Σάββατο 30 Νοεμβρίου 2013

Αγ. Νικολάου του Καβάσιλα

Ἐπειδή γάρ καιρός μετανοίας ὁ τῆς ζωῆς ἐστι καιρός, αὐτό τό ζῇν ἕτι τόν ἡμαρτηκότα, τῷ βουλομένῳ ἐπιστρέφειν πρός Θεόν, ἐγγυᾶταο τήν παρ’ αὐτοῦ ὑποδοχήν. Τῇ γάρ ἐντάυθα ζωῇ, τό αὐτεξούσιον σύνεστιν ἀει· τῷ δέ αὐτεξουσίῳ ὑπόκειται ὡς ὕλη, ἡ ὁδός τῆς ἀνωτέρῳ δεδειγμένης ζωῆς καί τοῦ θανάτου, ἕλέσθαι ἤ φυγεῖν· ὡς δυνατόν ὅν κτήσασθαι ὁπότερον θέλει. Ποῦ ἕξει χώραν ἡ ἀπόγνωσις, πάντοτε καί πάντων δυναμένων, ὅπηνίκα βούλοιντο, τήν αἰώνιον κτήσασθαι ζωήν; Ἀλλ’ ὁρᾷς τί μέγεθος τῆς φιλανθρωπίας τοῦ Θεοῦ. Τήν ἀρχήν οὐ δίκῃ δικαίᾳ χρῆται καθ’ ἡμῶν ἀπειθησάντων· ἀλλά μακροθυμῶν, παρέχει τόν τῆς ἐπιστροφῆς καιρόν. Ἐν τῷ καιρῷ τοῦτῳ τῆς μακροθυμίας, ἐξουσίαν δίδωσιν ἡμῖν, ἐάν θελήσωμεν, υἱοποηθῆναι τοῦτῳ· τί λέγω υἱοποιηθῆναι; ἑνωθῆναι τούτῳ, καί ἔν πνεῦμα γενέθαι μετ’ αὐτοῦ. Ἀλλά καί έν τῷ καιρῷ τούτῳ τῆς μακροθυμίας, ἐάν τήν ἑναντίαν ἡμεῖς βαδίσωμεν, καί ἀγαπήσωμεν τόν θάνατον μᾶλλον τῆς ἀληθινῆς ζωῆς, αὐτός τήν δεδομένην ἐξουσίαν οὐκ ἀφαιρεῖται· καί οὐ μόνον οὐκ ἀφαιρεῖται, ἀλλά καί ἀνακαλεῖται, καί περιέρχεται ζητῶν καί ἐπιστρέφων πρός τά ἕργα τῆς ζωῆς· κατά τήν παραβολήν τοῦ ἀμπελῶνος, ἀπό πρωΐα μέχρι καί αὐτῆς τοῦ κόσμου τῆς ἑσπέρας. Ἀλλά τίς ὁ καλῶν τε καί μισθούμενος; Ὁ Πατήρ τοῦ Κυρίου ἡμῶν Ἱησοῦ Χριστοῦ, καί Θεός πάσης παρακλήσεως. Τίς είς ἥν καλεί πρός ἐργασίαν τήν ἄμπελον, Ὁ τοῦ Θεοῦ Ὑιός, ὁ εἰπών· «Ἐγώ εἰμί ἡ ἄμπελος.» Καί γάρ οὐδείς δύναται πρός τόν Χριστόν έλθεῖν, ὡς αὐτός εἴπεν ἐν Εὐαγγελίοις, εἰ μή ὁ Πατήρ ἑλκύσει αὐτόν. Τίνες δή τά κλήματα; Ἡμεῖς. Αὐτοῦ γάρ αὗθις ἄκουσον λέγοντος· «Ὑμεῖς ἐστε τά κλήματα, ὁ Πατήρ μου ὁ γεωργός ἐστιν.» Ὁ γοῦν Πατήρ, διά τοῦ Ὑιοῦ, καταλλάσσων ἐαυτῷ ἡμᾶς, μή λογιζόμενος τά παραπτώματα ἡμῶν, οὐχ ὠς προσκειμένους τοῖς ἕργοις τοῖς ἀτόποις, ἀλλ’ ὠς ἀργούς καλεῖ· καίτοι ἡ ἀργία ἀμαρτία ἐστί. Καί ὑπέρ ἀργοῦ γάρ λόγου λόγον δώσομεν.

Παρασκευή 29 Νοεμβρίου 2013

Σῶσον ἡμᾶς, οἴκτειρον Χριστέ, ὡς πολυέλεος


Ἐμὲ τὸν μόνον καταπατήσαντα, φρενοβλαβῶς τὸν νόμον σου Χριστὲ τὸν σωτήριον, καὶ δεινὴ παραβάσει δουλεύοντα, καὶ κατακεκριμένον σῶσον οἰκτείρησον, διὰ τῆς τεκούσης σὲ Ἁγνῆς, ὡς ὑπεράγαθος.
Λιμὴν ἐν ζάλῃ μοὶ κινδυνεύοντι, τῶν πειρασμῶν γενοῦ θεοχαρίτωτε Δέσποινα, καὶ παθῶν μου τὸν σάλον πραϋνουσα, τὸ τῶν ἁμαρτιῶν μου ξήρανον πέλαγος, ὅπως κατὰ χρέος σὲ ὑμνῶ, τὴν πολυϋμνητον.
Ὁδὸν εὐθείάν μοὶ καθυπόδειξον, δι' ἦς εὐρεῖν δυνήσομαι τὴν πύλην τὴν φέρουσαν, πρὸς τὰ ἄνω Παρθένε Βασίλεια, πρὸς τὰ τοῦ Παραδείσου, θεία σκηνώματα, πρός τὴν δι' αἰῶνος ἀληθῆ, μακαριότητα. 

Στρατὸς Μαρτύρων, Ὁσίων σύλλογος, Ἱεραρχῶν Δικαίων, Προφητῶν, Ἀποστόλων τε, τῶν ἁγίων Ἀγγέλων τὰ τάγματα, μετὰ τῆς σὲ Τεκούσης, ἐκδυσωπούσί σε. Σῶσον ἡμᾶς, οἴκτειρον Χριστέ, ὡς πολυέλεος.

Πέμπτη 28 Νοεμβρίου 2013

Πατρ. Νεοφύτου

Έλθε τό πάνσεπτον, τό παντουργόν, τό παντοκρατές Πνεύμα, τό παντεπίσκοπον, τό υπερσοφόν, τό υπερδύναμον, τό παντοδύναμον, τό αναλλοίωτον, τό άτρεπτον, τό απερίγραπτον, τό ακατανόητον, τό ανεξιχνίαστον, τό απειροδύναμον, τό απειρόδωρον, τό απειράγαθον, τό πληρωτικόν παντός κόσμου κατά τήν ουσίαν, αχώρητον δέ τώ παντί κατά τήν δύναμιν, η αυτοζωή καί η πηγή τής ζωής, η αυτοσοφία καί πηγή τής δυνάμεως, ο πανάγαθος καί πανοικτίρμων Θεός.
Έλθε πάντων τών μελλόντων σωθήναι η αληθής σοφία. Έλθε ο μόνος πρός μόνον, ότι μόνος ειμί ως οράς. Έλθε καί σκήνωσον εν εμοί καί καθάρισον μέ από πάσης προσβολής καί επιβολής τού αντικειμένου.
Ευλογούμεν σέ, Παμβασιλεύ υπεράγαθε, ότι παρά σου έστιν εν ημίν τό είναι, τό αναπνείν, τό φρονείν, τό γιγνώσκειν Θεόν, σέ τό πανάγιον Πνεύμα, καί τόν άναρχον Πατέρα, καί τόν μονογενή τούτου Υιόν.
Ευλογούμεν σέ ότι έκ σού έστιν ημίν κατανοείν κάλλος ουρανού, ηλίου δρόμον, σελήνης κύκλον, αστέρων ευκοσμίαν καί τήν εν τούτοις πάσιν ευαρμοστίαν τέ καί διάφορον κίνησιν. Ευλογούμεν σέ, ότι έκ σού έστιν ημίν κατανοείν ωρών εναλλαγήν, μεταβολάς καιρών, αλλοιώσεις ανέμων, ενιαυτών περιόδους. Ευχαριστούμεν σοί, ότι έκ σού έστιν ημίν βασιλείαν ουρανών ελπίζειν, Αγγέλων ισοτιμίαν, δόξης θεωρίαν,νύν μέν ως εν εσόπτροις τέ καί αινίγμασι, μετ’ ού πολύ δέ τήν τελειοτέραν τέ καί καθαροτέραν. Ευχαριστούμεν σοί, ότι Σύ παρέχεις ημίν γεωργίας, τροφάς, τέχνας, νόμους, έξεις, αρετάς, παιδείας.
Ποία γλώσσα λαλήσει, Δέσποτα, τά μεγαλεία Σου, τά υπέρ λόγον καί έννοιαν μεγάλα καί θαυμαστά; Σύ γάρ καθαρότητος καί αγιότητος αένναος πηγή καί ακένωτος. Σοφίας τέ καί δυνάμεως υπερπληθύς άβυσσος άπειρος τέ καί ακατάληπτος, ζωής τέ καί αθανασίας αμέτρητον τέ καί απεριόριστον πέλαγος, γνώσεως καί συνέσεως ακένωτος καί αμείωτος θησαυρός, αγαθωσύνης καί ευσπλαγχνίας παγκόσμιονκαί ακένωτον ταμείον καί αδαπάνητον…

Τετάρτη 27 Νοεμβρίου 2013

Αγ. Ιωάννου του Χρυσοστόμου


Εἰσὶ δὲ πολλοὶ οἵτινες μυρίους στίχους ἀπαγγέλλουσι τῆς εὐχῆς ἕνεκεν λέγοντες· Κύριε͵ δός μοι ὑγίειαν σώματος͵ διπλασίασόν μου τὰ ὑπάρχοντα͵ ἀμύνου μου τὸν ἐχθρόν· ὅπερ πολλῆς ἀλογίας ἐστὶ πεπληρωμένον. Διὸ χρὴ ταῦτα πάντα ἀφέντας ἱκετεύειν καὶ παρακαλεῖν μόνον κατὰ τὸν τελώνην τὸν λέγοντα· Ὁ Θεὸς͵ ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· καὶ αὐτὸς οἶδε λοιπὸν πῶς σου ἀντιλάβηται· Ζητεῖτε γὰρ͵ φησὶ͵ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ͵ καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Οὕτως οὖν͵ ἀγαπητοὶ͵ φιλοσοφῶμεν μετὰ πόνου καὶ ταπεινώσεως͵ τύπτοντες ἑαυτῶν τὰ στήθη͵ καθάπερ ἐκεῖνος͵ καὶ ἐπιτευξόμεθα ὧνπερ αἰτοῦμεν· ἐὰν δὲ θυμοῦ καὶ ὀργῆς πεπληρωμένοι προσευχώμεθα͵ βδελυκτοὶ καὶ μισητοὶ παρὰ Θεῷ εὑρισκόμεθα. Συντρίψωμεν οὖν ἡμῶν τὴν διάνοιαν͵ καὶ ταπεινώσωμεν ἡμῶν τὰς ψυχὰς͵ καὶ εὐχώμεθα ὑπέρ τε ἑαυτῶν͵ καὶ ὑπὲρ τῶν λυπησάντων ἡμᾶς. Εἰ γὰρ βούλει τὸν δικαστὴν ἐπισπάσασθαι πρὸς βοήθειαν τῆς σῆς ψυχῆς͵ καὶ τοῦ σοῦ μέρους αὐτὸν ποιῆσαι͵ μηδέποτε αὐτῷ ἐντύγχανε κατὰ τοῦ λελυπηκότος. Τοιοῦτος γάρ ἐστι τοῦ δικαστοῦ ὁ τρόπος· ἐκείνοις μάλιστα ἐπινεύει καὶ δίδωσι τὰ αἰτήματα͵ τοῖς ὑπὲρ τῶν ἐχθρῶν εὐχομένοις͵ τοῖς μὴ μνησικακοῦσι͵ τοῖς μὴ ἐπαιρομένοις τοῖς ἐχθροῖς αὐτῶν. Καὶ ὅσον οὗτοι ποιοῦσι τοῦτο͵ τοσοῦτον ἐκείνοις ὁ Θεὸς ἐπεξέρχεται͵ ἐὰν μὴ μεταβληθῶσιν εἰς μετάνοιαν.

Τρίτη 26 Νοεμβρίου 2013

Ψαλμ. 31

Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· 2 μακάριος ἀνήρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν, οὐδέ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δόλος. 3 ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν· 4 ὅτι ἡμέρας καὶ νυκτὸς ἐβαρύνθη ἐπ᾿ ἐμὲ ἡ χείρ σου, ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαν. (διάψαλμα). 5 τὴν ἁμαρτίαν μου ἐγνώρισα καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα· εἶπα· ἐξαγορεύσω κατ᾿ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ· καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. (διάψαλμα). 6 ὑπὲρ ταύτης προσεύξεται πρὸς σὲ πᾶς ὅσιος ἐν καιρῷ εὐθέτῳ· πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσι. 7 σύ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περιεχούσης με· τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με. (διάψαλμα). 8 συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ, ᾗ πορεύσῃ, ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου. 9 μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις, ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων πρὸς σέ. 10 πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, τὸν δὲ ἐλπίζοντα ἐπὶ Κύριον ἔλεος κυκλώσει. 11 εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι, καὶ καυχᾶσθε, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.

Δευτέρα 25 Νοεμβρίου 2013

Προς Εβραίους κεφ. 12

14 Ερνην δικετε μετ πντων, κα τν γιασμν, ο χωρς οδες ψεται τν Κριον,
15 πισκοποντες μ τις στερν π τς χριτος το Θεο, μ τις ρζα πικρας νω φουσα νοχλ κα δι τατης μιανθσι πολλο,
16 μ τις πρνος ββηλος ς σα, ς ντ βρσεως μις πδοτο τ πρωτοτκια ατο.
17 στε γρ τι κα μετπειτα, θλων κληρονομσαι τν ελογαν, πεδοκιμσθη· μετανοας γρ τπον οχ ερε, καπερ μετ δακρων κζητσας ατν.

Κυριακή 24 Νοεμβρίου 2013

Αγ. Γρηγορίου του Θεολόγου


Ἡμάρτομεν͵ ἠνομήσαμεν͵ ἠσεβήσαμεν͵ ὅτι ἐπελαθόμεθα τῶν ἐντολῶν σου͵ καὶ ὀπίσω τῆς διανοίας ἡμῶν τῆς πονηρᾶς ἐπορεύθημεν· ὅτι ἀναξίως τῆς κλήσεως καὶ τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ σου πεπολιτεύμεθα͵ καὶ τῶν ἁγίων αὐτοῦ παθημάτων͵ καὶ τῆς ὑπὲρ ἡμῶν κενώσεως· ὅτι ἐγενήθημεν ὄνει δος τῷ ἀγαπητῷ σου. Ἱερεὺς καὶ λαὸς ἐξέστημεν ἐπὶ τὸ αὐτό· πάντες ἐξεκλίναμεν͵ ἅμα ἠχρειώθημεν. Οὐκ ἔστι ποιῶν κρῖμα καὶ δικαιοσύνην͵ οὐκ ἔστιν ἕως ἑνός. Ἀπεκλείσαμεν τοὺς οἰκτιρμούς σου͵ καὶ τὴν φιλανθρωπίαν σου͵ καὶ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν͵ διὰ τὴν κακίαν ἡμῶν͵ καὶ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων ἡμῶν͵ μεθ΄ ἧς ἀνεστράφημεν. Σὺ χρηστὸς͵ ἀλλ΄ ἡμεῖς ἠνομήσαμεν· σὺ μακρόθυμος͵ ἀλλ΄ ἡμεῖς πληγῶν ἄξιοι. Γινώσκομέν σου τὴν ἀγαθό τητα͵ καίπερ ἀσυνετοῦντες· ὀλίγα ὧν ἡμάρτομεν μεμαστιγώμεθα. Σὺ φοβερὸς͵ καὶ τίς ἀντιστήσε ταί σοι; τρόμος λήψεται ἀπὸ σοῦ ὄρη͵ καὶ μεγέθει βραχίονός σου τίς ἀντερίσει; Ἐὰν κλείσῃς τὸν οὐρανὸν͵ τίς ἀνοίξει; καὶ ἐὰν λύσῃς τοὺς καταῤῥάκτας σου͵ τίς συνέξει; Κοῦφον ἐν ὀφθαλμοῖς σου πτωχίσαι καὶ πλουτίσαι͵ ζωῶσαι καὶ θανατῶσαι͵ πατάξαι καὶ ἰάσασθαι· καὶ τὸ θελῆσαί σου͵ πρᾶξίς ἐστι συντετελεσμένη. Σὺ ὠργίσθης͵ καὶ ἡμεῖς ἡμάρτομεν͵ λέγει τις τῶν πάλαι ἀνθομολογούμενος. Ἐμοὶ δὲ καὶ τὸ ἐναντίον καιρὸς εἰπεῖν· Ἡμεῖς ἡμάρτομεν͵ καὶ σὺ ὠργίσθης· διὰ τοῦτο ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν. Ἀπέστρεψας τὸ πρόσωπόν σου͵ καὶ ἀτιμίας ἐπλήσθημεν. Ἀλλὰ κόπασον͵ Κύριε· ἄνες͵ Κύριε· ἱλάσθητι͵ Κύριε· μὴ παραδῷς ἡμᾶς εἰς Κύριε͵ καὶ ῥάβδος κληρονομίας σου. Διὰ τοῦτο παίδευσον ἡμᾶς͵ πλὴν ἐν χρηστότητι͵ καὶ μὴ ἐν τῷ θυμῷ σου· ἵνα μὴ ὀλιγοστοὺς ἡμᾶς ποιήσῃς͵ καὶ παρὰ πάντας τοὺς κατοικοῦντας τὴν γῆν͵ ἐξουδένωμα.

Σάββατο 23 Νοεμβρίου 2013

Αγ. Νικοδήμου του Αγιορείτου

Ὁ ἱερὸς Ἀυγουστῖνος λέγει, ὅτι ὁ ἄνθρωπος πρέπει νὰ κάμῃ ἐκεῖνο ποὺ δύναται, καὶ νὰ ζητῇ ἀπὸ τὸν Θεὸ ἐκεῖνο ποὺ δὲν δύναται. «Ποιεῖν ὅ δύνασαι, καὶ αἰτεῖν ὅπερ οὐ δύνασαι». Δὲν ἔχεις τὴν δύναμιν ἀπὸ λόγου σου; Δὲν ἔχεις βεβαιότητα εἰς τὴν θέλησίν σου; Ἡ αἰτία εἶναι ὅτι δὲν τὴν ζητεῖς ἀπὸ τὸν Θεόν. «Οὐκ ἔχετε, διὰ τὸ μὴ αἰτῆσθαι ἡμᾶς», λέγει ὁ Ἅγιος Ἱάκωβος. Φοβεῖσθαι τὸν κίνδυνον; Τρομάζεις τὸν πειρασμὸν τῆς ἁμαρτίας; Ἀγρύπνα καὶ προσεύχου, διὰ νὰ μὴ πέσῃς εἰς αὐτόν. «Γρηγορεῖτε καὶ προσεύχεσθαι, ἵνα μὴ εἰσέλθηται εἰς πειρασμόν» (Ματθ. κστ´ 41).
Ἡ ἐθνική (εἰδωλολάτρις) γυνὴ Συροφοίνισσα, παρὰ τὸ ὅτι πρὸς δοκιμασίαν της παραβολικῶς προσωμοιάσθη μὲ κύνα, ἐν τούτοις μήπως ἐστερήθη καὶ δὲν ἀπήλαυσε τὸ ποθούμενον μὲ τὴν προσευχήν; Ὁ Τελώνης δὲν ἐδικαιώθη προσευχόμενος; Ὅμοίως καὶ ὁ ληστὴς ἐπὶ σταυροῦ μὲ τό, «Μνήσθητί μου Κύριε», πρῶτος αὐτὸς δὲν ἠξιώθη τοῦ Παραδείσου; Ὁ Ἄσωτος υἱὸς δὲν ἔπλυνε μὲ τὰ ἁμαρτήματά του, μὲ ὀλίγα λόγια προσευχόμενος; Ὅλα τὰ Μυστήρια τῆς Ἐκκλησίας μας, καὶ ὅλα τὰ χαρίσματα τοῦ Ἁγίου Πνεύματος, ποὺ δίδονται τοῖς ἀνθρώποις, δὲν γίνονται διὰ προσευχῆς; «Ἄκουσον τοῦ Θεοῦ ἐν ταῖς ἐντολαῖς, καὶ ἀκούσει σου ἐν ταῖς προσευχαῖς», λέγει ὁ Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος.

Παρασκευή 22 Νοεμβρίου 2013

ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία

ΕΣΤΙ γὰρ ἀργυρίῳ τόπος, ὅθεν γίνεται, τόπος δὲ χρυσίου, ὅθεν διηθεῖται. 2 σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἴσα λίθῳ λατομεῖται. 3 τάξιν ἔθετο σκότει, καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται, λίθος σκοτία καὶ σκιὰ θανάτου. 4 διακοπὴ χειμάρρου ἀπὸ κονίας, οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν, ἐκ βροτῶν ἐσαλεύθησαν. 5 γῆ, ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος, ὑποκάτω αὐτῆς ἐστράφη ὡσεὶ πῦρ. 6 τόπος σαπφείρου οἱ λίθοι αὐτῆς, καὶ χῶμα χρυσίον αὐτῷ. 7 τρίβος, οὐκ ἔγνω αὐτὴν πετεινόν, καὶ οὐ παρέβλεψεν αὐτὴν ὀφθαλμὸς γυπός· 8 καὶ οὐκ ἐπάτησαν αὐτὸν υἱοὶ ἀλαζόνων, οὐ παρῆλθεν ἐπ᾿ αὐτῆς λέων. 9 ἐν ἀκροτόμῳ ἐξέτεινε χεῖρα αὐτοῦ, κατέστρεψε δὲ ἐκ ριζῶν ὄρη· 10 δίνας δὲ ποταμῶν διέρρηξε, πᾶν δὲ ἔντιμον εἶδέ μου ὁ ὀφθαλμός. 11 βάθη δὲ ποταμῶν ἀνεκάλυψεν, ἔδειξε δὲ αὐτοῦ δύναμιν εἰς φῶς. 12 ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς ἐπιστήμης; 13 οὐκ οἶδε βροτὸς ὁδὸν αὐτῆς, οὐδὲ μὴ εὑρεθῇ ἐν ἀνθρώποις. 14 ἄβυσσος εἶπεν· οὐκ ἔνεστιν ἐν ἐμοί· καὶ ἡ θάλασσα εἶπεν· οὐκ ἔστι μετ᾿ ἐμοῦ. 15 οὐ δώσει συγκλεισμὸν ἀντ᾿ αὐτῆς, καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμα αὐτῆς· 16 καὶ οὐ συμβασταχθήσεται χρυσίῳ ᾿Ωφίρ, ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ· 17 οὐκ ἰσωθήσεται αὐτῇ χρυσίον καὶ ὕαλος καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ· 18 μετέωρα καὶ γαβὶς οὐ μνησθήσεται, καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα· 19 οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας, χρυσίῳ καθαρῷ οὐ συμβασταχθήσεται. 20 ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς συνέσεως; 21 λέληθε πάντα ἄνθρωπον καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη· 22 ἡ ἀπώλεια καὶ ὁ θάνατος εἶπαν· ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος. 23 ὁ Θεὸς εὖ συνέστησεν αὐτῆς τὴν ὁδόν, αὐτὸς δὲ οἶδε τὸν τόπον αὐτῆς· 24 αὐτὸς γὰρ τὴν ὑπ᾿ οὐρανὸν πᾶσαν ἐφορᾷ εἰδὼς τὰ ἐν τῇ γῇ πάντα, ἃ ἐποίησεν, 25 ἀνέμων σταθμὸν ὕδατος μέτρα· 26 ὅτι ἐποίησεν οὕτως, ἰδὼν ἠρίθμησε καὶ ὁδὸν ἐν τινάγματι φωνάς· 27 τότε εἶδεν αὐτὴν καὶ ἐξηγήσατο αὐτήν, ἑτοιμάσας ἐξιχνίασεν. 28 εἶπε δὲ ἀνθρώπῳ· ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία, τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη.
Ιώβ (28)

Πέμπτη 21 Νοεμβρίου 2013

Αρχιμ. Πορφυρίου

Τα Εισόδια της Θεοτόκου, αυτήν την γιορτή στο Άγιο Όρος οι πατέρες μου την ονομάζουν «η καλογερική της Παναγίας».
Ο Γερο Γελάσιος πολύ την αγαπούσε και έλεγε ότι ο παπαΘανάσης, ο Γέροντάς του, ο άγιος ηγούμενος της Γρηγορίου την τιμούσε πάρα πολύ. Και μία φορά, μία τέτοια ημέρα, ο γεροΓελάσιος, είδε τον Γέροντά μου να συλλειτουργεί με τον Άγιο Ιάκωβο, τον Αδελφόθεο. Αυτόν που διέσωσε και την σχετική παράδοση.
Η Παναγία εισέρχεται στα Άγια των Αγίων. Οι γονείς της, οι παπούδες μας ο Άγιος Ιωακείμ και η Αγία Άννα, εκπληρώνουν το τάμα τους. Και πολλά κοριτσάκια της Ιερουσαλήμ κρατούν λαμπάδες αναμμένες και ένα κόκκινο πανί το ανοίγουν, σαν το νυφοπάνι που έβαζαν παλαιότερα στους γάμους στις πλάτες του ζευγαριού, κατά την ώρα της τελέσεως του ιερού μυστηρίου του γάμου.
Πόσοι συμβολισμοί;! Και πόσους αιώνες περίμενε ο κόσμος αυτήν την ώρα; Να εισέλθει η αειπάρθενος σε τόπο ητοιμασμένο, όπου οι άνδρες αρχιερείς τρέμαν να πλησιάσουν και εισέρχονταν άπαξ του ενιαυτού.
Αδυνατεί ο νους να τα κατανοήσει και πολλοί «επιστήμονες» αρνούνται αυτήν ειδικά την εορτή.
Μα, φυσικά, θα την αρνούνται, αφού ζουν με μία λογοκρατούμενη σκέψη. Και όπου μπαίνει η «άλογη» λογική φεύγει ο υπέρλογος Νους, ο τριαδικός μας Θεός.
Και υπηρέτης ο αρχάγγελος της χαράς, του ευαγγελίου και της ελπίδος. Τί φοβερό μυστήριο;!
Και οι αγιορείτες αυτήν την μεγάλη εορτή την προσοικειώνουν με την καλογερική, με το μυστήριο της μοναχικής πολιτείας.
Βέβαια δικός μας τόπος, άγια αγίων, είναι ο χώρος της βαθείας καρδίας. Εκεί που συμβαίνει η μίξη του κτιστού με το άκτιστο, μέσα σε άπλετο φως.
Όταν η καρδία είναι απολύτως κενή, καινίζεται από το Νέον Παιδίον, τον Κύριο ημών Ιησού Χριστό, μέσα σε άπλετο και σωτήριο φως.
Κενό το ιερό του ιερού του Ναού των Ιεροσολύμων, και ενθρονίστηκε εκεί η άπσιλη Μαρία, η παδίσκη της Ναζαρέτ.
Ο μοναχός, ο καλογεράκος, είναι αυτός που εισέρχεται στο δικό του ιερό, όταν ξεχνάει και εγκαταλείπει. Και, τί μυστήριο και αυτό, όταν κάνει να γυρίσει προς τα πίσω η μικρή παρθένος, ενθουσιάζεται από το φως και το κόκκινο χρώμα που λάμπει μέσα στο φως, και ορμάει πάλι προς τα εμπρός, προς την ιερή παστάδα του, τον μοναδικό και μονάκριβο τόπο της αναπαύσεώς του, την βαθεία καρδία. Και δάκρυα.
Η καλογερική της αειπαρθένου. Την εισοδεύει ο μέγας αρχιερέας και προφήτης. Ναι, και προφήτης, γιά να ξέρει επί πόσους αιώνες οι πριν από αυτόν προφήτες προφήτεψαν αυτήν την στιγμή. Των προφητών το κήρυγμα, η Κυρία Θεοτόκος. Το λέει και το τροπάριο. Και των πιστών η ανακαίνισις. Εμείς δηλαδή, όσοι θέλουμε να είμαστε πιστοί στην πίστη και πιστοί στην Εκκλησία, εμείς λοιπόν ανακαινιζόμαστε – αλλάζουμε, γινόμαστε, κάθε στιγμή, αν θέλουμε, καινούργιοι: γεμίζουμε από το φως Της και πιστεύουμε ορθώς στην Εκκλησία.
Πόσο την αγαπούσε, και σαν αγιορείτης, αυτήν την εορτή ο Άγιος Γρηγόριος, ο Θεολόγος του Ακτίστου Θεού μας; Απίθανη η ομιλία του. Σκέτος ενθουσιασμός, κύματα χάριτος και ωκεανός αγάπης.
………..
Αδελφέ μου, άμα βρεθείς στο Χιλανδάρι, το αγαπημένο μας, σήκωσε τα μάτια σου επάνω από τον δεξιό χορό, και συγχόρευσε με τους καλογήρους΄ και δες εκεί την παρέα της μικρής Μαρίας, και τους γονήδες της και τον αρχιερέα. Και, κύτα, να ενθουσιαστείς. Και να ζήσεις και σύ, έστω γιά λίγο, μέσα στα άγια των αγίων του κόσμου, αυτού του ψεύτικου ντουνιά, στον ιερόν Άθωνα, στο Περιβόλι της, στο Άγιο Όρος.
Και να θυμάσαι. Η Κυρία Θεοτόκος είναι η ανακαίνισή μας.

Τετάρτη 20 Νοεμβρίου 2013

Ψαλμ. 38

Εἰς τὸ τέλος, τῷ ᾿Ιδιθούν· ᾠδὴ τῷ Δαυΐδ. - 2 ΕΙΠΑ· φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου· ἐθέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου. 3 ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη. 4 ἐθερμάνθη ἡ καρδία μου ἐντός μου, καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ. ἐλάλησα ἐν γλώσσῃ μου· 5 γνώρισόν μοι, Κύριε, τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου, τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ. 6 ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου, καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου· πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν. (διάψαλμα). 7 μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσεται· θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. 8 καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ ὁ Κύριος; καὶ ἡ ὑπόστασίς μου παρὰ σοί ἐστιν. 9 ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με, ὄνειδος ἄφρονι ἔδωκάς με. 10 ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ ἐποίησας. 11 ἀπόστησον ἀπ᾿ ἐμοῦ τὰς μάστιγάς σου· ἀπὸ γὰρ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον. 12 ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ· πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος. (διάψαλμα). 13 εἰσάκουσον τῆς προσευχῆς μου, Κύριε, καὶ τῆς δεήσεώς μου, ἐνώτισαι τῶν δακρύων μου· μὴ παρασιωπήσῃς, ὅτι πάροικος ἐγώ εἰμι παρὰ σοὶ καὶ παρεπίδημος καθὼς πάντες οἱ πατέρες μου. 14 ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν καὶ οὐκέτι μὴ ὑπάρξω.

Τρίτη 19 Νοεμβρίου 2013

Αγ. Θεοδώρου του Στουδίτου



Εἰσερχομένου τοῦ ἀδελφοῦ καὶ παροικονόμου εὔκαιρον ἡγησάμεθα χαράξαι ὑμῖν βραχεῖαν συλλαβήν͵ ταῖς κατὰ Κύριον ἀδελφαῖς. καὶ δὴ ἐρωτῶμεν͵ πῶς ἔχει ἡ ἁγία δυὰς ὑμῶν͵ αἱ πᾶσαι ἀδελφαί. ὁρᾶτε πῶς ὡς οὐκ ἄλλαις ἀδελφαῖς ὑμῖν προσκείμενοι κατὰ θεὸν ἐρωτῶμεν καὶ διαλεγόμεθα; καὶ εἰκότως· οὗ γὰρ πίστις͵ ἐκεῖ καὶ πόθος͵ ἕλκων καὶ ἀνθελκόμενος διὰ Πνεύματος Ἁγίου͵ οὗ δὲ ταῦτα͵ ἐκεῖ καὶ φροντὶς σώσματος. διὰ τοῦτο γράφομεν παρακαλοῦντες ὑπὲρ Χριστοῦ οἱ ἀνάξιοι ἔχεσθαι ὑμᾶς τῆς καλῆς ὁμολογίας͵ ἧς ὡμο λογήσαμεν ἅπαντες ἐνώπιον θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων͵ ζῆσαι ἐν Κυρίῳ ἐν τῇ ἀποθέσει τοῦ σαρκικοῦ φρονήματος͵ ὅπερ ἐστὶ τὸ ῥαγῆναι τῶν δεσμῶν τῆς προσπαθείας τοῦ τῇδε αἰῶνος καὶ μετὰ θεοῦ γενέσθαι͵ ὃν καὶ ἠγαπήσαμεν͵ ᾧ καὶ ἐνυμφεύθημεν͵ μεθ΄ οὗ καὶ συνεσόμεθα εἰσαεί. τοῦτον͵ ἀδελφαί͵ ἀναπνέομεν ἀεί͵ τοῦτον ἐρωτευόμεθα τὸν ἀληθινὸν ἔρωτα͵ τὸν ἀπρόσιτον πόθον͵ τὸν μόνον δεσπότην οὐρανοῦ καὶ γῆς· οὗ ἡ πρὸς ἀνθρώπους ἀγάπησις τοσαύτη͵ ὡς δούλου μορφὴν αὐτὸν ἀναλαβεῖν εἰς τὸ ἀνακαλέσασθαι ἡμᾶς τῆς φθορᾶς καὶ θεοὺς ἀπεργάσασθαι. ὡς μεγίστη ἡ ἐπαγγελία· ὡς ἐξαί σιον τὸ ἐν οὐρανοῖς ἀπάντημα. ἐκεῖ ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος· ἐκεῖ αἱ τὴν παρθενίαν ἐνδεδυμέναι τῷ ἀφθάρτῳ νυμφίῳ συν αφθήσονται· ἐκεῖ αἱ τὴν ὑποταγὴν καὶ ὑπακοὴν ἐξασκήσασαι ὡς ἄρχουσαι Χριστοῦ χορεύσουσιν αἰώνια͵ αἱ δὲ ἐναντίαι τὰ ἐναντία δῆλον ὅτι πείσονται. Ὥστε͵ ἀδελφαὶ σταυροφόροι͵ μὴ λάθωμεν ἑαυταῖς ἀντὶ ζωῆς καὶ χαρᾶς ἀπείρου κόλασιν καὶ πῦρ αἰώνιον θησαυρίζουσαι δι΄ ἀμελείας καὶ φθορᾶς σαρκός͵ παρακοῆς τε καὶ ἐμπαθοῦς ἀναστροφῆς. ἡ ἀρετὴ ἐκ θεοῦ καὶ θεία͵ ἡ κακία ἐκ σατανᾶ καὶ σατανᾶς· οἱ τὴν πρώτην ἑλόμενοι θεοῦ καὶ θεοί͵ οἱ τὴν δευτέραν δαίμονες καὶ τοῦ σατανᾶ. οὕτως ὑμᾶς καὶ νῦν δεξιούμεθα. καὶ μὴ βαρὺς ὑμῖν λογισθείην ὡς φορτικὰ λαλῶν͵ ἀλλὰ μᾶλλον ἡδὺς ὡς ὑπὲρ θεοῦ παραινῶν. καὶ οὐ πρὸς τὰς κυρίας ὁ λόγος (αὐταὶ γὰρ διδάσκαλοι καὶ ἑτέρων)͵ ἀλλὰ πρὸς τὸ τῆς ἀδελφότητος πλήρωμα͵ ὅπερ φυλαχθείη ἔτι τε καὶ ἔτι εὐεκτοῦν͵ εὐθηνοῦν εἰς καύχημα καὶ ἐμοὶ ὡς παρακλήτορι εἰς ἡμέραν Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

Δευτέρα 18 Νοεμβρίου 2013

Αγίας Μαρίνης

Ἄναρχε, ἀθάνατε, ἄχρονε, ἄκτιστε, ἀκατάληπτε, καὶ ἀνεξιχνίαστε Κύριε, Θεὲ τῶν ὅλων, καὶ δημιουργὲ πάσης κτίσεως, προνοητὰ καὶ σωτὴρ ὁλονῶν, ὁποῦ εἰς σὲ ἐλπίζουσιν• εὐχαριστῶ σοι, ὁποῦ μὲ ἤφερες εἰς τὴν ὥραν ταύτην, καὶ ἤγγισα εἰς τὸν Στέφανον τῆς δικαιοσύνης σου. Ὑμνῶ καὶ εὐλογῶ τὴν ἀναρίθμητον εὐσπλαγχνίαν καὶ φιλανθρωπίαν σου, ὁποῦ ἠθέλησες νὰ μὲ συντάξῃς μὲ τοὺς ἐκλεκτοὺς δούλους σου. Ἐπίβλεψον καὶ τώρα ἐπ' ἐμέ τὴν ταπεινὴν Δέσποτα Θεὲ, Κύριε τοῦ ἐλέους Παντοκράτωρ καὶ Παντοδύναμε, ἐπάκουσον τῆς προσευχῆς μου, καὶ πλήρωσόν μου τὰ αἰτήματα εἰς ἔπαινον, καὶ τιμὴν καὶ δόξαν τοῦ ὑπεραγίου καὶ προσκυνητοῦ Σου ὀνόματος. Χάρισαι τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ὁλονῶν ἐκείνων, ὁποῦ θέλουν οἰκοδομήσει Ἐκκλησίαν εἰς τὸ ὄνομα τῆς δούλης σου, να λειτουργοῦσιν εἰς αὐτὴν προσευχόμενοι, ἤ γράψουσι τὸ Μαρτύριον τῆς ἀθλήσεώς μου, καὶ τὸ ἀναγινώσκουσι μετὰ πίστεως, μνημονεύοντες τὸ ὂνομα τῆς δούλης σου, καὶ καρποφοροῦσι τὸ καταδύναμιν• ὁλονῶν αὐτῶν λέγω, ὁποῦ θεραπεύσουν τὸ οἰκητήριον τοῦ σώματός μου, ὁποῦ ἐμαρτύρησε δι' ἀγάπην σου, συγχώρησον τὰς ἁμαρτίας κατά τὸ μέτρον τῆς πίστεως αὐτῶν• καὶ μὴ τοὺς ἐγγίση χείρ κολαστήριος, οὔτε πεῖνα, οὐδέ θανατικόν, ἤ ἄλλη βλάβη ψυχῆς, ἤ σώματος. Καὶ ὅσοι μὲ θέλουν ἑορτάσει δοξολογοῦντες μετὰ πίστεως, καὶ σοῦ ζητήσουν σωτηρίαν καὶ ἔλεος διὰ μέσου μου, χάρισαί τους εἰς τοῦτον τὸν κόσμον τὰ ἀγαθά σου, νά πορεύωνται πρὸς αὐτάρκειαν• καὶ ἀξίωσον αὐτοὺς καὶ τῆς ἐπουρανίου βασιλείας σου. Ὅτι Σὺ εἶ μόνος ἀγαθὸς καὶ φιλάνθρωπος, καὶ τῶν ἀγαθῶν δοτὴρ εἰς τοὺς αἰώνας, ἀμήν.

Κυριακή 17 Νοεμβρίου 2013

Αγ. Ιωάννου του Δαμασκηνού

Δεῦτε οὖν͵ ἀδελφοὶ͵ ὅσοι τὸ τῆς πίστεως ἐλά βομεν ὄνομα͵ οἱ Χριστοῦ λαὸς ὀνομάζεσθαι κατ ηξιωμένοι͵ μὴ ἀθετήσωμεν τὴν κλῆσιν ἡμῶν μὴ τὴν πίστιν διὰ τῶν ἀτόπων ἔργων καταρυπώσωμεν. Οὐκ ἀρκεῖ τὸ ἀκούειν πιστὸν μόνον͵ ἀλλ΄ ἔργῳ τὴν πίστιν ἡμῶν ἐπιδειξώμεθα. Δύο γὰρ υἱοὶ͵ φησὶν͵ ἦσαν ἑνὶ πατρὶ͵ καὶ εἶπεν τῷ ἑνί· Πορεύου͵ ἐργά ζου εἰς τὸν ἀμπελῶνα.ῃ Ὁ δὲ ὑπέσχετο μὲν͵ οὐκ ἐπλήρωσε δὲ τὴν ὑπόσχεσιν. Εἶτά φησι πρὸς τὸν ἕτερον. Ὁ δὲ ἀπηρνήσατο μὲν λόγῳ͵ ἔργῳ δὲ τὸ προσταχθὲν ἐξεπέρανε. Καὶ ψέγεται μὲν ὁ πρότερος͵ εὐφημεῖται δὲ ὁ δεύτερος. Καὶ ἡμεῖς τοίνυν μνη σθῶμεν τῆς ἀποταγῆς͵ καὶ συνταγῆς τῆς γενομένης ἐν τῷ βαπτίσματι. Ἀπεταξάμεθα τῷ διαβόλῳ͵ καὶ τοῖς ἀγγέλοις αὐτοῦ͵ καὶ πάσῃ τῇ λατρείᾳ αὐ τοῦ· τηρήσωμεν τὴν ἀπόταξιν· μὴ ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέψωμεν. Ἔργα τοῦ διαβόλου εἰ σὶν͵ μοιχεῖαι͵ πορνεῖαι͵ ἀκαθαρσίαι͵ φθόνοι͵ ἔριδες͵ φιλονεικίαι͵ ὑποκρίσεις͵ καταλαλιαὶ͵ εἰρωνεῖαι͵ θυ μοὶ͵ μνησικακίαι͵ κατακρίσεις͵ βλασφημίαι͵ ἐπαοι δίαι͵ ἐπιλαλιαί. Τὰ τῆς ἀπιστίας σημεῖα͵ ἀσπλαγχ νίαι͵ προσπάθειαι͵ ἀντιπάθειαι͵ φιληδονίαι͵ φειδω λίαι͵ κῶμαι͵ μέθαι. Καὶ ἡ τοῦ διαβόλου πομπὴ͵ ὑπερηφανίαι͵ κενοδοξίαι͵ οἴησις͵ ἔπαρσις͵ τύφος͵ ἐπίδειξις͵ καλλωπισμὸς τοῦ σώματος. Τούτων ἁπάν των ἀρνησάμενοι τὴν κοινωνίαν͵ καθὰ συνεταξά μεθα τῷ Χριστῷ͵ τὰς ἐναντίας τούτων ἀρετὰς ζη λώσωμεν· ἁγνείαν͵ σωφροσύνην͵ πτωχείαν͵ ὑπομο νὴν͵ εἰρήνην͵ ἀγάπην͵ συμπάθειαν͵ ἐλεημοσύνην͵ πρωτοτόκων͵ ἔνθα εὐφραινομένων ἡ κατοικία.

Σάββατο 16 Νοεμβρίου 2013

Aγ. Συμεών του Νέου Θεολόγου


Ἡ γνωστῶς καί εὐαισθήτως ἑνοποίησις τῆς τρισποστάτου Θεότητος ἐν τοῖς τελείοις, οὐ πλήρωσις πόθου ἐστίν, ἀλλά μᾶλλον ἀρχή καί ἀιτία σφοδροτέρου καί μείζονος πόθου. Ἔκτοτε γἀρ οὐκ ἐᾷ τόν ὑποδεξάμενον αὐτήν ἡρεμῖν ἀλλ’ ὡς πυρός ἀεί ἐκκαιόμενον καί πυρούμενον ἐπαίρεσθαι εἰς φλόγαν πόθου θειότερου ποιεῖ.Κατάληψιν γάρ καί τέλος τοῦ ποθουμένου εὑρεῖν ὁ νοῦς μή δυνάμενος οὐδέ μέτρον τῷ πόθῳ καί τῇ ἀγάπῃ δύναται δοῦναι, ἀλλά τῷ ἀτελέστῳ τέλει φθάσαι καί καταλαβεῖν βιαζόμενος, ἀτέλεστον ἀεί τόν πόθον καί ἀπλήρωτον τήν ἀγάπην ἐν ἑαυτῷ περιφέρει.

Πέμπτη 14 Νοεμβρίου 2013

Ἠ βαθεῑα μετάνοια δέν ἔχει τέλος, διά τοῦτο ὁ Κύριος δέν εἶπε μετανοήσατε, ἀλλά μετανοεῑτε, συνεχῶς.


Ἡ μετάνοια εἶναι τό μεγαλύτερον δῶρον τοῡ Θεοῡ εἰς τόν πεπτωκότα ἄνθρωπον. «Ἡ γάρ μετάνοια θύρα ἐστίν ἐξάγουσα ἀπό τοῡ σκότους καί εἰσάγουσα εἰς τό φῶς», λέγει ὁ Ἅγιος Συμεών ὁ Νέος Θεολόγος (Κατηχ. κη’). Τό πῡρ τῆς μετανοίας καθαρίζει τήν ψυχήν καί ἐξάγει αὐτήν ἀπό τά ἐρέβη τῶν παθῶν τοῡ παλαιοῡ ἀνθρώπου εἰς τό φωτεινόν ὀροπέδιον τῆς ἀναστάσεως τοῡ καινοῡ ἀνθρώπου. Μετάνοια σημαίνει ὅτι συναισθάνομαι τήν πτωχείαν μου, τήν ἀπερισκεψίαν μου, τήν ἀμαύρωσιν τῆς εἰκόνος τοῦ Θεοῦ ἐντός μου. Συναισθάνομαι τήν ἀσχημίαν μου ἔναντι τῆς ὡραιότητος τοῦ Χριστοῦ, τήν ἀθλιότητα τῆς πτωχείας μου ἔναντι τοῦ ἀπειρου πλούτου τοῡ θείου ἐλέους. Αὐτη η συναίσθησις ὅτι εἶμαι ὅλος ἀνόμοιος πρός τόν Χριστόν, πού με ἔπλασε καθ’ ὁμοίωσίν Του, γίνεται πῡρ ὀδυνηρόν κατακαῑον τόν παλαιόν ἀνθρωπον. Ἡ δε πεποίθησις εἰς τήν ἄπειρον ἀγάπην καί φιλανθρωπίαν τοῡ Θεοῡ καί ἡ ὁλοσχερής ἐγκατάλειψις εἰς τό θείον ἔλεος, ἀναγεννᾷ τήν ψυχήν καί τήν γεμίζει μέ ἐλπίδα καί φῶς νοερόν. Διότι τό πῡρ τῆς μετανοίας μεταβάλλει τά ἀπανθρακωμένα πάθη εἰς φλόγα ἀγάπης καί ἡ εὐχαριστήριος προσευχή εἰσάγει τό φῶς εἰς τόν νοῦν.

Αρχ. Δαμασκηνοῡ Κατρακούλη 

Τρίτη 12 Νοεμβρίου 2013

Προς Εφεσίους κεφ.5

1.Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητά, 2 καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας. 3 πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, 4 καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, τὰ οὐκ ἀνήκοντα, ἀλλὰ μᾶλλον εὐχαριστία. 5 τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. 6 Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. 7 μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν. 8 ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε· 9 ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ· 10 δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. 11 καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· 12 τὰ γὰρ κρυφῆ γινόμενα ὑπ' αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· 13 τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι. 14 διὸ λέγει· ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. 15 Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ' ὡς σοφοί, 16 ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. 17 διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. 18 καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, 19 λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ, 20 εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ πατρί, 21 ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. 22 Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ Κυρίῳ, 23 ὅτι ὁ ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος. 24 ἀλλ' ὥσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί. 25 οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, 26 ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, 27 ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος. 28 οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ· 29 οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ' ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Χριστὸς τὴν ἐκκλησίαν· 30 ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ· 31 ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. 32 τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. 33 πλὴν καὶ ὑμεῖς οἱ καθ' ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.

Δευτέρα 11 Νοεμβρίου 2013

Αγ. Αντωνίου

Δὲν εἶναι ἁμαρτήματα ὅσα γίνονται κατὰ φύσιν, ἀλλὰ τὰ πονηρά, ποὺ φωλιάζουν στὴν προαίρεση. Τὸ νὰ τρώγῃ κανείς, δὲν εἶναι ἁμαρτία, ἀλλὰ τὸ νὰ τρώγῃ χωρὶς εὐχαρίστηση, χωρὶς σεμνότητα καὶ χωρὶς ἐγκράτεια. (Διότι τὸ φαγητό) ἔχει σκοπὸ νὰ κρατήσει τὸ σῶμα στὴ ζωή, ἀλλὰ χωρὶς καμία πονηρὴ ἐπινόηση.
Οὔτε τὸ νὰ βλέπει κανεὶς ἁγνὰ εἶναι ἁμαρτία, ἀλλὰ τὸ νὰ βλέπει φθονερὰ καὶ ὑπερήφανα καὶ ἀχόρταγα (μὲ πονηρὸ βλέμμα).
Ἐπίσης (ἁμαρτία εἶναι) τὸ νὰ μὴν ἀκούει κανεὶς εἰρηνικά, ἀλλὰ μὲ ὀργή.
(Ἁμαρτία εἶναι) καὶ τὸ νὰ μὴ χαλιναγωγεῖ κανεὶς τὴ γλώσσα τοῦ πρὸς εὐχαριστία καὶ προσευχή, ἀλλὰ (νὰ τὴν ἀφήνει ἀχαλίνωτη) στὸ νὰ κατηγορεῖ.
Προσέτι (εἶναι ἁμαρτία) καὶ τὸ νὰ μὴ ἐργάζονται τὰ χέρια μὲ σκοπὸ τὴν ἐλεημοσύνη, ἀλλὰ σὲ φόνους καὶ ἁρπαγές.
Ἔτσι, κάθε μέρος τοῦ σώματος ἁμαρτάνει, ὅταν, παρὰ τὸ θέλημα τοῦ Θεοῦ, ἐργάζεται αὐτοπροαίρετα τὰ πονηρὰ ἔργα, ἀντὶ τῶν ἀγαθῶν.

Κυριακή 10 Νοεμβρίου 2013

γ.Πορφυρίου

Ας σκορπίζομε σε όλους την αγάπη μας ανιδιοτελώς, αδιαφορώντας για τη στάση τους. Όταν έλθει μέσα μας η χάρις του Θεού, δεν θα ενδιαφερόμαστε αν μας αγαπάνε ή όχι, αν μας μιλάνε με καλοσύνη.  Θα νιώθομε την ανάγκη εμείς να τους αγαπάμε όλους.  Είναι εγωισμός να θέλομε οι άλλοι να μας μιλάνε με καλοσύνη. Ας μη μας στενοχωρεί το αντίθετο.  Ας αφήσομε τους άλλους να μας μιλάνε όπως αισθάνονται.  Ας μη ζητιανεύομε την αγάπη. Επιδίωξή μας να είναι ν’ αγαπάμε και να προσευχόμαστε με όλη μας την ψυχή για κείνους.  Τότε θα προσέξομε ότι όλοι θα μας αγαπάνε χωρίς να το επιδιώκομε, χωρίς καθόλου να ζητιανεύομε την αγάπη τους.  Θα μας αγαπάνε ελεύθερα και ειλικρινά από τα βάθη της καρδιάς τους χωρίς να τους εκβιάζομε. Όταν αγαπάμε χωρίς να επιδιώκομε να μας αγαπάνε, θα μαζεύονται όλοι κοντά μας σαν τις μέλισσες. Αυτό ισχύει για όλους μας.

Σάββατο 9 Νοεμβρίου 2013

Αγ. Νεκταρίου Πενταπόλεως

Ίδε των κακών το πλήθος, άκουσον του στεναγμού μου, Ίδε την κατήφειάν μου έπιδε του οδυρμού μου.
Ίδε την ταπείνωσίν μου, ίδε μου την αθυμίαν
Ίδε την αιχμαλωσίαν ίδε μου την ατονίαν
Πρόφθασον βοήθησόν μοι προτού με απολεσθήναι προτού με υπό της λύπης της πικράς καταβρωθήναι.
Ου γαρ έχω ο παντλήμων πλην Σου άλλην προστασίαν,
Ουδέ και καταφυγήν μου, ουδέ και παραμυθίαν.




Πέμπτη 7 Νοεμβρίου 2013

Αγ. Ιωάννου του Χρυσοστόμου




Ὅθεν κἀγὼ ἐξίσταμαι τῷ θαύματι͵ τρέμων τὸ μυστήριον. Θαῤῥήσω τῷ Γαβριὴλ͵ καὶ φυγαδεύω μου τὸν φόβον. Τὰ πρὸς Μαρίαν ῥήματα͵ ἑρμηνεύοντα θαύματα. Ποῖα ταῦτα; Καί φησι· Χαῖρε͵ κεχαριτωμένη͵ ῃ οὐρανίου στάχυος ἀθέριστος ἄρουρα· χαῖρε͵ κεχαριτωμένη͵ ἀληθινῆς ἀμπέλου ἀψευδὴς μήτηρ παρθένος· χαῖρε͵ κεχαριτωμένη͵ ἀτρέπτου θεότητος σαγήνη ἀδιάπτωτος· χαῖρε͵ κεχαριτωμένη͵ τῆς ἀχωρήτου φύσεως χωρίον εὐρύχωρον· χαῖρε͵ κεχαριτωμένη͵ τοῦ χηρεύοντος κόσμου νυμφίε͵ τόκε ἀμίαντε· χαῖρε͵ κεχαριτωμένη͵ ἡ τῇ κτίσει ὑφάνασα ἀχειρόπλοκον στέφανον· χαῖρε͵ κεχαριτωμένη͵ πυρὸς ἅγιον οἰκητήριον͵ χαῖρε͵ κεχαριτωμένη͵ ἡ τῆς φυγάδος οἰκουμένης ἐπάνοδος· χαῖρε͵ κεχαριτωμένη͵ τῆς λιμωττούσης κτίσεως ταμιεῖον ἀδα πάνητον· χαῖρε͵ κεχαριτωμένη͵ ἡ χάρις ἡ ἀπέραντος τῆς ἁγίας παρθένου· χαῖρε͵ κεχαριτωμένη͵ πολλῶν ἀρετῶν κεκοσμημένη λαμπαδηφόρε͵ τὸ ἄσβεστον καὶ τοῦ ἡλίου λαμπρότερον φῶς· χαῖρε͵ κεχαριτωμένη͵ τοῦ νοητοῦ ἀγκίστρου τὸ δέλεαρ· χαῖρε͵ κεχαριτωμένη͵ νοερὰ τῆς δόξης κιβωτέ· χαῖρε͵ κεχαριτωμένη͵ ἡ στάμνος ἡ χρυσῆ͵ ἡ τὸ οὐράνιον ἔχουσα μάννα· χαῖρε͵ κεχαριτωμένη͵ ἡ τὴν γλυκεῖαν πόσιν τῆς ἀεννάου πηγῆς τοὺς διψῶντας ἐμπλήσασα· χαῖρε͵ κεχαριτωμένη͵ ἡ νοερὰ θάλασσα͵ καὶ τὸν οὐράνιον ἔχουσα μαργαρίτην Χριστόν· χαῖρε͵ κεχαριτωμένη͵ ὁ λαμπρὸς οὐρανὸς͵ ἡ τὸν ἀχώρητον ἐν οὐρανοῖς ἐν ἑαυτῇ ἔχουσα Θεὸν ἀχώρητον καὶ ἀστενοχώρητον· χαῖρε κεχαριτωμένη͵ στυλοειδὴς νεφέλη͵ ἡ τὸν Θεὸν ἔχουσα τὸν ἐν τῇ ἐρήμῳ καθοδηγήσαντα τὸν Ἰσραήλ.

Τετάρτη 6 Νοεμβρίου 2013

Αγ.Συμεών του Νέου Θεολόγου


Ὦ ἀγάπη θεία, ποῦ Χριστόν περιέχεις; Ποῦ αὐτόν κατακρύπτεις; Τί τόν τοῦ κόσμου Σωτῆρα λαβοῦσα, μακράν γέγονας ἀφ᾿ἡμῶν; Ἄνοιξον καί ἡμῖν τοῖς ἀναξίοις μικράν σου θύραν, ἵνα καί ἡμεῖς ἴδωμεν τόν δι᾿ ἡμᾶς παθόντα Χριστόν καί πιστεύσωμεν τῷ ἐλέει αὐτοῦ ὡς οὐκέτι ἀποθανοῦμεν ἀφ᾿ οὐ αὐτόν θεασόμεθα. Ἄνοιξον ἡμῖν ἡ θύρα αὐτῷ γενομένη εἰς τήν διά σαρκός αὐτοῦ ἐπιφάνειαν, ἡ βιασαμένη τά ἄφθονα καί ἀβίαστα σπλάχνα τοῦ ἡμετέρου Δεσπότου εἰς τό βαστάσαι τάς ἁμαρτίας καί τάς νόσους ἁπάντων, καί μή ἀπορρίψῃς ἡμᾶς λέγουσα· “Οὐκ οἶδα ὑμᾶς “. Γενοῦ μεθ᾿ ἡμῶν, ἵνα γνωρίσῃς ἡμᾶς· ἀγνώριστοι γάρ σοι τυγχάνομεν. Ἐνοίκησον ἐν ἡμῖν, ἵνα διά σέ καί ἡμᾶς τούς ταπεινούς ὁ Δεσπότης ἐλθών ἐπισκέψηται προϋπαντώμενος παρά σοῦ - ἡμεῖς γάρ εἰς ἅπαν ἀνάξιοι -, ὡς ἄν προσμείνῃ μικρόν ὁμιλῶν σοι καί δέξηται καί ἡμᾶς τούς ἁμαρτωλούς προσπεσεῖν τοῖς ἀχράντοις αὐτοῦ ποσί, καί συλλαλήσῃς περί ἡμῶν ἀγαθά καί πρεσβεύσῃς ἀφεθῆναι τό χρέος ἡμῖν τῶν κακῶν, ὅπως αὐτῷ τῷ Δεσπότῃ δουλεύειν διά σοῦ πάλιν ἐξιωθῶμεν καί ὑπ᾿ αὐτοῦ προνοώμεθα καί τρεφώμεθα· τό γάρ χρεωστεῖν μέν μηδέν, λιμῷ δέ πτωχείας ἀπόλλυσθαι, παρά μικρόν τῆς ἴσης ἐστί τιμωρίας καί κολάσεως πρόξενον. 
Συγχωρηθείημεν παρά σοῦ, ἁγία ἀγάπη, καί διά σοῦ τῶν ἀγαθῶν τοῦ ἡμετέρου Δεσπότου ἐν ἀπολαύσει γενοίμεθα, ὧν οὐδείς, εἰ μή διά σοῦ, γεύσεται τῆς γλυκύτητος. Ὁ γάρ σε ὡς δεῖ μή φιλήσας καί παρά σοῦ μή ἀγαπηθείς ὥσπερ χρή, τρέχει μέν ἴσως, οὐ κατέλαβε δέ ὅμως· πᾶς δέ ὁ τρέχων πρό τοῦ τόν δρόμον τελέσαι ἀμφίβολος. Ὁ δέ καταλαβών σε ἤ καταληφθείς ὑπό σοῦ, πάντως βέβαιος, ἐπειδή τέλος νόμου σύ εἶ, ἡ ἐμέ περικυκλοῦσα, ἡ ἐμέ φλέγουσα καί ἐκ πόνου καρδίας εἰς πόθον ἄπειρόν με Θεοῦ καί τῶν ἐμῶν ἀδελφῶν καί πατέρων ἀνάπτουσα. Σύ γάρ τῶν προφητῶν ἡ διδάσκαλος, τῶν ἀποστόλων ἡ σύνδρομος, τῶν μαρτύρων ἡ δύναμις, τῶν πατέρων καί διδασκάλων ἡ ἔμπνευσις, ἡ πάντων τῶν ἁγίων τελείωσις καί ἡ ἐμή νῦν πρός τήν παροῦσαν διακονίαν προχείρισις.

Τρίτη 5 Νοεμβρίου 2013

Προς Εφεσίους κεφ. 2

Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις, ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας·  ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί·  ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς,  καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ· χάριτί ἐστε σεσῳσμένοι·  καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ,  ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ' ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ.  τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.  αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.  Διὸ μνημονεύετε ὅτι ὑμεῖς ποτε τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου,  ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ.  νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ Χριστοῦ. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας,  τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην,  καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ·  καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς,  ὅτι δι' αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ Πνεύματι πρὸς τὸν πατέρα. ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ,  ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ·  ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι

Δευτέρα 4 Νοεμβρίου 2013

Αγ.Γρηγορίου του Θεολόγου

Λόγος ἀκούεις͵ καὶ ὑπὲρ λόγον εἶ· ὑπὲρ φῶς εἶ͵ καὶ φῶς ὀνομάζῃ· πῦρ ἀκούεις͵ οὐκ αἰσθη τὸς ὢν͵ ἀλλ΄ ὅτι τὴν κούφην καὶ μοχθηρὰν ἀνα καθαίρεις ὕλην· μάχαιρα͵ ὅτι τέμνεις τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος· πτύον͵ ὅτι ἀνακαθαίρεις τὴν ἅλω͵ καὶ ὅσον κοῦφόν τε καὶ ἀνεμιαῖον ἀποπεμπόμενος͵ ὅσον βαρὺ καὶ πλῆρες ἐπὶ τὰς ἀποθήκας τὰς ἄνω ἐναποτίθεσαι· ἀξίνη͵ ὅτι τὴν ἄκαρ πον ἐκκόπτεις συκῆν ἐπὶ πολὺ μακροθυμήσας͵ ὅτι τὰς ῥίζας ἐκτέμνεις τῆς πονηρίας· θύρα͵ διὰ τὴν εἰσαγωγήν· ὁδὸς͵ ὅτι εὐθυποροῦμεν· πρόβατον͵ ὅτι θῦμα· ἀρχιερεὺς͵ ὅτι προσφέρεις τὸ σῶμα· Υἱὸς͵ ὅτι Πατρός. Πάλιν κινῶ τὰς γλώσσας· πάλιν κατὰ Χριστοῦ τινες μαίνονται͵ μᾶλλον δὲ͵ κατ΄ ἐμοῦ͵ ὃς ἠξιώθην τοῦ Λόγου γενέσθαι κῆρυξ. Ὡς Ἰωάννης γίνομαι· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ͵ῃ ἐρήμῳ ποτὲ καὶ ἀνύδρῳ͵ νῦν δὲ καὶ λίαν οἰκουμένῃ.

Κυριακή 3 Νοεμβρίου 2013

Ψαλμ.29

Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾿ ἐμέ.  
Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με·
Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.
ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ· 
ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ· τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωΐ ἀγαλλίασις. 
ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. 
Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν· ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου καὶ ἐγενήθην τεταραγμένος. 
πρὸς σέ, Κύριε, κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι. 
τίς ὠφέλεια ἐν τῷ αἵματί μου ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν; μὴ ἐξομολογήσεταί σοι χοῦς ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου; 
ἤκουσε Κύριος, καὶ ἠλέησέ με, Κύριος ἐγενήθη βοηθός μου. 
ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί, διέῤῥηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην, 
ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶ. Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.

Σάββατο 2 Νοεμβρίου 2013

Αγ.Μαξίμου του Ομολογητού

Πολλούς ἔχει ὁ κόσμος πτωχούς τῷ πνεύματι, ἀλλά παρά τό προσῆκον. Καί πολλούς πενθοῦντας, ἀλλά διά ζημίας χρημάτων, ἤ ἀποβολάς τέκνων. Καί πολλούς πραεῖς, ἀλλά πρός τά ἀκάθαρτα πάθη. Καί πολλούς πεινῶντας καί διψῶντας, ἀλλά τό ἁρπάζειν τά ἀλλότρια, καί κερδαίνειν ἐξ ἀδικίας. Καί πολλούς ἐλεήμονας, ἀλλά πρός τό σῶμα καί τά τοῦ σώματος. Καί καθαρούς τῆ καρδίᾳ, ἀλλά διά κενοδοξίαν. Καί εἰρηνοποιούς, ἀλλά τήν ψυχήν τῇ σαρκί ὑποτάσσοντας. Καί πολλούς ὀνειδιζομένους, ἀλλ᾿ ἐπ᾿ αἰσχροῖς ἁμαρτήμασι· ἀλλ᾿ ἐκεῖνοι μόνοι μακάριοι, οἱ διά Χριστόν καί κατά Χριστόν ταῦτα καί ποιοῦντες καί πάσχοντες. Διατί; Ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· καί, Αὐτοί τόν Θεόν ὄψονται, καί τά ἑξῆς. Ὥστε, οὐχ ὅτι ποιοῦσι ταῦτα καί πάσχουσι, εἰσί μακάριοι· ἀλλ᾿ ὅτι διά Χριστόν καί κατά Χριστόν ταῦτα καί ποιοῦσι καί πάσχουσι.

Παρασκευή 1 Νοεμβρίου 2013

γ.Εφραίμ Κατουνακιώτου


Πυρ, χάλαζα, πυρ καταιγίδος κτλ., όλα, τότε αρχίζει η μεγάλη δοξολογία. 
Βλέπετε; 
Και τα όρη και τα βουνά και τα δέντρα και η θάλασσα και τα ψάρια, όλα υμνολογούν τον Θεό. 
Αλλά εμείς, επειδή έχουμε αμαυρώσει, δηλαδή, το νοερόν της ψυχής μας, γι' αυτό λίγο το καταλαμβάνουμε, λίγο. 
Όσο καθαρίζεσαι μέσα σου, τόσο και περισσότερο λαμβάνεις έναν φωτισμό, λαμβάνεις μιαν αίσθηση ότι κανένα κτίσμα του Θεού δεν μένει αργό, αλλά όλα δοξολογούν τον Θεό.
Και η μύγα και το κουνούπι, και το βόδι και το ζώο, όλα δοξολογούν τον Θεό. 
Όταν καθαριστείς μέσα σου, θα την δεις αυτήν τη μυστική δοξολογία του Θεού. 
Όσο καθαρίζεσαι μέσα σου, θα το δεις και λές: 
Ταλαίπωρε άνθρωπε, εσύ μόνο δεν δοξολογείς τον Θεό. Όλα δοξολογούν τον Θεό!