτεμβρίου 2013

Εὐφραινόμενοι τῷ τόκῳ σου Πανάμωμε, πάντες σε μακαρίζομεν· δι᾽ αὐτοῦ γὰρ νῦν, σαρκικῆς γεννήσεως ἡμεῖς, ῥυσθέντες κραυγάζομεν αὐτῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τὰς χεῖράς σου τὰς θείας, αἷς τὸν Κτίστην ἐβάστασας, Παρθένε Παναγία, 
σαρκωθέντα χρηστότητι, προτείνασα δυσώπησον αὐτόν, 
λυτρώσασθαι ἡμᾶς ἐκ πειρασμῶν, καὶ παθῶν καὶ τῶν κινδύνων, 
τοὺς εὐφημοῦντας πόθῳ, καὶ βοῶντάς σοι· 
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, 
δόξα τῷ προελθόντι ἐκ σοῦ, 
δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.


Κυριακή 29 Σεπτεμβρίου 2013

Τῷ θείῳ φέγγει σου, ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχὰς πόθῳ καταύγασον, δέομαι, σὲ εἰδέναι, Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.

Εν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ Κυρίῳ ὡς χίλια ἔτη, καὶ χίλια ἔτη ὡς ἡμέρα μία. 
οὐ βραδύνει ὁ Κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδυτῆτα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰς ἡμᾶς, μὴ βουλόμενός τινας ἀπολέσθαι, ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι. 
῞Ηξει δὲ ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτί, ἐν ᾖ οὐρανοὶ ροιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσονται, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται. 
Τούτων οὖν πάντων λυομένων ποταποὺς δεῖ ὑπάρ-χειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις, 
προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ Θεοῦ ἡμέρας, δι᾿ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα τήκεται! 
καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ. 
Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ, 
καὶ τὴν τοῦ Κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε, καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν αὐτῷ δοθεῖσαν σοφίαν ἔγραψεν ὑμῖν, 
ὡς καὶ ἐν πάσαις ταῖς ἐπιστολαῖς λαλῶν ἐν αὐταῖς περὶ τούτων, ἐν οἷς ἐστι δυσνόητά τινα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλοῦσιν ὡς καὶ τὰς λοιπὰς γραφὰς πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν.
Υμεῖς οὖν, ἀγαπητοί, προγινώσκοντες φυλάσσεσθε, ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ, 
αὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος ᾿Ιησοῦ Χριστοῦ. αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος· ἀμήν. 

Σάββατο 28 Σεπτεμβρίου 2013

Ἔτι σοῦ δεόμεθα· Μνήσθητι, Κύριε, τῆς Ἁγίας σου Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας, τῆς ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης, καὶ εἰρήνευσον αὐτήν

Μνήσθητι, Κύριε, τῶν καρποφορούντων, καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις καὶ μεμνημένων τῶν πενήτων. Ἄμειψαι αὐτούς τοῖς πλουσίοις σου καὶ ἐπουρανίοις χαρίσμασι, χάρισαι αὐτοῖς ἀντὶ τῶν ἐπιγείων, τὰ ἐπουράνια, ἀντὶ τῶν προσκαίρων, τὰ αἰώνια, ἀντὶ τῶν φθαρτῶν, τὰ ἄφθαρτα. Μνήσθητι, Κύριε, τῶν ἐν ἐρημίαις, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς. Μνήσθητι, Κύριε, τῶν ἐν παρθενίᾳ, καὶ εὐλαβείᾳ καὶ ἀσκήσει, καὶ σεμνῇ πολιτείᾳ διαγόντων. Μνήσθητι, Κύριε, πάσης ἀρχῆς καὶ ἐξουσίας, οὓς ἐδικαίωσας βασιλεύειν ἐπὶ τῆς γῆς. Χάρισαι αὐτοῖς βαθεῖαν καὶ ἀναφαίρετον εἰρήνην, λάλησον εἰς τὴν καρδίαν αὐτῶν ἀγαθὰ ὑπὲρ τῆς Ἐκκλησίας σου καὶ παντὸς τοῦ λαοῦ σου, ἵνα ἐν τῇ γαλήνῃ αὐτῶν ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν, ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Τοὺς ἀγαθούς, ἐν τῇ ἀγαθότητί σου διατήρησον. Τοὺς πονηρούς, ἀγαθοὺς ποίησον ἐν τῇ χρηστότητί σου. Μνήσθητι, Κύριε, τοῦ περιεστῶτος λαοῦ, καὶ τῶν δι' εὐλόγους αἰτίας ἀπολειφθέντων, καὶ ἐλέησον αὐτοὺς καὶ ἡμᾶς, κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου.Τὰ ταμεῖα αὐτῶν ἔμπλησον παντὸς ἀγαθοῦ, τὰς συζυγίας αὐτῶν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διατήρησον, τὰ νήπια ἔκθρεψον, τὴν νεότητα παιδαγώγησον, τὸ γῆρας περικράτησον, τοὺς ὀλιγοψύχους παραμύθησαι, τοὺς ἐσκορπισμένους ἐπισυνάγαγε, τοὺς πεπλανημένους ἐπανάγαγε, καὶ σύναψον τῇ Ἁγίᾳ σου Καθολικῇ, καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ. Τοὺς ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων ἐλευθέρωσον, τοῖς πλέουσι σύμπλευσον, τοῖς ὁδοιποροῦσι συνόδευσον, χηρῶν πρόστηθι, ὀρφανῶν ὑπεράσπισον, αἰχμαλώτους ῥῦσαι, νοσοῦντας ἴασαι. Τῶν ἐν βήμασι, καὶ μετάλλοις, καὶ ἐξορίαις, καὶ πικραῖς δουλείαις, καὶ πάσῃ θλίψει καὶ ἀνάγκῃ καὶ περιστάσει ὄντων, μνημόνευσον, ὁ Θεός, καὶ πάντων τῶν δεομένων τῆς μεγάλης σου εὐσπλαγχνίας, καὶ τῶν ἀγαπώντων ἡμᾶς καὶ τῶν μισούντων, καὶ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν. Καὶ παντὸς τοῦ Λαοῦ σου μνήσθητι, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ ἐπὶ πάντας ἔκχεον τὸ πλούσιόν σου ἔλεος, πᾶσι παρέχων τὰ πρὸς σωτηρίαν αἰτήματα. Καὶ ὧν ἡμεῖς οὐκ ἐμνημονεύσαμεν, δι' ἄγνοιαν ἢ λήθην, ἢ πλῆθος ὀνομάτων, αὐτὸς μνημόνευσον, ὁ Θεός, ὁ εἰδὼς ἑκάστου τὴν ἡλικίαν, καὶ τὴν προσηγορίαν, ὁ εἰδὼς ἕκαστον ἐκ κοιλίας μητρὸς αὐτοῦ. Σὺ γὰρ εἶ, Κύριε, ἡ βοήθεια τῶν ἀβοηθήτων, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ὁ τῶν χειμαζομένων σωτήρ, ὁ τῶν πλεόντων λιμήν, ὁ τῶν νοσούντων ἰατρός. Αὐτὸς τοῖς πᾶσι τὰ πάντα γενοῦ, ὁ εἰδὼς ἕκαστον, καὶ τὸ αἴτημα αὐτοῦ, οἶκον, καὶ τὴνχρείαν αὐτοῦ. Ῥῦσαι, Κύριε, τὴν πόλιν καὶ χώραν ταύτην , καὶ πᾶσαν πόλιν, καὶ χώραν, ἀπὸ λιμοῦ, λοιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, καὶ ἐμφυλίου πολέμου.


Παρασκευή 27 Σεπτεμβρίου 2013

Εὐχὴ ἐκ τῆς τοῦ ἁγίου Ἐφραὶμ διδασκαλίας


῞Ημαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου͵ Κύριε ὁ Θεὸς ὁ Παντο κράτωρ͵ 
καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου͵ 
οὐδὲ ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ πλήθους τῶν ἀδικιῶν μου͵ 
οὐδὲ ὀνομάσαι τὸ ὄνομά σου τὸ ἔνδοξον διὰ τῶν χειλέων μου τῶν ἁμαρτωλῶν· 
ἀνάξιον γὰρ ἐμαυτὸν πεποίηκα καὶ τοῦ οὐρανοῦ καὶ τῆς γῆς͵ 
σὲ παροργίσας τὸν ἀγαθὸν Δεσπό την. 
Δέομαι͵ Κύριε͵ δέομαι͵ μή με ἀπορρίψῃς ἀπὸ τοῦ προσώπου σου͵ 
μηδὲ ἀποστῇς ἀπ΄ ἐμοῦ͵ ἵνα μὴ ἀπόλωμαι. 
Εἰ μὴ γὰρ ἡ χάρις σου ἐσκέπασέ με͵ 
ἤδη ἐγὼ ἀπωλόμην καὶ ἤμην νῦν ὡς χοῦς κατὰ πρόσωπον ἀνέμου· 
καὶ ἐγενόμην ἂν ὡς μὴ φανεὶς ἐν τῷ βίῳ τούτῳ. 
Ἀφ΄ οὗ γὰρ κατέλιπόν σου τὴν ὁδόν͵ οὐ συνήντησέ μοι ἡμέρα ἀγαθή. 
Καὶ γὰρ ἐν ἁμαρτίαις δοκοῦσα ἀγαθὴ ἡμέρα εἶναι͵ τῶν πικροτάτων πικροτάτη τυγχάνει.
Καὶ ἀπὸ τοῦ νῦν ἐλπίζω τῇ χάριτί σου͵ ὅτι ἐνδυναμώσεις φροντίσαι τῆς ἐμαυτοῦ σωτηρίας. 
Καὶ νῦν προσπίπτω δεόμενος͵ ἀντιλαβοῦ μου τοῦ πλανηθέντος ἀπὸ ὁδοῦ δικαιοσύνης· 
ἔκχεε ἐπ΄ ἐμὲ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου͵ ὡς ἐν τῷ ἀσώτῳ υἱῷ͵ 
ὅτι κατῄσχυνά μου τὸν βίον σκορπίσας τὸν πλοῦτον τῆς χάριτός σου. 
Ἐλέησόν με͵ ὁ Θεός͵ καὶ ἀμνησικάκησον ἐπὶ τῷ πεφαυλισμένῳ μου βίῳ. 
Ὡς τὴν πόρνην καὶ τὸν τελώνην καὶ τὸν λῃστὴν οἰκτίρησόν με. 
Οὗτοι γὰρ ἐπὶ γῆς ὄντες ἀπεγνώσθησαν ὑπὸ πάντων· 
σὺ δέ͵ Κύριε͵ προσελάβου αὐτοὺς καὶ παραδεί ξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 
Ἀμήν.

Πέμπτη 26 Σεπτεμβρίου 2013

Αγ.Νεκταρίου

Σύ μου σκέπη εἶ καὶ ῥύστις, Σύ μου εἶ παραμυθία.
Σὺ ἀντίληψίς μου πέλεις, Σὺ ἐλπὶς καὶ προστασία.
Σὺ ἐνίσχυσόν με, Κόρη, ἐν τῇ πάλῃ, ἐν σταδίῳ.
Σύ μου εἶ, Παρθενομῆτορ, καύχημά μου ἐν τῷ βίῳ.
Σύ με δεῖξον νικηφόρον, Σύ με δεῖξον στεφανίτην...

Ὦ θεία Ἀγάπη, ἐλθὲ ἱκετεύω.
ἐξ ὅλης ψυχῆς μου καὶ μέσης καρδίας...
Καὶ ἔρωτα θεῖον, ὦ θεία Ἀγάπη,
Θερμῶς ἱκετεύω τῷ δούλῳ Σου δός μοι.

Τετάρτη 25 Σεπτεμβρίου 2013

Αίτησις προς την Παναγίαν


Άνοιξον τους οφθαλμούς μου, Δέσποινα, τους ψυχικούς, ίνα βλέψω και κατίδω τους εχθρούς τους νοητούς,
Βάθος των ανομιών μου και πταισμάτων τας σειράς, πράξεις δε μου τας ατόπους, πράξεις μου τας ρυπαράς,
Γύμνωσιν, ήνπερ υπέστην, γύμνωσιν την της ψυχής, και φροντίσω ενδυθήναι μέσω θείας προσευχής.
Δος μοι μετανοίας τρίβον, άγουσαν εις ουρανούς, και Φωτός του θείου λάμψιν, που καθαίρεται ο νους.
Έλεος αιτώ, Παρθένε, έλεος του σου Υιού και μεσίτην σε προβάλλω, ίνα τύχω του σκοπού.
Ζέσιν θείας μετανοίας και δακρύων τας πηγάς δώρησαι καμοί, Παρθένε, ίνα πλύνω τας πληγάς.
Ήμαρτον εγώ ο τάλας, και κατέστην μισητός, εβδελύχθη με ο κόσμος, μ’ εγκατέλιπε ο Θεός.
Θρήνος των αγγέλων πέλω και δαιμόνων η χαρά, με προσμένουσι κολάσεις και θανάτου τα δεινά.
θέλω να μετανοήσω, και ν’ αγωνισθώ ξανά.
Ίλαθι, Παρθένε Κόρη, μίαν χάριν σου ζητώ, δια να με δυναμώσης, μήπως πάλιν και ψευστώ.
Κόλασιν την αιωνίαν τρέμω, του ασβέστου του πυρός, και τα βάσανα του άδου και την στέρησιν Φωτός.
Λήθαργος της ακηδίας μ’ έχει σφίξει ασφυκτικώς, δεν μ’ αφίνει να ξυπνήσω και να προχωρήσω εμπρός.
Μάνα και προστάτις πέλεις πάντων των χριστιανών, και το στήριγμα παρθένων, μα προ πάντων μοναχών.
Νίκην κατά των εχθρών μου, των εχθρών των νοητών, εξαιτούμαι σε, Παρθένε, και αγάπην 'ς τον Θεόν.
Ξένος εγενόμην κόσμου, για την μέλλουσαν χαράν, και φοβούμαι αντί ταύτης, μήπως πέσω 'ς την αράν.
Όλην μου η ξενιτεία, ύπουλη κι απατηλή και προς δόξαν των ανθρώπων, και εμέ δεν ωφελεί.
Παύσον όλους τους πολέμους και προ πάντων τους αισχρούς, ένδυσόν με τους χιτώνας της αγνείας τους λαμπρούς.
Ρέπω προς την αμαρτίαν, μα την αρετήν ποθώ, θέλω να 'βρω ένα τρόπον, να μπορέσω να σωθώ.
Σύντριψον κάθε παγίδα, που μου στήνει ο εχθρός, δεν μπορώ να προχωρήσω, εμποδίζει με αυτός.
Τήρησόν μου την καρδίαν καθαράν και φωτεινήν, ίνα όψωμαι την Δόξαν, Δόξαν λέγω Θεϊκήν.
Ύμνον σοι προσφέρω, Κόρη, και παράκλησιν ομού, θέλω να με οδηγήσης εις τον δρόμον του Θεού.
Φλόγα έρωτος, Παρθένε, έρωτος του σου Υιού, δώρησαί μοι, για να νοιώσω την αγάπην του Θεού.
Χάρισαί μοι πένθος, Κόρη, πένθος το χαροποιόν, να εκπλύνω μου τον ρύπον, ρύπον των ανομιών.
Ψάλλω και βοώ απαύστως τ’ όνομα του Ιησού, άμα των αγίων πάντων και ονόματος του Σου.
Ω! Πανύμνητε Παρθένε, θέλω να σε αγαπώ, ως την ώραν του θανάτου, και κοντά Σου να σταθώ!
Αμήν.
γ.Γερμανού Σταυρωβουνιώτη

Τρίτη 24 Σεπτεμβρίου 2013

Aγ.Νικοδήμου του Αγιορείτου

Λοιπόν, ζήτησαι ἀπό τόν Θεόν συγχώρησιν διά τήν παρακοήν ὃπου ἒκαμες ἓως τώρα και στοχάσου ποῖον εἶναι τό μεγαλύτερον προσκόλλημα ὃπου ἒχεις εἰς τοῦτον τόν κόσμον και νικήσαί το με μεγαλοψυχίαν,διά να δοθῇς ὃλος εἰς τόν Θεόν σου,χωρίς να ἒχῃς είς κᾀνένα πρᾶγμα προσπάθειαν.Καί ἐπειδή ὁ Κύριος ἧλθεν ἐπί γῆς,διά να σε κάμῃ ἂξιον χάριτος και ἐνεργείας τῶν θείων προσκαλεσμάτων του,παρακάλεσαί τον ταπεινῶς να σοῦ δώσῃ δύναμιν να τόν άκολουθῇς με μεγάλην προθυμίαν ἐκεῖ ὃπου σε προσκαλεῖ και να τοῦ ἀποκρίνεσαι και σύ είς τήν ἐν τῇ καρδίᾳ σου γενομένην νοεράν φωνήν του,ὡσάν ὁ προφήτης Σαμουήλ «λάλει Κύριε,ὃτι ἀκούει ο δοῦλός σου»

Δευτέρα 23 Σεπτεμβρίου 2013

Ψαλμ.33

 Εὐλογήσω τὸν κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου.
ἐν τῷ κυρίῳ ἐπαινεσθήσεται ἡ ψυχή μου· ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν.
μεγαλύνατε τὸν κύριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό.
ἐξεζήτησα τὸν κύριον, καὶ ἐπήκουσέν μου καὶ ἐκ πασῶν τῶν παροικιῶν μου ἐρρύσατό με.
προσέλθατε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ.
οὗτος ὁ πτωχὸς ἐκέκραξεν, καὶ ὁ κύριος εἰσήκουσεν αὐτοῦ καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν.
παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς.
γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος· μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπ’ αὐτόν.
φοβήθητε τὸν κύριον, οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν.
πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. διάψαλμα.
δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον κυρίου διδάξω ὑμᾶς.
τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς;
παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον.
ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν.
ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.
πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολεθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.
ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ κύριος εἰσήκουσεν αὐτῶν καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐρρύσατο αὐτούς.
ἐγγὺς κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει.
πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτούς.
κύριος φυλάσσει πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται.
θάνατος ἁμαρτωλῶν πονηρός, καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσιν.
λυτρώσεται κύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσωσιν πάντες οἱ ἐλπίζοντες ἐπ’ αὐτόν.


Κυριακή 22 Σεπτεμβρίου 2013

Κυριακή Α' Λουκά

Η ζωή μας χρειάζεται πίστη. Χωρίς την πίστη στο Θεό, ο κάθε άνθρωπος τελικά μένει μόνος του επάνω στη γη, έρμαιο των περιστάσεων και των πειρασμών του βίου. Χωρίς την πίστη δεν έχει ούτε πυξίδα στη ζωή του, ούτε άγκυρα, δεν έχει δηλαδή ούτε προσανατολισμό αλλά ούτε και στήριγμα από το οποίο να παίρνει δύναμη. Και η πίστη δεν είναι μια αφηρημένη έννοια, αλλά η βεβαιότητα ότι ο Ιησούς Χριστός είναι ο Θεάνθρωπος Σωτήρας μας, ο φίλος μας και ο αδελφός μας.
Χωρίς πάλι την απλότητα της καρδιάς ούτε η πίστη μπορεί να εδραιωθεί ούτε το θαύμα στη ζωή μας να γίνει. Αν αρχίσουμε να αμφιβάλλουμε και να διερωτόμαστε για τα μυστήρια του Θεού, αν προσπαθούμε με τα δικά μας μέτρα να κρίνουμε και να κατανοήσουμε το θέλημά Του, αν αρχίσουμε να αμφιβάλλουμε ότι είναι δίπλα μας και ότι έχει τη δύναμη να πραγματοποιήσει το θαύμα στη ζωή μας, τότε τίποτα δεν μπορεί να γίνει. Αν δεν έχουμε την παιδική απλότητα να δεχτούμε ότι για τον Θεό τα πάντα είναι δυνατά, τότε δυστυχώς και η ίδια μας η πίστη σταδιακά θα εξασθενεί και θα χαθεί.
Η υπακοή και η προθυμία πάλι είναι αλληλένδετες. Ο Χριστός μάς καλεί όλους να Τον ακολουθήσουμε, να γίνουμε μαθητές Του, να ακούσουμε τον λόγο Του και να Τον μιμηθούμε στην πορεία Του μέσα στον κόσμο, που συχνά δεν Τον δεχόταν και δεν Τον δέχεται, να συσταυρωθούμε μαζί Του, να ζήσουμε τέλος μαζί Του το φως και τη χαρά της Αναστάσεως. Δεν μάς υποχρεώνει, αλλά δείχνει το δρόμο σε αυτούς που θέλουν να Τον ακολουθήσουν. Άρα η υπακοή στο θέλημα του Θεού μπορεί να εννοηθεί μόνο όταν γίνεται με προθυμία, όχι καταναγκαστικά, ούτε από φόβο, αλλά με ζέση ψυχής, με χαρά, με διάθεση αγωνιστική.
π. Χ. Βελέτζας

Σάββατο 21 Σεπτεμβρίου 2013

Ψαλμ. 90

Ο ΚΑΤΟΙΚΩΝ ἐν βοηθείᾳ τοῦ ῾Υψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. 2 ἐρεῖ τῷ Κυρίῳ· ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ᾿ αὐτόν, 3 ὅτι αὐτὸς ρύσεταί σε ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους. 4 ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. 5 οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, 6 ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. 7 πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ· 8 πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. 9 ὅτι σύ, Κύριε, ἡ ἐλπίς μου· τὸν ῞Υψιστον ἔθου καταφυγήν σου. 10 οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου. 11 ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου· 12 ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου· 13 ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. 14 ὅτι ἐπ᾿ ἐμὲ ἤλπισε, καὶ ρύσομαι αὐτόν· σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου. 15 κεκράξεται πρός με, καὶ ἐπακούσομαι αὐτοῦ, μετ᾿ αὐτοῦ εἰμι ἐν θλίψει· ἐξελοῦμαι αὐτόν, καὶ δοξάσω αὐτόν. 16 μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.

Παρασκευή 20 Σεπτεμβρίου 2013

Φῶς Χριστοῦ Φαίνει Πᾶσι

Ὅτι δέ τό νοερόν τοῦτο καί προκόσμιον καί ἄπαυστον φῶς αὐτός ἐστιν ὁ Θεός, Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος σαφῶς ἐξεῖπε· «βουληθείς» γάρ, φησίν, «ὁ Θεός τόνδε τόν κόσμον συστήσασθαι, τοῖς μέν ἀϊδίοις αὐτός ἐστι φῶς, οὐκ ἄλλο· τί γάρ ἔδει φωτός ἑτέρου τοῖς τό μέγιστον ἔχουσι;». Τοῦτο δή τό φῶς καί πῦρ ἐστι θεῖον καί ἄϋλον, ψυχάς φωτίζειν πεφυκός. Τοῦτο γάρ, κατά τόν μέγαν αὖθις φάναι Βασίλειον, κἀν τοῖς ἀποστόλοις ἐνήργησεν, ἡνίκα ἐλάλουν πυρίναις γλώσσαις, ὅ καί Παῦλον περιλάμψαν, τήν μέν αἴσθησιν τῆς ὄψεως αὐτοῦ ἠμαύρωσε, τούς δέ ὀφθαλμούς τῆς καρδίας ἐφώτισεν· οὐ γάρ χωρεῖ σαρκός ὅρασις ἐκείνου τοῦ φωτός τήν δύναμιν. Τοῦτο τό πῦρ ὤφθη Μωϋσῇ ἐν τῇ βάτῳ· τοῦτο ἐν εἴδη ὀχήματος τόν Ἠλίαν ἐκ τῆς γῆς ἀνήρπασε· τούτου τοῦ πυρός τήν ἐνέργειαν ζητῶν ὁ μακάριος Δαυίδ ἔλεγε, «δοκίμασόν μέ, Κύριε, καί πείρασόν με, πύρωσον τούς νεφρούς μου καί τήν καρδίαν μου». Τοῦτο τό πῦρ τήν καρδίαν Κλεόπα καί τοῦ σύν αὐτῷ ἐθέρμανε, λαλοῦντος τοῦ σωτῆρος αὐτοῖς μετά τήν ἐκ νεκρῶν ἀνάστασιν. Καί οἱ ἄγγελοι καί τά λειτουργικά πνεύματα τούτου τοῦ πυρός μετέχουσι κατά τό γεγραμμένον, «ὁ ποιῶν τούς ἀγγέλους αὐτοῦ πνεύματα καί τούς λειτουργούς αὐτοῦ πυρός φλόγα». Τοῦτο τό πῦρ τήν ἐν τῷ ὀφθαλμῷ δοκόν κατακταῖον, καθαρόν τόν νοῦν ἀποκαθίστησιν, ἵνα τό κατά φύσιν ἀπολαβών διορατικόν μή τό ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ κάρφος ὁρᾷ, ἀλλά διηνεκῶς τά τοῦ Θεοῦ θαυμάσια κατανοῇ κατά τόν λέγοντα, «ἀποκάλυψον τούς ὀφθαλμούς μου καί κατανοήσω τά θαυμάσια ἐκ τοῦ νόμου σου». Τοῦτο τό πῦρ δαιμόνων ἐστί φυγαδευτήριον καί κακίας πάσης ἀναλωτικόν, ἁμαρτίας ἀναιρετικόν, ἀναστάσεως δύναμις καί ἀθανασίας ἐνέργεια, ψυχῶν ἁγίων φωτισμός καί λογικῶν δυνάμεων σύστασις. Τοῦτο καί ἡμεῖς εὐξώμεθα φθάσαι καί εἰς ἡμᾶς, ἵνα πάντοτε ἐν τῷ φωτί περιπατοῦντες, μηδέποτε κἄν πρός βραχύ προσκόψωμεν. 


Αγ.Γρηγορίου του Παλαμά

Πέμπτη 19 Σεπτεμβρίου 2013

Ἐκ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ



Μητέρα, των Ουρανών Πλατυτέρα
Τίμησες τη γη όπως ο Υιός Τον Πατέρα.
Μια ημέρα ο κόσμος άλλαξε, ο Υιός Σου μας απάλλαξε.
Μας άρπαξε από τον Άδη κι ένα βράδυ χάραξε
νέα πορεία, όντως ο νους δεν Τον χωράει πόσο μάλλον η κοιλιά Σου Παναγία.
Η απορία πως μια Παρθένα σαν Εσένα φέρνει τον Ένα,
ήμασταν μηδενικά κι Εσύ το νούμερο 1.
Μπήκες μπροστά κι έτσι το τίποτα έγινε το παν.
Μητέρα μου θα ήταν η Εύα. Θα πέθαινα αν
δε δεχόσουν την αγγελία τού Γαβριήλ.
Φαντάζομαι πως ένιωσε ο Προφήτης Σαμουήλ
αλλά και όλοι πριν από Σένα Ισραηλίτες.
Δεν ήταν αστείες οι Προφητείες, είμαστε Ουράνιοι πολίτες,
οπλίτες με Βασιλιά Το Θεό
κι Εσένα Υπεραγία για Υπέρμαχο Στρατηγό.
Ποιος είμαι εγώ; Είμαι μηδέν εις το πηλίκο.
Χωρίς Εσένα είμαι τροφή για κάθε εωσφόρο λύκο.
Είσαι η ελπίδα μου, η κοφτερή λεπίδα μου,
λιακάδα μες στην καταιγίδα μου, είσαι η ανθρώπινη πατρίδα μου...

Τετάρτη 18 Σεπτεμβρίου 2013

Δεν έχει εθνικότητα η Αγάπη

Χριστιανοί γάρ οὔτε γῇ οὔτε φωνῇ οὔτε ἔθεσι διακεκριμένοι τῶν λοιπῶν εἰσίν ἀνθρώπων. 
Οὔτε γάρ που πόλεις ἰδίας κατοικοῦσιν, οὔτε διαλέκτῳ τινί παρηλλαγμένῃ χρῶνται, 
οὔτε βίον παράσημον ἀσκοῦσιν… 
Κατοικοῦντες δέ πόλεις ἑλληνίδας τε καί βαρβάρους, ὡς ἕκαστος ἐκληρώθη, 
καί τοῖς ἐγχωρίοις ἔθεσιν ἀκολουθοῦντες ἔν τε ἐσθῆτι καί διαίτῃ καί τῷ λοιπῷ βίῳ, 
θαυμαστήν καί ὁμολογουμένως παράδοξον ἐνδείκνυται τήν κατάστασιν τῆς ἑαυτῶν πολιτείας. 
Πατρίδας οἰκοῦσιν ἰδίας, ἀλλ' ὡς πάροικοι· 
μετέχουσι πάντων ὡς πολῖται, καί πάνθ' ὑπομένουσιν ὡς ξένοι· 
πᾶσα ξένη, πατρίς ἐστιν αὐτῶν, καί πᾶσα πατρίς, ξένη...
 Ἐπί γῆς διατρίβουσιν, ἀλλ' ἐν οὐρανῷ πολιτεύονται. 
Πείθονται τοῖς ὡρισμένοις νόμοις, καί τοῖς ἰδίοις βίοις νικῶσι νόμους. 
Ἀγαπῶσι πάντας, καί ὑπό πάντων διώκονται. 
Ἀγνοοῦνται, καί κατακρίνονται· θανατοῦνται, καί ζωοποιοῦνται. 
Πτωχεύουσι, καί πλουτίζουσι πολλούς · πάντων ὑστεροῦνται, καί ἐν πᾶσι περισσεύουσιν.
 Ἀτιμοῦνται, καί ἐν ταῖς ἀτιμίαις δοξάζονται. Βλασφημοῦνται, καί δικαιοῦνται. 
Λοιδοροῦνται, καί εὐλογοῦσιν. Ὑβρίζονται καί τιμῶσιν. 
Ἀγαθοποιοῦντες, ὡς κακοί κολάζονται. Κολαζόμενοι, χαίρουσιν ὡς ζωοποιούμενοι. 
Ὑπό Ἰουδαίων ὡς ἀλλόφυλοι πολεμοῦνται, καί ὑπό Ἑλλήνων διώκονται, 
καί τήν αἰτίαν τῆς ἔχθρας εἰπεῖν οἱ μισοῦντες οὐκ ἔχουσιν. 
Ἁπλῶς δ' εἰπεῖν, ὅπερ ἐστίν ἐν σώματι ψυχή, τοῦτ' εἰσίν ἐν κόσμῳ χριστιανοί. 
Ἔσπαρται κατά πάντων τῶν τοῦ σώματος μελῶν ἡ ψυχή, 
καί Χριστιανοί κατά τάς τοῦ κόσμου πόλεις. 
Οἰκεῖ μέν ἐν τῷ σώματι ψυχή, οὐκ ἔστι δέ ἐκ τοῦ σώματος· 
καί Χριστιανοί τῷ κόσμῳ οἰκούσιν, 
οὐκ εἰσί δέ ἐκ τοῦ κόσμου 

Τρίτη 17 Σεπτεμβρίου 2013

Έχει ο Θεός

Ανήσυχη καρδιά μου,ησύχασε,
έχει ο Θεός τους δρόμους Του και ξέρει!
Τώρα στο θείο Του εργαστήρι κατεργάζεται
την ευτυχία που μέλλει να σου φέρει!

Δέξου τον πόνο.Έχει τόσα να σου πει...
Ξέρεις τα σπάνια λουλούδια πού φυτρώνουν;
Στις Άλπεις,στην κατάχιονη κορφή!

Ξέρει ο Θεός στο τέλος τί θα στείλει..
Ανήσυχη καρδιά μου ησύχασε,
έχει ο Θεός το τρόπο Του και ξέρει..


Δευτέρα 16 Σεπτεμβρίου 2013

Πτωχός και νεκρός, περιττός και ανάθεμα να είμαι για τον κόσμο.




Εσύ με έφερες εδώ κλητό και αφορισμένο προ των αιώνων, να Σε υπηρετήσω, δι” ευχών του Γέροντός μου, να μένω και να σε παρακαλώ, να με αξιώσεις να Σε συναντήσω, στον μέλλοντα αιώνα της Βασιλείας Σου.

Εσύ ορίζεις και κυβερνάς, καθοδηγείς και σέρνεις τα νήματα της ιστορίας, σε μια αγαθή κατάληξη, που δεν είναι άλλη από αυτήν που οδηγεί μυστικά, μέσα στην Πατρική αγκαλιά Σου, κι ας τραβάνε αντίθετα, από την άλλη οι βασιλείς της γης, οι κολασμένοι, σαρκικοί και άσαρκοι, εγωιστικά στημένοι, και πεισματικά χαμένοι αρχής εξαρχής, απέναντι στο πανάγιον θέλημά Σου.

Εσύ ορίζεις την ψυχή μου, από εδώ κάτω στο χώμα, έως και το τελευταίο μαυροπούλι, που πετά ψηλά και με θεωρεί, και μαζί μου συμπροσεύχεται, σιωπηρά, κάθε νύκτα και ορθρίζει, ξημερώνοντας κουρνιασμένο στο παράθυρό μου, πεπληρωμένο με ευλογία και αυτό από την ολονύκτια αγρυπνία.

Αξίωσέ με, έως εσχάτου αναπνοής, να είμαι το μαυροπούλι Σου.

Γυμνό από έννοιες, πάμπτωχο και πεινασμένο, ερημικό και έρμαιο των ανέμων, των εποχών, των κριτών και των αδίκων.

Και μαζί Σου, να πετάω ψηλά, με τα φτερά της χάριτός Σου, σε πτήσεις πνευματικές, ερημικές, άγιες και εκστατικές.

Πτωχός και νεκρός, περιττός και ανάθεμα να είμαι για τον κόσμο.

Ζάμπλουτος και αθάνατος, αναγκαίος και δοξαστικό τροπάρι να είμαι για Σένα.

Τίποτα δεν έχω, και έχω τα πάντα.
Κανένας δεν είμαι και θα γίνω θεός.
Έσχατος είμαι και θα γίνω πρώτος, στάχτη θα γίνω, αλλά θα σηκωθώ, και ισάγγελος θα είμαι, και τον δυνάστη χρόνο θα καταργήσω, και μαζί Σου, για πάντα, θα ζήσω.

Μαυροπούλι ερημικό, για Σένα, να είμαι, φύλαττέ με, μην με παρίδης Κύριε, αλλά λύτρωσέ με.
Δόξα Σοι.

Και πάλι, αρχινά το: Κύριε Ιησού Χριστέ…

Ζωή ερημική, μακαρία,
ζωή εν τάφω,
ζωή Αναστάσιμη.


Κυριακή 15 Σεπτεμβρίου 2013

Ὑμεῖς δὲ «γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε» τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· οἵ ποτε «οὐ λαός», νῦν δὲ «λαὸς Θεοῦ», οἱ «οὐκ ἠλεημένοι», νῦν δὲ «ἐλεηθέντες».



Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες,
 τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει ᾿Ιησοῦ Χριστοῦ, 
ὡς τέκνα ὑπακοῆς μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἁγνοίᾳ ὑμῶν ἐπιθυμίαις, 
ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε,
 διότι γέγραπται·
 «Ἅγιοι γίνεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι». 
Πετρ.Α' 1

Σάββατο 14 Σεπτεμβρίου 2013

Οσ.Ισαάκ του Σύρου

Αλλ', ω Χριστέ, ο μόνος δυνατός, μακάριος ου η αντίληψις αυτού παρά σοι και αναβάσεις εν τη καρδία αυτού διέθετο. Σύ, Κύριε, απόστρεψον τα πρόσωπα ημών εκ του κόσμου εν τη επιθυμία σου, έως αν ίδωμεν αυτόν όπερ εστί, και μη πιστεύσωμεν τη σκιά, ώσπερ τη αληθεία. Καινοποιήσας, εγκαίνισον εν τη διανοία ημών, Κύριε, σπουδήν προ του θανάτου. Όπως εν τη ώρα της εξόδου ημών γνώμεν, πώς ην η είσοδος ημών και η έξοδος είς τον κόσμον τούτον, έως αν τελειώσωμεν το έργον, είς ο εκλήθημεν κατά το θέλημα σου εν τη ζωή ταύτη πρώτον, και μετά ταύτα ελπίσωμεν εν διανοία πεπληρωμένη πεποιθήσεως δέξασθαι τα μεγάλα, κατά την επαγγελίαν των Γραφών, α ητοίμασεν η αγάπη σου εν τη δευτέρα καινουργία, ων η μνήμη αυτών φυλάττεται εν τη πίστει των μυστηρίων

Η κάθαρσις του σώματος εστίν οσιότης εκ του μολυσμού της σαρκός. Η κάθαρσις της ψυχής εστίν η ελευθερία των κρυπτών παθών των εν τη διανοία συνισταμένων. Η κά­θαρσις δε του νοός εστίν εν τη των μυστηρίων αποκαλύψει καθαίρεται γαρ εκ πάντων των υποπιπτόντων τη αισθήσει εν τω τρόπω της παχύτητος αυτών.
Και τα παιδία τα μικρά αγνά είσι τω σώματι και απαθή τη ψυχή, και ουδείς καλεί αυτά καθαρά τω νώ η καθαρότης γαρ του νου εστίν η τελειότης εν τη αναστροφή της ουρανίου θεωρίας της εκτός των αισθήσεων, κινουμένου εν τη δυνάμει τη πνευματική, των άνω κατακοσμήσεων, των αναριθμήτων θαυμάτων του ουρανίου κόσμου εκείνου, ων η διαγωγή μεμέρισται εξ αλλήλων των λεπτών εν τη αοράτω διακονία αυτών, των εν τη εννοία όντων των θεϊκών αποκαλύψεων, των συνεχών εν τη αλλοιώσει αυτών εν πάση ώρα.
Αυτός ο Θεός ημών αξιώσαι ημάς αεί θεωρείν αυτόν εν γυμνότητι νου, και μετά ταύτα αμέσως είς αιώνας αιώνων. Αυτώ η δόξα, Αμήν.

Παρασκευή 13 Σεπτεμβρίου 2013

Ιώβ 23


ΥΠΟΛΑΒΩΝ δὲ ᾿Ιὼβ λέγει· 2 καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς ἐστι, καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ᾿ ἐμῷ στεναγμῷ. 3 τίς δ᾿ ἄρα γνοίη ὅτι εὕροιμι αὐτὸν καὶ ἔλθοιμι εἰς τέλος; 4 εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, τὸ δὲ στόμα μου ἐμπλήσαι ἐλέγχων· 5 γνοίην δὲ ἰάματα, ἅ μοι ἐρεῖ, αἰσθοίμην δέ τίνα μοι ἀπαγγελεῖ. 6 καὶ ἐν πολλῇ ἰσχύϊ ἐπελεύσεταί μοι, εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται· 7 ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ᾿ αὐτοῦ, ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου· 8 εἰς γὰρ πρῶτα πορεύσομαι καὶ οὐκέτι εἰμί· τὰ δὲ ἐπ᾿ ἐσχάτοις τί οἶδα; 9 ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον· περιβαλεῖ δεξιά, καὶ οὐκ ὄψεται. 10 εἶδε γὰρ ἤδη ὁδόν μου, διέκρινε δέ με ὥσπερ τὸ χρυσίον. 11 ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ, ὁδοὺς γὰρ αὐτοῦ ἐφύλαξα καὶ οὐ μὴ ἐκκλίνω 12 ἀπὸ ἐνταλμάτων αὐτοῦ καὶ οὐ μὴ παρέλθω, ἐν δὲ κόλπῳ μου ἔκρυψα ρήματα αὐτοῦ. 13 εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως, τίς ἐστιν ὁ ἀντειπὼν αὐτῷ; ὃ γὰρ αὐτὸς ἠθέλησε, καὶ ἐποίησε. 14 διὰ τοῦτο ἐπ᾿ αὐτῷ ἐσπούδακα, νουθετούμενος δὲ ἐφρόντισα αὐτοῦ. 15 ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κατασπουδασθῶ· κατανοήσω καὶ πτοηθήσομαι ἐξ αὐτοῦ. 16 Κύριος δὲ ἐμαλάκυνε τὴν καρδίαν μου, ὁ δὲ Παντοκράτωρ ἐσπούδασέ με· 17 οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος, πρὸ προσώπου δέ μου ἐκάλυψε γνόφος.


Πέμπτη 12 Σεπτεμβρίου 2013

ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.

ΚΥΡΙΟΣ φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω; 2 ἐν τῷ ἐγγίζειν ἐπ᾿ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν. 3 ἐὰν παρατάξηται ἐπ᾿ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ᾿ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω. 4 μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου καὶ ἐπισκέπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ. 5 ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου, ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὑτοῦ, ἐν πέτρᾳ ὕψωσέ με. 6 καὶ νῦν ἰδοὺ ὕψωσε κεφαλήν μου ἐπ᾿ ἐχθρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ, ᾄσομαι καὶ ψαλῶ τῷ Κυρίῳ. 7 εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου, ἧς ἐκέκραξα· ἐλέησόν με καὶ εἰσάκουσόν μου. 8 σοὶ εἶπεν ἡ καρδία μου· ἐξεζήτησέ σε τὸ πρόσωπόν μου· τὸ πρόσωπόν σου, Κύριε, ζητήσω. 9 μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου· βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με καὶ μὴ ἐγκαταλίπῃς με, ὁ Θεός, ὁ σωτήρ μου. 10 ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, ὁ δὲ Κύριος προσελάβετό με. 11 νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου. 12 μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. 13 πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων. 14 ὑπόμεινον τὸν Κύριον· ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.
Ψαλμ.26

Τετάρτη 11 Σεπτεμβρίου 2013

ἐφώτισε τοὺς πιστεύσαντας εἰς τὰ πέρατα τῆς γῆς τῇ Τριάδι

Ὦ μακαρία ῥίζα· πόθεν ταύτην ἐβλάστησε; Περὶ ταύτης ὁ προφήτης Ἡσαΐας ὡς χελιδὼν κελαδεῖ, τῇ πυρίνῳ γλώττῃ βοῶν· Ἀναστήσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ᾿ αὐτὴν Πνεῦμα φόβου Θεοῦ. Ἐκ τῆς ῥίζης δὲ Ἰεσσαὶ Δαβὶδ ὁ βασιλεὺς, καὶ ἐκ τῆς φυλῆς Δαβὶδ τοῦ βασιλέως ἡ ἁγία Παρθένος, ἡ ὁσία τῶν ὁσίων ἀνδρῶν θυγάτηρ, ἧς οἱ γονεῖς Ἰωακεὶμ καὶ Ἄννα, οἵτινες ἐν τῇ ζωῇ αὐτῶν τῷ Θεῷ εὐηρέστησαν, οἳ καὶ καρπὸν τοιοῦτον ἐβλάστησαν, τὴν ἁγίαν Παρθένον Μαρίαν, ναὸν Θεοῦ ὁμοῦ καὶ μητέρα· Ἰωακεὶμ δὲ καὶ Ἄννα καὶ Μαρία, οἱ τρεῖς τῇ Τριάδι σαφῶς ἐλειτούργησαν. Ἰωακεὶμ γὰρ ἑρμηνεύεται ἡ ἑτοιμασία Κυρίου· ἐξ αὐτοῦ γὰρ ἡτοιμάσθη ναὸς Κυρίου ἡ Παρθένος. Ἄννα δὲ πάλιν ὁμοίως ἡ χάρις ἑρμηνεύεται· χάριν γὰρ ἔλαβεν Ἰωακεὶμ καὶ Ἄννα, ἵνα τοιοῦτον βλαστήσωσι καρπὸν διὰ προσευχῆς, τὴν ἁγίαν Παρθένον κτησάμενοι. Ἰωακεὶμ γὰρ ἐν τῷ ὄρει προσηύχετο, καὶ Ἄννα ἐν τῷ παραδείσῳ αὐτῆς. Κυοφορήσασα δὲ Ἄννα, οὐρανὸν καὶ θρόνον χερουβικὸν ἔτεκε, τὴν ἁγίαν κόρην Μαρίαν. Αὕτη γὰρ οὐρανὸς καὶ ναὸς καὶ θρόνος εὑρίσκεται.Ἡ γὰρ Μαρία ἑρμηνεύεται κυρία, ἀλλὰ καὶ ἐλπίς. Κύριον γὰρ ἔτεκε, τὴν ἐλπίδα τοῦ παντὸς κόσμου Χριστόν.Ἑρμηνεύεται πάλιν τὸ Μαρία, σμύρνα θαλάσσης· σμύρναν δὲ ἐρεῖ, ὃ καὶ φημὶ, περὶ ἀθανασίας, ὅτι ἤμελλε τὸν ἀθάνατον μαργαρίτην τίκτειν ἐν τῇ θαλάσσῃ, τουτέστιν ἐν τῷ κόσμῳ. Θάλασσαν δὲ ἐρεῖ τὸν ἅπαντα κόσμον, ᾧ ἡ Παρθένος γαλήνην ἐδωρήσατο, τὸν λιμένα τεκοῦσα Χριστόν. Τοιγαροῦν πάλιν τῆς σεμνῆς κόρης Μαρίας ἑρμηνεύεται τὸ μακάριον ὄνομα, φωτιζομένη, ἥτις ἐφωτίσθη παρὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ ἐφώτισε τοὺς πιστεύσαντας εἰς τὰ πέρατα τῆς γῆς τῇ Τριάδι. Τριάδος γὰρ νύμφη ὑπάρχει ἡ ἁγία Θεοτόκος κόρη Μαρία, τὸ πανάῤῥητον τῆς οἰκονομίας κειμήλιον· πρὸς ἣν ὁ Γαβριήλ· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Ὑπέμνησεν ὁ Γαβριὴλ, καὶ ὁ Πατὴρ οὐρανόθεν ἀῤῥαβῶνα τὸ Πνεῦμα τὸ ἅγιον ἀπέστειλεν, ὡρμήσατο τὴν Παρθένον εἰς τὸν μονογενῆ Υἱὸν, οὐράνιον νύμφην, ἣν ὁ Πατὴρ ἠγάπησεν, ὁ Υἱὸς ἐνῴκησε, τὸ ἅγιον Πνεῦμα ἐπεπόθησεν. Αὕτη γὰρ νύμφη καὶ παστὰς, καὶ ἐκ ταύτης ὁ νυμφίος ἐκπορευόμενος Χριστὸς, τὸ παρθενικὸν ἔνδυμα, κατὰ τὴν τοῦ προφήτου Δαβὶδ μελῳδίαν· Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ. Ὦ νυμφίου πόθος ἁγνείας τὴν ἰδίαν δούλην, νύμφην, καὶ μητέρα ὁρμᾶται ὁ Γαβριήλ· πρόξενος τῆς Παρθένου ἐγένετο, οὐρανοῦ καὶ γῆς συνάπτων τὸ θυμίαμα· ἣν προφῆται σαφῶς ὑπέγραψαν, τοῦ γάμου τὴν τάξιν κηρύξαντες, πῶς ἡ Παρθένος οὐράνιος εὑρίσκεται νύμφη ὁμοῦ τε καὶ μήτηρ, ἡ τὰ πρὸ γάμου δῶρα λαβοῦσα τὸ ἅγιον Πνεῦμα, προῖκα δὲ τὸν οὐρανὸν ὁμοῦ τε καὶ παράδεισον.
Αγ.Επιφανίου Κύπρου

Τρίτη 10 Σεπτεμβρίου 2013

M.Βασιλείου

Ἀλλ᾿ οὐ γὰρ ἀπρονόητα τὰ ἡμέτερα, ὡς μεμαθήκαμεν ἐν τῷ Εὐαγγελίῳ, ὅτι οὐδὲ στρουθίον πίπτει ἄνευ θελήματος τοῦ Πατρὸς ἡμῶν, ὥστε, εἴ τι γέγονε, θελήματι γέγονε τοῦ κτίσαντος ἡμᾶς. Τῷ δὲ βουλήματι τοῦ Θεοῦ τίς ἀνθέστηκε; Καταδεξώμεθα τὸ συμβάν· δυσανασχετοῦντες γὰρ οὔτε τὸ γενόμενον διορθούμεθα καὶ ἑαυτοὺς προσαπόλλυμεν. Μὴ κατηγορήσωμεν τῆς δικαίας κρίσεως τοῦ Θεοῦ. Ἀμαθεῖς ἐσμεν ὥστε τὰ ἄρρητα αὐτοῦ κρίματα δοκιμάζειν. Νῦν σου λαμβάνει τὴν δοκιμὴν ὁ Κύριος τῆς πρὸς αὐτὸν ἀγάπης. Νῦν πάρεστί σοι καιρὸς διὰ τῆς ὑπομονῆς τὴν μερίδα τῶν μαρτύρων λαβεῖν. 

Δευτέρα 9 Σεπτεμβρίου 2013

Αγ. Ιωάννου του Χρυσοστόμου

Ἐπέγνων τὸν ἐμὸν Δεσπότην, ἐπέγνων τὸν ἐμὸν ἁλιέα καὶ φύλακα, ἐπέγνων τὸν ἐμὸν βασιλέα καὶ κύριον, Ὁ Κύριός μου, καὶ ὁ Θεός μου. Πιστεύω σου, Δέσποτα, τῇ οἰκονομίᾳ, πιστεύω σου τῇ συγκαταβάσει, πιστεύω σου τῇ προσλήψει τῆς ἐμῆς ἀρχῆς, πιστεύω σου τὸν προσκυνούμενον σταυρὸν, πιστεύω σου τοῖς παθήμασι τῆς σαρκὸς, πιστεύω σου τῷ τριημέρῳ θανάτῳ, πιστεύω σου τῇ ἀναστάσει· λοιπὸν οὐκ ἔτι πολυπραγμονῶ· πιστεύω, οὐκέτι λογοθετῶ· πιστεύω, οὐκέτι ζυγοστατῶ· πιστεύω, οὐκέτι περιεργάζομαι· πιστεύω τοῖς ἐμοῖς ὀφθαλμοῖς, πιστεύω τῇ ἐμῇ δεξιᾷ. Ἔμαθον ἀφ᾿ ὧν εἶδον μὴ λογοθετεῖν· ἔμαθον ἀφ᾿ ὧν ἐψηλάφησα προσκυνεῖν, μὴ ζυγομαχεῖν· ἕνα Κύριον καὶ Θεὸν ἐπίσταμαι, τὸν Δεσπότην Χριστὸν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 Ἀμήν.


Κυριακή 8 Σεπτεμβρίου 2013

Αγ.Γρηγορίου Νύσσης

Καὶ ὥσπερ τὴν ἐμμιχθεῖσαν τῷ χρυσίῳ ὕλην οἱ διὰ πυρὸς 
ἐκκαθαροῦντες οὐ μόνον τὸ νόθον τῷ πυρὶ τήκουσιν, ἀλλὰ κατὰ 
πᾶσαν ἀνάγκην καὶ τὸ καθαρὸν τῷ κιβδήλῳ συγκατατήκεται, 
κἀκείνου δὲ δαπανωμένου τοῦτο μένει· οὕτω καὶ τῆς κακίας τῷ 
ἀκοιμήτῳ πυρὶ δαπανωμένης, ἀνάγκη πᾶσα καὶ τὴν ἑνωθεῖσαν αὐτῇ 
ψυχὴν ἐν τῷ πυρὶ εἶναι, ὡς ἂν τὸ κατεσπαρμένον νόθον καὶ ὑλῶδες 
καὶ κίβδηλον ἀπαναλωθῇ τῷ αἰωνίῳ πυρὶ δαπανώμενον.

Σάββατο 7 Σεπτεμβρίου 2013

Τί γάρ, ἐάν καί ἀποθάνοιμι, ἆρα δέ ζῆν εἰμι ἄξιος;

Ὤ πόσας ἡμέρας παρῆλθον καί χρόνους τῆς ζωῆς μου μετεωριζόμενος ὁ ἄθλιος καί γελῶν! Ὤ πῶς ἐματαιώθην ἀκούων μέχρι τοῦ νῦν τάς θείας Γραφάς καί μή καθόλου γνούς τό ἐκ τούτων ὠφέλιμον! Τί με ὠφέλησεν ἡ παροῦσα ζωή; Ἰδού παρῆλθον ἔτη τῆς ζωῆς μου τόσα καί τόσα. Τίς οὖν οἶδεν, εἰ ζήσομαι ἕως τῆς αὔριον; Ἔφαγον ἐπί ἔτη πολλά, ἐνέπλησά μου τήν γαστέρα κρεῶν, οἴνου καί ἀδηφαγίας πολλῆς. Ἐκαλλωπίσθην ἱματίοις, ἔπαιξά τε ὁμοῦ καί ἐγέλασα κατ᾿ ἐμοῦ, ἐπερισσεύθην ἐν νομίσμασι τόσοις ἤ τόσοις καί ἐξοδιάσας αὐτά ἐπί ματαίοις ἀνάλωσα, μετά ταῦτα πάλιν ἐκτησάμην ἕτερα. Λοετροῖς ἐχρησάμην εἰς κόρον καί μύροις, ἵππους καί ἡμιόνους ἐπιβέβηκα, τραπεζῶν πολλῶν καί πολυτελῶν ἀπήλαυσα, τῷ πλησίον ἐφθόνησα, ἐλοιδόρησα, πεπόρνευκα, ἔκλεψα, ἐψευσάμην. Συνήθεσι καί φίλοις συνανεστράφην περιδόξοις καί πλουσίοις καί ἄρχουσι συνηυλίσθην. Ὄνομα ἐν τῷ βίῳ περιφανές ἐκτησάμην, ἐπί ἁπαλῶν στρωμνῶν ἀνεκλίθην, ἀνέπαυσα τό σῶμα τοῦτο τό γήϊνον, ὕπνον εἰς κόρον ὕπνωσα. 
Τί οὖν με τούτων ἁπάντων ὠφέλησε μέχρι τοῦ νῦν ἤ ἐν τῇ ἐξόδῳ τῆς ταλαιπώρου ψυχῆς μου ὠφελήσει με, εἰ αὔριον ὁ ἔχων ἐξουσίαν πάσης πνοῆς ἀπό τοῦ κόσμου τούτου κελεύσει ἀρθῆναί με; Ὄντως οὐδέν! Λοιπόν οὖν μή μάτην κἄν τάς ὑπολοίπους διάξω ἡμέρας τῆς ἐνταῦθα ζωῆς μου,  ἀλλά βάλλω ἀπό τοῦ παρόντος ἀρχήν και πάντα καταλιπών ἐκεῖνα, τά ἐναντία τούτοις ὡς οἱ ἅγιοι πατέρες κἀγώ διαπράξομαι. Καί νηστεύσω μέν ἐπί τοσοῦτον ἀντί τῆς προλαβούσης ἀδηφαγίας μου, ἕως οὗ μηδέ τήν γλῶσσαν πρός συντυχίαν κινῆσαί με δύνασθαι, θλίψω δέ τήν γαστέρα ἐν πείνῃ καί δίψῃ, καί δαμασθήσεται πάντως ἡ ἀδάμαστος γλῶσσα μου, ἀλλά μήν καί εἰς στυγνότητα καί ὠχρότητα καί λύπην ἅμα τούτοις ἐλεύσομαι καί τοῦ γαυριάματος τῶν λογισμῶν ἐλευθερωθήσομαι καί τοῦ μετεωρίζεσθαι καί παίζειν καί γελᾶν σύν τούτοις εὐκόλως παύσομαι. Περιβαλοῦμαι εὐτελῆ καί τά πολύτιμα δώσω τοῖς πένησι, σκορπίσω σύν αὐτοῖς καί ὅσον χρυσίον κέκτημαι εἰς χεῖρας τῶν δεομένων· τί γάρ μοι καί τό μεριμνᾶν περί τούτων ἀπό τοῦ νῦν, εἰ τῷ τά πάντα τρέφοντι ὅλον ἐμαυτόν ἀναθήσομαι; Ἵππους ἐπιβαίνειν καί ἡμιόνους ἀποτάξομαι, τούς συγγενεῖς καί φίλους καί συνήθεις ἅπαντας ἀρνήσομαι· ὁ γάρ πλέον τοῦ Θεοῦ πάντως τινά ἀγαπῶν οὐκ ἔστιν αὐτοῦ ἐκείνου, ὡς αὐτός λέγει, ἄξιος. Λοετροῦ οὐχ ἅψομαι, ἐπί κλίνης στρωμνῆς μου οὐκ ἀναβήσομαι, ἀλλά χαμευνίᾳ καί ξηροκοιτίᾳ ἐμαυτόν προθύμως ἐκδῶ, ἵνα ὀλίγον ὑπνώσω καί μή βουλόμενος, ὑπό τῆς ξηρασίας στενοχωρούμενος. Τί γάρ, ἐάν καί ἀποθάνοιμι, ἆρα δέ ζῆν εἰμι ἄξιος; 
Αγ.Συμεών του νέου Θεολόγου

Παρασκευή 6 Σεπτεμβρίου 2013

Ζήτησα μια σταγόνα από το Έλεός Σου,Κύριε, και ξέσπασε μπόρα..

Κύριε,
Σου ζήτησα τη δύναμη αποβλέποντας στην επιτυχία.
Με κατέστησες αδύναμο για να μάθω να Σε υπακούω.Σου ζήτησα την υγεία για να κάνω μεγάλα πράματα.Έλαβα την αναπηρία για να κάνω καλύτερα,που να ευφραίνουν τη ζωή μου.Σου ζήτησα τα πλούτη για να'μαι ευτυχής.Έλαβα πτωχεία για να είμαι φρόνιμος.Σου ζήτησα την εξουσία για να έχω την εκτίμηση των ανθρώπων.Έλαβα την αδυναμία για να αισθάνομαι την ανάγκη Σου.Σου ζήτησα φιλία για να μην ζω μόνος.Μου έδωσες μια καρδιά για ν'αγαπώ όλους τους ανθρώπους σαν αδελφούς μου.Σου ζήτησα όλα τα πράγματα που θα μπορούσαν να ευφραίνουν την ζωή μου.Μου έδωσες τη ζωή για να ευφραίνομαι απο όλα τα πράγματα.
Δεν έλαβα τίπορα από όσα ζήτησα.
Έλαβα όμως ό,τι βαθιά και μυστικά στη καρδιά είχα ελπίσει..
Ευχαριστώ...

Πέμπτη 5 Σεπτεμβρίου 2013

Ικεσία κδ΄

Σύ, μόνος, οίδας...

Δός.
Αμήν.


Τετάρτη 4 Σεπτεμβρίου 2013

Ψαλμ.23

ΤΟΥ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. 2 αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. 3 τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; 4 ἀθῷος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ. 5 οὗτος λήψεται εὐλογίαν παρὰ Κυρίου καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὐτοῦ. 6 αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ ᾿Ιακώβ. (διάψαλμα). 7 ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. 8 τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ. 9 ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. 10 τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης.  

Τρίτη 3 Σεπτεμβρίου 2013

Να μπόραγα τις χάριτές Σου να τις περάσω στο λαιμό. Και με α’ ατίμητο στολίδι, να πέφτω να Σε προσκυνώ!

Τὶ εἴπω; καὶ τὶ λαλήσω τὴν ὁλόῤῥιζον δόξαν; Περὶ ταύτης τῆς ὁσίας κόρης τῆς ἀείπαιδος καὶ παρθένου, διὰ τοῦ προφήτου λέγοντος ὁ Θεός φησιν· Ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ· καὶ ἔξοδοι αὐτοῦ ἀπ᾿ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης, τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτοῦ ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ· καὶ στήσεται, καὶ ὄψεται, καὶ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος.
Ὦ Παρθένε ἁγία, φωτὸς αἰωνίου ὑπάρχουσα μήτηρ· φωτὸς τοῦ φωτίσαντος ἐν οὐρανοῖς τὰς τῶν ἀγγέλων στρατιάς· φωτὸς τοῦ φωτίσαντος τῶν σεραφεὶμ τὸ ἀνεκλάλητον ὄμμα· φωτὸς τοῦ φωτίσαντος λαμπραῖς λαμπάσι τὸν ἥλιον· φωτὸς τοῦ φωτίσαντος τὰ πέρατα τῆς οἰκουμένης τῇ Τριάδι· φωτὸς τοῦ εἰπόντος· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· φωτὸς τοῦ εἰρηκότος· Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα· φωτὸς τοῦ ἀναληφθέντος καὶ φωτίσαντος ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς τὰ σύμπαντα.
Ὦ παναγία Παρθένε, ἡ στρατιὰς ἀγγέλων ξενίσασα· Ξένον γὰρ θαῦμα ἐν οὐρανοῖς, γυνὴ τὸ φῶς ἐν ἀγκάλαις βαστάσασα· ξένον θαῦμα ἐν οὐρανοῖς, χερουβικὸς θρόνος ἕτερος· ξένον θαῦμα ἐν οὐρανοῖς, γυναικὸς υἱὸς, αὐτῆς καὶ τῶν αἰώνων πατὴρ ὑπάρχων· ξένον θαῦμα ἐν οὐρανοῖς, Παρθένου θάλαμος, Υἱὸν Θεοῦ, Θεὸν νυμφίον ἔχουσα Χριστόν· ξένον θαῦμα ἐν οὐρανοῖς, τὸ βρέφος τῆς Παρθένου, Δεσπότης τῶν ἀγγέλων πέφυκεν.
Ὦ παναγία Παρθένε, μήτηρ τοῦ Σωτῆρος, ἡ τὸν ἄναρχον γεννήσασα Λόγον, τὸν τοῦ Πατρὸς σύνθρονον Υἱὸν, τὸν ὁμοούσιον τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος, τὸν προαιώνιον σὺν Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, τὸν τοὺς οὐρανοὺς καμαρώσαντα, τὸν τὴν γῆν ἑδράσαντα.
Χαῖρε, παναγία Παρθένε, ἡ τὸ πῦρ τῆς θεότητος ἀφλέκτως, ὡς νοερὰ βάτος, κατέχουσα, ἡ νοερὰ κλίβανος, ἡ τὸ πῦρ καὶ τὸν ἄρτον τῆς ζωῆς θερμὸν τῷ κόσμῳ πρὸς βρῶσιν ἐνέγκασα· περὶ οὗ λέγει ὁ Σωτὴρ τοῦ κόσμου Χριστός· Λάβετε, φάγετε· τοῦτό μου ἐστὶ τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
Αγ.Επιφανίου Κύπρου


Δευτέρα 2 Σεπτεμβρίου 2013

Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς.

Πολλὰ τὰ κύματα καὶ χαλεπὸν τὸ κλυδώνιον· ἀλλ' οὐ δεδοίκαμεν, μὴ καταποντισθῶμεν· ἐπὶ γὰρ τῆς πέτρας ἑστήκαμεν. Μαινέσθω ἡ θάλασσα, πέτραν διαλῦσαι οὐ δύναται· ἐγειρέσθω τὰ κύματα, τοῦ Ἰησοῦ τὸ πλοῖον καταποντίσαι οὐκ ἰσχύει. Τί δεδοίκαμεν, εἰπέ μοι; Τὸν θάνατον; Ἐμοὶ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος. Ἀλλ' ἐξορίαν, εἰπέ μοι; Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς. Ἀλλὰ χρημάτων δήμευσιν; Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲν ἐξενεγκεῖν δυνάμεθα· καὶ τὰ φοβερὰ τοῦ κόσμου ἐμοὶ εὐκαταφρόνητα, καὶ τὰ χρηστὰ καταγέλαστα. Οὐ πενίαν δέδοικα, οὐ πλοῦτον ἐπιθυμῶ· οὐ θάνατον φοβοῦμαι, οὐ ζῆσαι εὔχομαι, εἰ μὴ διὰ τὴν ὑμετέραν προκοπήν. ∆ιὸ καὶ τὰ νῦν ὑπομιμνήσκω, καὶ παρακαλῶ τὴν ὑμετέραν θαῤῥεῖν ἀγάπην. 
Aγ.Ιωάννου του Χρυσοστόμου

Κυριακή 1 Σεπτεμβρίου 2013

Αββά Δωροθέου

Ο Άγιος Ιωάννης λέει στις Καθολικές Επιστολές : «Η τελεία αγάπη φυγαδεύει το φόβο» ( Α΄ Ιωάννου 4,18 ) .Άραγε τι θέλει μ’ αυτό να μας επισημάνει ο Άγιος; Ποιά άραγε ονομάζει αγάπη και ποιό φόβο; Ο προφήτης λέει στον ψαλμό: «Φοβήθητε τον Κύριο, πάντες οι άγιοι αυτού» ( Ψαλμ. 33,10 ) και χίλια άλλα παρόμοια βρίσκουμε στις Άγιες Γραφές. Αν λοιπόν και οι Άγιοι που τόσο αγαπούν τον Κύριο τον φοβούνται, πώς λέει: «Η αγάπη φυγαδεύει τον φόβο»; Θέλει να μας δείξει ο άγιος ότι είναι δύο είδη φόβων, ένας αρχικός και ένας τέλειος. Και ότι ο μεν ένας είναι χαρακτηριστικό των αρχαρίων, όπως θα λέγαμε, στην πνευματική ζωή, ο δε άλλος είναι χαρακτηριστικό των αγίων που έχουν πια τελειωθεί πνευματικά, αυτών που έφτασαν το μέτρο της άγιας αγάπης. Να, τί θέλω να πω: Κάνει κανείς το θέλημα του Θεού για το φόβο της τιμωρίας. Αυτός, όπως είπαμε, είναι ακόμα ολότελα αρχάριος. Δεν αγωνίζεται για το ίδιο το καλό, αλλά επειδή φοβάται τις τιμωρίες. Άλλος κάνει το θέλημα του Θεού επειδή αγαπάει το Θεό, επειδή χαίρεται ιδιαίτερα με το να είναι η ζωή του ευάρεστη στο Θεό. Αυτός γνωρίζει την ουσία του καλού, αυτός γεύτηκε τί σημαίνει να είναι κανείς ενωμένος με το Θεό. Αυτός είναι εκείνος που έχει αληθινή αγάπη, που ο άγιος την ονομάζει τέλεια. Και αυτή η αγάπη τον οδηγεί στον τέλειο φόβο. Γιατί αυτός φοβάται και κάνει το θέλημα του Θεού όχι από φόβο για τις τιμωρίες, όχι από φόβο μήπως κολαστεί, αλλά, όπως ακριβώς είπαμε, επειδή γεύτηκε τη γλυκύτητα που δοκιμάζει όποιος είναι ενωμένος με το Θεό, φοβάται μη τη χάσει, φοβάται μήπως τη στερηθεί. Αυτός λοιπόν ο τέλειος φόβος ,που προέρχεται απ’ αυτή την τέλεια αγάπη, απομακρύνει τον αρχικό φόβο». Είναι όμως αδύνατο να φτάσει κανείς διαφορετικά στον τέλειο φόβο, παρά μόνο με τον αρχικό…