Τετάρτη 25 Δεκεμβρίου 2013

Χριστός ἐτέχθη


«...ἀμνάς βαστάζει λέοντα...»

Ὅπερ ὁρῶ νοῆσαι οὐ χωρῶ· ὑπὲρ νοῦν γὰρ ὑπάρχει ἀνθρώπινον 
πῶς πῦρ φέρων ὁ χόρτος οὐ φλέγεται͵ ἀμνὰς βαστάζει λέοντα͵ 
ἀετὸν δὲ χελιδών͵ καὶ δεσπότην ἡ δούλη· γαστρὶ θνητῇ 
Θεὸν ἀπεριγράπτως Μαρία ἐμὸν σωτῆρα ἑκόντα φέρει͵ 
ὅθεν χαιρῶν βοῶ· 
Παρθένος τίκτει καὶ μετὰ τόκον πάλιν μένει παρθένος  

Αγ.Ρωμανού του Μελωδού

Τρίτη 17 Δεκεμβρίου 2013

ουράνιος εκκλησία η κάμινος

Στήσαντες οὖν οἱ παῖδες χορὸν ἐν μέσῳ καμίνου͵
οὐράνιον ἐκκλησίαν ἀπειργάσαντο τὴν κάμινον͵
ψάλλοντες μετ΄ ἀγγέλου τῷ ποιητῇ τῶν ἀγγέλων
καὶ πᾶσαν τὴν λειτουργίαν τῶν ἀσάρκων ἐκμιμούμενοι·
εἶτα ἐμφορηθέντες ἐκ τῆς λατρείας τότε τοῦ παναγίου Πνεύματος͵
εἶδον ἄλλο φρικτότερον· αὐτὸς γὰρ ἐκεῖνος ὃν ἔβλεπον ὡς ἄγγελον
καθ΄ ἑκάστην ἠλλοίου τὴν μορφήν͵
καὶ ὁτὲ μὲν θεῖος͵ ἄλλοτε δὲ ὡς ἄνθρωπος ἑωρᾶτο͵
καὶ ποτὲ μὲν ἐκέλευε͵ ποτὲ δὲ συνικέτευεν·
Τάχυνον͵ ὁ οἰκτίρμων͵ καὶ σπεῦσον͵ ὡς ἐλεήμων͵ εἰς τὴν βοήθειαν ἡμῶν͵
ὅτι δύνασαι βουλόμενος.

Αγ. Ρωμανού του Μελωδού

Σάββατο 14 Δεκεμβρίου 2013

Αγ. Γρηγορίου του Θεολόγου

Περὶ ζωῆς ἀνθρωπίνης.

Ὁ χοῦς͵ ὁ πηλὸς͵ ἡ παλίστροφος κόνις.
Τῇ γῇ γὰρ ἡ γῆ συμβιβάζεται πάλιν͵
Καὶ σπαργανοῦται τῷ γεώδει σπαργάνῳ͵
Καὶ χοῦς πάλιν πρόεισιν ὥσπερ ἡ κόνις͵
῝Ην ἡ βιαία συστροφὴ τῶν πνευμάτων
Πρὸς ὕψος ἐξαίρουσα συστέλλει κάτω.
Οὕτω γὰρ ἡμῶν τὸν πολύστροφον βίον
Αἱ τῶν πονηρῶν πνευμάτων καταιγίδες
Πρὸς ὕψος ἐξαίρουσι καὶ δόξαν νόθον·
Αὖθις δὲ χοῦς κάτεισι καὶ μένει κάτω͵
Ἕως ὁ τοῦ κτίσαντος ἁρμόσῃ λόγος
Τῶν συνδεθέντων τὴν ἀναγκαίαν λύσιν.
Νῦν δὲ προκύψας͵ ὥσπερ ἔκ τινος βάθους͵
Ὁ χοῦς ὁ θείᾳ πνευματωθεὶς εἰκόνι͵
Καὶ τὰς γεώδεις ἐκβοᾷ τραγῳδίας͵
Καὶ τὸν γελᾷν δοκοῦντα δακρύει βίον. 



Περὶ τῆς αὐτῆς.

Τροχός τίς ἐστιν ἀστάτως πεπηγμένος͵
Ὁ μικρὸς οὗτος καὶ πολύτροπος βίος.
Ἄνω κινεῖται͵ καὶ περισπᾶται κάτω·
Οὐχ ἵσταται γὰρ͵ κἂν δοκῇ πεπηγέναι.
Φεύγων κρατεῖται͵ καὶ μένων ἀποτρέχει.
Σκιρτᾷ δὲ πολλὰ͵ καὶ τὸ φεύγειν οὐκ ἔχει.
Ἕλκει͵ καθέλκει τῇ κινήσει τὴν στάσιν.
Ὡς οὐδὲν εἶναι τὸν βίον διαγράφων͵
῍Η καπνὸν͵ ἢ ὄνειρον͵ ἢ ἄνθος χλόης.
     
     

Παρασκευή 13 Δεκεμβρίου 2013

Μ. Βασιλείου


Τίνα͵ φησὶν͵ ἀδικῶ συνέχων τὰ ἐμαυτοῦ; Ποῖα͵ εἰπέ μοι͵ σαυτοῦ; πόθεν λαβὼν εἰς τὸν βίον εἰσήνεγκας; Ὥσπερ ἂν εἴ τις͵ ἐν θεάτρῳ θέαν καταλαβὼν͵ εἶτα ἐξείργοι τοὺς ἐπεισιόντας͵ ἴδιον ἑαυτοῦ κρίνων τὸ κοινῶς πᾶσι κατὰ τὴν χρῆσιν προκείμενον· τοιοῦτοί εἰσι καὶ οἱ πλούσιοι. Τὰ γὰρ κοινὰ προκατασχόντες͵ ἴδια ποιοῦνται διὰ τὴν πρόληψιν. Ἐπεὶ εἰ τὸ πρὸς παραμυθίαν τῆς ἑαυτοῦ χρείας ἕκαστος κομιζόμενος͵ τὸ περιττὸν ἠφίει τῷ δεομένῳ͵ οὐδεὶς μὲν ἂν ἦν πλούσιος͵ οὐδεὶς δὲ πένης͵ οὐδεὶς ἐνδεής. Οὐχὶ γυμνὸς ἐξέπεσας τῆς γαστρός; οὐ γυμνὸς πάλιν εἰς τὴν γῆν ὑποστρέψεις; Τὰ δὲ παρόντα σοι πόθεν; Εἰ μὲν ἀπὸ ταυτομάτου λέγεις͵ ἄθεος εἶ͵ μὴ γνωρίζων τὸν κτίσαντα͵ μηδὲ χάριν ἔχων τῷ δεδωκότι· εἰ δὲ ὁμολογεῖς εἶναι παρὰ Θεοῦ͵ εἰπὲ τὸν λόγον ἡμῖν δι΄ ὃν ἔλαβες. Μὴ ἄδικος ὁ Θεὸς͵ ὁ ἀνίσως ἡμῖν διαιρῶν τὰ τοῦ βίου; Διὰ τί σὺ μὲν πλουτεῖς͵ ἐκεῖνος δὲ πένεται; ῍Η πάντως͵ ἵνα καὶ σὺ χρηστότητος καὶ πιστῆς οἰκονομίας μισθὸν ὑποδέξῃ͵ κἀκεῖνος τοῖς μεγάλοις ἄθλοις τῆς ὑπομονῆς τιμηθῇ; Σὺ δὲ͵ πάντα τοῖς ἀπληρώτοις τῆς πλεονεξίας κόλποις περιλαβὼν͵ οὐδένα οἴει ἀδικεῖν τοσούτους ἀποστερῶν; Τίς ἐστιν ὁ πλεονέκτης; Ὁ μὴ ἐμμένων τῇ αὐταρκείᾳ. Τίς δέ ἐστιν ὁ ἀποστερητής; Ὁ ἀφαιρούμενος τὰ ἑκάστου. Σὺ δὲ οὐ πλεονέκτης; σὺ δὲ οὐκ ἀποστερητής; ἃ πρὸς οἰκονομίαν ἐδέξω͵ ταῦτα ἴδια σεαυτοῦ ποιούμενος; ῍Η ὁ μὲν ἐνδεδυμένον ἀπογυμνῶν λωπο δύτης ὀνομασθήσεται· ὁ δὲ τὸν γυμνὸν μὴ ἐνδύων͵ δυνάμενος τοῦτο ποιεῖν͵ ἄλλης τινός ἐστι προσηγορίας ἄξιος; Τοῦ πεινῶντός ἐστιν ὁ ἄρτος͵ ὃν σὺ κατέχεις· τοῦ γυμνητεύοντος τὸ ἱμάτιον͵ ὃ σὺ φυλάσσεις ἐν ἀποθήκαις· τοῦ ἀνυποδέτου τὸ ὑπόδημα͵ ὃ παρὰ σοὶ κατασήπεται· τοῦ χρῄζοντος τὸ ἀργύριον͵ ὃ κατορύξας ἔχεις. Ὥστε τοσούτους ἀδικεῖς͵ ὅσοις παρέχειν ἠδύνασο.

Πέμπτη 12 Δεκεμβρίου 2013

Ελέησον με Κύριε

Ελέησον με Κύριε, δος μου το έλεος σου
Και μη δικάσης Κύριε το πλάσμα το δικό σου
Ελέησον με Κύριε, δως μου την σωτηρία
Πρεσβεία κάνει εις εσέ η Μήτηρ Παναγία
Ελέησον με Κύριε, με δάκρυα φωνάζω
Κι από τα βάθη της καρδιάς εγώ αναστενάζω
Ελέησον με Κύριε, μπροστά σου γονατίζω
Κι από την θεία σου μορφή, εγώ μόνο ελπίζω
Ελέησον με μακρόθυμε Σωτήρ μου
Δως μου εσύ το έλεος, και σώσον την ψυχή μου
Ελέησον με Κύριε, μεγάλε μου Ποιμένα
Την τρισαθλία μου ψυχή, σώσε μου και εμένα
Αμάρτησα ο άθλιος, Χριστέ ενώπιον σου
Αλλ΄ ως τον άσωτο υιόν, ζητώ το έλεος σου
Το ήμαρτον τα χείλη μου, με πόνο το κραυγάζω
Ελέησον με Κύριε, κι εγώ θα σε δοξάζω
Θα σε δοξάζω Κύριε, κάθε στιγμή και ώρα
Ελεήσον με Κύριε, εμπρός σου ήλθα τώρα
Να πω τα αμαρτήματα, που έχω καμωμμένα
Κανένας δεν αμάρτησε, Χριστέ ως εμένα
Θα σε δοξάζω Κύριε, σε όλη την ζωή μου
Εν όσω ζω επί της γης, με όλη την ψυχή μου
Ελέησον με Κύριε, δείξε μακροθυμία
Και θα δοξάζω εν όσω ζω Τριάδα την Αγία
Ελέησον με Κύριε, εμπρός σου εγώ προσπίπτω
Με μετανοίας δάκρυα, τους πόδας να νίπτω
Ελέησον με Κύριε, με πόνο σου ζητάω
Την άφεσιν αμαρτιών, και θα δοξολογάω
Θε να υμνώ θα ευλογώ, το Πνεύμα σου θείο
Που δίδη εις τον άνθρωπο, ουράνιο μεγαλείο
Ελέησον με Κύριε, το έλεος σου δος μου
Και εις την Βασιλεία σου, πάρε με εκ δεξιών σου
Αμήν.

Τετάρτη 11 Δεκεμβρίου 2013

Ησαΐα 61

ΠΝΕΥΜΑ Κυρίου ἐπ᾿ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, 2 καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως τῷ Θεῷ ἡμῶν, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, 3 δοθῆναι τοῖς πενθοῦσι Σιὼν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας· καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν. 4 καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας, ἐξηρημωμένας πρότερον ἐξαναστήσουσι· καὶ καινιοῦσι πόλεις ἐρήμους ἐξηρωμένας εἰς γενεάς. 5 καὶ ἥξουσι ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες καὶ ἀμπελουργοί. 6 ὑμεῖς δὲ ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοὶ Θεοῦ· ἰσχὺν ἐθνῶν κατέδεσθε καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε. [ἀντὶ τῆς αἰσχύνης ὑμῶν τῆς διπλῆς καὶ ἀντὶ τῆς ἐντροπῆς ἀγαλλιάσεται ἡ μερὶς αὐτῶν]. 7 οὕτως ἐκ δευτέρας κληρονομήσουσι τὴν γῆν, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. 8 ἐγὼ γάρ εἰμι Κύριος ὁ ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς. 9 καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ τῶν λαῶν· πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσι σπέρμα ηὐλογημένον ὑπὸ Θεοῦ 10 καὶ εὐφροσύνῃ εὐφρανθήσονται ἐπὶ Κύριον. -᾿Αγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης, ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ. 11 καὶ ὡς γῆ αὔξουσα τὸ ἄνθος αὐτῆς καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ, οὕτως ἀνατελεῖ Κύριος δικαιοσύνην καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν.

Τρίτη 10 Δεκεμβρίου 2013

Δέξαι μου τήν ευτελή καί ράθυμον ταύτην δέησιν

Εγώ οίδα και πέπεισμαι ακριβώς, άχραντε Θεοτόκε, ότι ούκ ειμί άξιος ατενίσαι όλως, ούτε ικανός ιδείν είς τό ύψος του ουρανού από του βάρους των εμών κατακαμπτόμενος αμαρτιών. Και δίκαιον έστιν εμέ τόν άσωτον, εμέ τόν βέβηλον, τόν υπέρ πάντα άνθρωπον άμαρτήσαντα, μισείσθαι ώς βέβηλον, υπό σου της καθαράς, υπό σου της άμωμου, υπό σου της ασπίλου και ψυχήν καί σώμα. Αλλ' επειδή Μήτηρ εδείχθης του μή δικαίους ελθόντος καλέσαι, αλλά αμαρτωλούς είς μετάνοιαν, ιδού φόβω προσέρχομαι σοι, συγχώρησιν αιτούμενος λαβείν διά σου των εμών αμύθητων πταισμάτων. 
Μή ουν παρίδης με, Δέσποινα Θεοτόκε, τόν αμελή, τόν άκάθαρτον, τόν ανάξιον του ουρανού και της γής και άξιον πάσης κολάσεως καί τιμωρίας, τόν υπέρ πάσαν τήν των ανθρώπων φύσιν αμαρτήσαντα, αλλά την του αγαθού Υιού καί Θεού σου μιμησαμένη ευσπλαγχνίαν τε καί φιλανθρωπίαν, έπιδε έπ'εμέ ιλέω σου όμματι καί δέξαι μου τήν ευτελή καί ράθυμον ταύτην δέησιν, καί ταύτην τω σω Υιώ καί Θεώ προσάγουσα, περιποίησόν μοι συγχώρησιν, Πάναγνε, ων άφρόνως έν τω βίω ετέλεσα, ενδυναμούσά με ταίς προς τόν Υιόν σου ευπροσδέκτοις δεήσεσι, προθύμως φθάσαι και προς τάς μεσημβρινάς και νυκτερινάς, μεσονύκτιους τε και εωθινάς λειτουργίας. 
Ναί, Δέσποινα Θεοτόκε, μή απώση μου τους εγκαρδίους στεναγμούς, μή παρίδης μου τους οδυρμούς, μή παραβλέψης μου τόν διάπυρον προς σέ πόθον, μή σβέσης μου τήν προς σέ προσδοκίαν, μή άποβάλης τήν οικτράν μου δέησιν, μή απορρίψης με από του προσώπου σου, ίνα μή ό πονηρός εχθρός της σης σκέπης και αντιλήψεως έρημον και γυμνόν με εύρων, εις τέλος ταπεινώση και καταπίη με. Διά τούτο πρόφθασον και αντιλαβού μου, Πανάμωμε, τού αμαρτωλού και ταπεινού, και λύτρωσαί με της πικράς τυραννίδος του διαβόλου, ρύσαι με τής των πονηρών δαιμόνων ενέδρας και επιβουλής, και αξίωσόν με απροσκόπτως βιώσαι και τής ουρανίου τυχείν βασιλείας. Έχεις γάρ τό δύνασθαι, ώς Μήτηρ ούσα Θεού, όπως κάγώ διά σου σωτηρίας επιτυχών, μεγαλύνω διά παντός και δοξάζω σου τήν βεβαίαν αντίληψιν. Ότι ευλογημένη υπάρχεις είς τους αιώνας των αιώνων. 
Αμήν.

Δευτέρα 9 Δεκεμβρίου 2013

Μιμησώμεθα τῆς μακαρίας Ἄννης τὸ ἐν νηστείαις τε καὶ προσευχαῖς σύντονον καὶ ἀνένδοτον


Ζεῦγος καρπογονεῖ τὸ σεπτόν, τὴν θείαν Δάμαλιν, ἐξ ἧς προελεύσεται, ὁ Μόσχος ἀρρήτῳ λόγῳ, ὁ σιτευτὸς ἀληθῶς, ὑπὲρ ὅλου κόσμου προθυόμενος· διὸ γεγηθότες, ἐξομολόγησιν ἄπαυστον, ἐν κατανύξει, τῷ Κυρίῳ προσάγουσι, καὶ τὴν σύμπασαν, ἐποφείλουσαν ἔχουσι. Τούτους οὖν μακαρίσωμεν, καὶ πίστει χορεύσωμεν, ἐν τῇ Συλλήψει ἐνθέως, τῆς ἐξ αὐτῶν τοῦ Θεοῦ ἡμῶν, Μητρὸς τικτομένης, δι' ἧς δίδοται πλουσίως, τὸ μέγα ἔλεος.

Κυριακή 8 Δεκεμβρίου 2013

Αγ. Ιωάννου του Χρυσοστόμου

Κύριε ὁ Θεός μου, ὁ μέγας καὶ φοβερὸς καὶ ἔνδοξος, ὁ πάσης ὁρωμένης καὶ νοουμένης κτίσεως Δημιουργός, ὁ φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσί σε καὶ φυλάσσουσι τὰ προστάγματά σου, καὶ νῦν καὶ πάντοτε εὐχαριστῶ σοι, πασῶν ἕνεκα τῶν εἰς ἐμὲ γενομένων εὐεργεσιῶν σου φανερῶν καὶ ἀφανῶν. Καὶ μέχρι τοῦ νῦν αἰνῶ καὶ δοξάζω καὶ μεγαλύνω σέ, ἀνθ’ ὧν ἐθαυμάστωσας ἐπ’ ἐμοὶ τὰ ἐλέη σου τὰ πλούσια καὶ τοὺς οἰκτιρμούς σου, ἀντιλαβόμενός μου ἐκ γαστρὸς μητρός μου, καὶ ἐν πᾶσι προνοησάμενος, συντηρήσας τε καὶ διακυβερνήσας ὁσίως τὰ κατ’ ἐμὲ διὰ μόνην χρηστότητα καὶ φιλανθρωπίαν σου. Οὐ γὰρ διὰ τὸ ἀνάξιόν μου καὶ ἐμπαθὲς ὑπερεῖδες τὴν ἐμὴν ταπείνωσιν, ἀλλὰ διὰ τὸ φιλάνθρωπόν σου καὶ συμπαθὲς εὐεργετῶν καὶ προνοούμενος οὐ διέλιπες· καὶ ἕως γήρως καὶ πρεσβείου, ὁ Θεός μου, μὴ ἐγκαταλίπῃς με, Ἰησοῦ Χριστέ, τὸ καλὸν ὄνομα, ὁ γλυκασμός μου καὶ ἡ ἐπιθυμία μου, καὶ ἡ ἐλπίς μου, ὁ ἐνανθρωπήσας δι’ ἡμᾶς καὶ τὸν διὰ σταυροῦ θάνατον ὑπομείνας, καὶ πάντα ἐν σοφίᾳ οἰκονομήσας καὶ διαθέμενος τῆς ἡμῶν ἕνεκα σωτηρίας.
Ἐξομολογοῦμαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου, κλίνω γόνυ σώματος καὶ ψυχῆς, ἑξαγορεύων σοι τῷ Θεῷ πάσας τάς ἁμαρτίας μου. Κλῖνον καὶ αὐτὸς τὸ οὖς σου εἰς τὴν ἐμὴν δέησιν, καὶ ἄφες τὴν ἀσέβειαν τῆς καρδίας μου. Ἥμαρτον, ἠνόμησα, ἐπλημμέλησα, παρώξυνα, παρεπίκρανα σὲ τὸν ἐμὸν ἀγαθὸν Δεσπότην καὶ τροφέα καὶ κηδεμόνα· οὔκ ἐστιν εἶδος κακίας ῥητὸν ἤ ἄρρητον, ὅ οὐκ ἐποίησα, καὶ ἔργῳ, καὶ λόγῳ, καὶ γνώσει, καὶ ἀγνοίᾳ, καὶ ἐνθυμήμασι καὶ διανοήμασι, καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν ἁμαρτήσας. Καὶ πολλάκις μετανοεῖν ὑποσχόμενος, τοσαταύκις τοῖς αὐτοῖς περιέπεσα. Εὐκοπώτερον σταγόνες ὑετοῦ ἀριθμηθήσονται, ἤ τῶν ἐμῶν ἁμαρτημάτων ἡ πληθύς. Ὑπερῆραν γὰρ τὴν κεφαλήν μου, καὶ ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν. Ἀπὸ γὰρ νεότητός μου καὶ μέχρι τοῦ νῦν, ταῖς ἀτόποις ἐπιθυμίαις θύραν ἀνοίξας, ἀχαλινώτοις καὶ ἀτάκτοις ἐχρησάμην ὁρμαῖς, μολύνας τὸν χιτῶνα τὸν ἄνωθεν ὑφαντὸν τοῦ ἁγίου βαπτίσματος, τὸν ναόν μου τοῦ σώματος κηλιδώσας, τὴν ταλαίπωρόν μου ψυχὴν τοῖς πάθεσι τῆς ἀτιμίας καταμιάνας, καὶ πᾶσαν ἄλλην παρανομίαν καὶ ἀδικίαν διαπραξάμενος, ὦν ἐὰν κατὰ μέρος ἐπιμνησθῆναι θελήσω, ἐπιλείψει με διηγούμενον ὁ χρόνος.
Ἐπεὶ δὲ πάντα οἶδᾳς αὐτός, οὐδὲ γάρ ἐστι κτίσις ἀφανὴς ἐνώπιόν σου, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς σου, τὶ δεῖ πρὸς εἰδότα λέγειν τὰ μὴ ἀγνοούμενα παρὰ σοῦ; Ἐμοῦ δὲ συντρίβεται ἡ καρδία καὶ ἡ ψυχή, καὶ ὅλος εἰς ἀπορίας καταδύομαι βάθος, ἐνθυμούμενος ὅτι τηλικαῦτα καὶ τοσαῦτα ἡμαρτηκώς, οὐδὲ μικρὸν τι μεταμελείας ἔργον ἐνεδειξάμην, καὶ ὁ καιρὸς τῆς τομῆς ἐγγὺς καὶ ἡ προθεσμία τοῦ θανάτου παρέστηκεν, ὁ δὲ τῆς μετανοίας καιρὸς οὐδαμοῦ. Διὰ τοῦτο τετάρακται ἡ ψυχή μου καὶ κατώδυνός ἐστι καὶ κατηφείας πλήρης· ἀνέτοιμος γὰρ καὶ ἀπαρασκεύαστος ὤν, διαλογιζόμενός τε καὶ ἀνακρίνων τὰ κατ’ ἐμαυτόν, οὐδὲν ἱκανὸν πρὸς ἀπολογίαν εὑρίσκω, οὐδὲ τίνα τρόπον καὶ μηχανήν, δι’ ὧν τοῦ αἰωνίου πυρὸς ῥυσθήσομαι· εἰ γὰρ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἁμαρτωλὸς ἐγὼ ποῦ φανοῦμαι; Καὶ εἰ διὰ πολλῶν θλίψεων ἡ βασιλεία τῶν οὐρανῶν τοῖς ἀξίοις κατακληροῦται, καὶ στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς τῆς ζωῆς, πῶς ἐγὼ καθηδυπαθὼν καὶ ἀκολασταίνων διὰ παντός, τῆς σωτηρίας ἀξιωθήσομαι; Καὶ εἰ πᾶσα δικαιοσύνη ἀνθρώπου ὡς ῥάκος ἀποκαθημένης, ὁ τοσοῦτος βόρβορος καὶ ἀδικία τὶ λογισθήσεται; Καὶ εἰ ὑπὲρ ἀργοῦ λόγου ἀπολογήσασθαι πρόκειται, ὑπὲρ τοσούτων ἐγὼ ἁμαρτημάτων τίνα εὐπρόσωπον ἕξω τὴν ἀπολογίαν;
Οἴμοι ψυχή! Ὅτι οὕτω τὰ καθ’ ἡμᾶς προεχώρησε. Βραχὺς ὁ βίος καὶ εὐπερίστατος, ὀξέως παροδεύων καὶ πρὸς τὸν θάνατον παραπέμπων, αἰωνία τῶν ἁμαρτωλῶν ἡ τιμωρία, ὥσπερ καὶ ἡ τῶν δικαίων βασιλεία, καὶ ἡ ζωὴ ἁμφοτέρων μὴ διακοπτομένη θανάτῳ. Τὶ οὖν ποιήσω; τὶ διαπράξω; εἰς ποῖον χάος ἐμαυτὸν ἀκοντίσω; φοβερὸς γὰρ ὁ θάνατος καὶ μάλιστα τῶν ἁμαρτωλῶν, ἐπεὶ καὶ πονηρός· θάνατος γὰρ ἁμαρτωλῶν πονηρός· φοβερὰ δὲ καὶ τὰ μετὰ θάνατον δείγματα· φοβερώτερον δὲ πολλῷ μᾶλλον τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος, ἐξ ὧν οὔκ ἐστιν ὁ ἐξελέσθαι δυνάμενος.
Ὅταν οὖν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ ἀποδοῦναι ἕκαστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ὅταν θρόνοι τεθῶσι καὶ ὁ ἀδέκαστος κριτὴς φοβερὸς καθήσῃ, καὶ ἡ λαμπρότης καὶ ἡ χαρὰ τῶν δικαίων ἡτοιμασμένη φανῇ, καὶ πᾶσαι αἱ τῶν Ἀγγέλων μυριάδες, καὶ πάντες οἱ ἀπ’ αἰῶνος ἄνθρωποι, καὶ πᾶσα ὁμοῦ ἡ κτίσις, ἥ τε ὁρωμένη καὶ νοουμένη ὑπότρομος παρίσταται, τὶ ἐγὼ τότε διαπράξωμαι; αἰσχύνης πεπληρωμένος, ὑπὸ τοῦ συνειδότος κατεγνωσμένος, παρρησίας πάσης καὶ ἀπολογίας ἐστερημένος, στεναγμοῦ πάντοθεν; Οἴμοι τῶν κακῶν! Τὶ πρῶτον θρηνήσω, τὶ δεύτερον στενάξω, τὶ ἀπολοφύρωμαι; τὴν στέρησιν τῶν ἀγαθῶν ἤ τὴν ὀδύνην τῶν ἀλγεινῶν; τὸ ἀπέραντον τῆς τιμωρίας ἤ τὸν ἀπὸ Θεοῦ χωρισμόν; κλαῦσον ἀθλία ψυχή, ἐνθυμουμένη ταῦτα καὶ ὁποῖα μετὰ τὴν ἔξοδον ἀπαντήσεταί σοι, ὡς λίαν ἐπαχθῇ καὶ ἐπώδυνα, καὶ βόησον.
Ὁ Θεὸς τῶν Δυνάμεων, ὁ Θεὸς ὁ αἰώνιος, ὁ Θεὸς τοῦ ἐλέους καὶ τῶν οἰκτιρμῶν, μὴ ἐγκαταλίπῃς με, μὴ ὑπερίδῃς με, μὴ ἀποστήσῃς ἀπ’ ἐμοῦ τὸ ἔλεός σου. Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου. Καὶ γὰρ οὕτως ἔχων, καὶ οὕτω διανοούμενος, οὐκ ἀπαγορεύω τῆς ἀγαθῆς ἐλπίδος, οὐδὲ ἀπογινώσκω τῆς σωτηρίας μου.
Οἶδα γὰρ τοῦ ἐμοῦ Δεσπότου τὸ εὐσυμπάθητον, οἶδα τοῦ φιλανθρώπου τὸ ἀμνησίκακον, καὶ ὅτι θελητὴς ἐλέους ἐστί, μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν, θέλων δὲ πάντας σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, καὶ μάλιστα τοὺς ἀπὸ ἁμαρτίας ἐπιστρέφοντας· οὐ γὰρ ἦλθε καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν· οὐ γὰρ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες.
Νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου· ἐγὼ δέ εἰμὶ γῆ καὶ σποδός, σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ. Δός μοι λόγον ἐν ἀνοίξει τοῦ στόματός μου, ὁ διδοὺς εὐχὴν τῷ εὐχομένῳ, ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ σοῦ τοῦ Πατρὸς τῶν φώτων· ἵνα καὶ δεηθῶ ἀξίως καὶ ἱκετεύσω συμφερόντως καὶ μὴ ἀποστραφῶ τεταπεινωμένος καὶ κατῃσχυμμένος ἄλλα τυχῶν ὧν ἤλπισα· καὶ οὕτως ἀπελεύσομαι χαίρων ἐν πληροφορίᾳ καρδίας.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου. Ἐλέησον με, Κύριε, ὅτι ἀσθενής εἰμὶ, ὁ ἱατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων. Ὡς ἐπὶ τοῦ φοβεροῦ σου παριστάμενος βήματος, ὡς τῶν ἀχράντων σου ποδῶν ἐφαπτόμενος, οὕτω παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ μετὰ συντετριμμένης καρδίας καὶ τεταπεινωμένης. Ἰλάσθητί μοι τῷ ἁμαρτωλῷ, συγχωρησόν μοι τῷ ἀχρείῳ καὶ ταπεινῷ· ἔπιδε ἐξ ἁγίου κατοικητηρίου σου ἐπὶ τὴν ἐμὴν ἀθλιότητα· ἐπίβλεψον ἐξ ἁγίων σου ὑψωμάτων ἐπὶ τὴν προσευχὴν τοῦ ταπεινοῦ δούλου σου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου· ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ μὲ ἀπελθεῖν, ὅθεν οὐκέτι λοιπὸν ἐπιστρέψω· ὡς ἄνθρωπος ἥμαρτον, ὡς Θεὸς συγχώρησον· σύ γὰρ οἶδᾳς, Δεσπότα, τὸ εὐόλισθον τῆς ἀνθρωπίνης φύσεως καὶ ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος. Μνήσθητι ὅτι χοῦς ἐσμέν· μνήσθητι ὅτι σὺ μόνος καθαρὸς καὶ ἄχραντος καὶ ἀμίαντος, πάντες δὲ ἡμεῖς ἐν ἐπιτιμίοις. Μνήσθητι τῶν ἀπ’ αἰῶνος οἰκτιρμῶν σου καὶ τοῦ ἐλέους σου, καὶ μὴ συγκαταδικάσης με ταῖς ἀνομίαις μου, μηδὲ κατὰ τάς ἁμαρτίας μου ἀνταποδῷς μοι. Οἶδα τὸ πλῆθος τῶν ἀνομιῶν μου ὅτι πολύ, καὶ ἀριθμῷ μὴ ὑποκείμενον, ἀλλ’ οἶδα καὶ τὸ πέλαγος τῆς φιλανθρωπίας σου, ὅτι ἀνείκαστον καὶ ἀνίκητον. Σύ γὰρ εἰ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· ὁ ἀπὸ τοῦ οὐρανοῦ καταβὰς ἐπὶ τῆς γῆς τοῦ ζητῆσαι τὸ πλανηθὲν πρόβατον καὶ ἀπολωλός· ὁ ποιμὴν ὁ καλὸς ὁ τυθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων καὶ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτος εἰμι ἐγώ.
Ἐλέησον, ἐλέημον, τὸ ποίημα τῶν χειρῶν σου· μὴ βδελύξη μὲ τὸν ἀνάξιον, ἀλλ’ οἰκτείρησον τό ποίημά σου. Ὁ δι’ ἐμὲ σταυρὸν ὑπομείνας, καὶ τὰ τῶν μωλώπων καταδεξάμενος στίγματα καὶ ἰασάμενος· ἐξάλειψόν μου τὰ τραύματα φαρμάκῳ συμπαθείας καὶ σπόγγῳ φιλανθρωπίας σου, πάντα γὰρ δύνασαι, ἀδυνατεῖ δὲ σοὶ οὐδέν. Κατανυξόν μου τὴν πεπωρωμένην καρδίαν, ἐλάφρυνον τὸ βάρος τοῦ συνειδότος· δέξαι μου τὰ δάκρυα καὶ τὸν στεναγμὸν ὡς τῆς Πόρνης καὶ ὡς τοῦ κορυφαίου τῶν Ἀποστόλων Πέτρου· δέξαι μου τὴν μικρὰν ταύτην ἐξομολόγησιν καὶ μετάνοιαν, ὁ προσδεξάμενος ληστοῦ τὴν εὐγνωμοσύνην ἐν τῷ σταυρῷ· δέξαι μου τὸν ἀπὸ τῶν χειλέων καρπὸν ὡς θυσίαν ζῶσαν, εὐάρεστον, εἰς ὀσμὴν εὐωδίας.
Παρακαλῶ, παρακλήθητι· δυσωπῶ, δυσωπήθητι. Ἥμαρτε καὶ Μανασσῆς ἐκεῖνος ὁ βασιλεύς, ἀλλ’ οὐκ ἀπώλετο μετανοήσας· ἥμαρτε καὶ Δαβὶδ πρὸ ἐκείνου, άλλὰ τὴν ἁμαρτίαν ἀποκλαυσάμενος ἠλεήθη. Πολλὰ ἔχω τοιαῦτα παραδείγματα, παρηγοροῦντα καὶ παραμυθούμενά μου τὴν ἀθυμίαν, ἀποδιώκοντα τὴν ἀπόγνωσιν ἀπ’ ἐμοῦ καὶ τρέφοντα τὴν ἐλπίδα τῆς σωτηρίας μου. Παρακάλεσόν μου καὶ σὺ τὴν καρδίαν, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως· ψυχαγώγησον καὶ ἀγάθυνον τῇ πηγῇ τοῦ ἐλέους σου καὶ τῶν ἀγαθῶν. Πολλὰ ἐποίησας ἀπὸ τοῦ αἰῶνος μεγάλα καὶ θαυμαστά, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἐστιν ἀριθμός· ἀλλ’ εἰ ἐμὲ τὸν ἄσωτον σώσεις, εἰ ἐμὲ τὸν ἀνάξιον παραστήσεις, πλείω καὶ μείζω θαυμαστωθήσῃ· ὅτι τοσαύτη σου τῆς ἐλεημοσύνης καὶ τῆς φιλανθρωπίας ἡ δύναμις, ὥστε καὶ ἀπὸ βορβόρου μαργαρίτην ποιεῖν, καὶ ἐξ υἱοῦ γεέννης υἱὸν βασιλείας ἐπιτελεῖν.
Καὶ ἔτι κεκράξομαι πρὸς Κύριόν μου καὶ πρὸς Θεόν μου δεηθήσομαι. Κυβέρνησον τὸ ὑπόλοιπον τῆς ζωῆς μου κατὰ τὸ σὸν θέλημα, στήριξόν με εἰς τὸν φόβον σου, στερέωσόν με ἐν τῇ ἀγάπῃ σου καὶ ἐν τῷ πλήθει τῆς χρηστότητός σου, χρηστόν μοι τέλος καὶ ἄξιον τῆς φιλανθρωπίας σου δώρησαι, καὶ τὰ ὀστά καὶ τάς ἁρμονίας μου, καὶ πᾶσαν τὴν σύνθεσιν τῆς ὑποστάσεώς μου ἐν ἐλέει καὶ φιλανθρωπίᾳ ἔπιδε· καὶ εἰς ἀνέσεως καὶ ἀναπαύσεως τόπον τὴν ἀθλίαν μου ψυχὴν ὁδηγήσας ἀποκατάστησον, ὅτι πολλαὶ μοναὶ παρὰ σοί, ἑκάστῳ κατ’ ἀξίαν διανεμόμενος.
Ἔτι δὲ δέομαι καὶ παρακαλῶ, δὸς δή, Κύριε, καὶ χάριν συνέσεως τῇ ἐμῇ ἀναξιότητι, τοῦ διανοεῖσθαι τά σοὶ εὐάρεστα κἀμοὶ συμφέροντα, καὶ μὴ μόνον διανοεῖσθαι, ἀλλά καὶ διαπράττεσθαι, τὸ μὴ συναρπάζεσθαι καὶ συναπάγεσθαι τοῖς ματαίοις, τὸ μὴ διαπράττεσθαι τὰ μὴ δέοντα, τὸ ἀκενοδόξως συνταπεινοῦσθαι τοῖς ταπεινοῖς, καὶ τοῖς πάσχουσι συμπαθεῖν, καὶ τοῖς ἁμαρτάνουσι συγχωρεῖν. Οἶδα γάρ, ὡς, εἰ μὴ ἀφήσω, οὐκ ἀφεθήσομαι. Διὰ τοῦτο παρακαλῶ, συγχώρησον πάντα πᾶσι τοῖς ἁμαρτάνουσιν εἰς ἐμέ, οὐ γάρ εἰσιν οὗτοι αἴτιοι, ἀλλ’ ἐγὼ ὁ ἄθλιος, ὁ μὴ ποιῶν τὸ θέλημά σου καὶ μὴ φυλάττων τὰ προστάγματά σου. Τοὺς δὲ ἀγαπῶντας με, ἀντάμειψαι ταῖς πλουσίαις σου δωρεαῖς. Τοὺς δὲ πνευματικοὺς πατέρας καὶ τοὺς ἀδελφούς, οὕς σὺ δέδωκας, εὔσπλαγχνε, κρίμασιν, οἷς ἐπίστασαι, σὺν ἐμοὶ φιλανθρώπως οἰκτειρήσας ἐλέησον.
Ταῦτά μου τῆς προσευχῆς τὰ ῥήματα ἔστωσαν ὑπερεντυγχάνοντά μου καὶ ζῶντος καὶ θανόντος. Αὕτη ἡ ἐξομολόγησις καὶ τὰ δάκρυα ὡς θυμίαμα ἐνώπιόν σου κατευθυνθήτωσαν. Ἐγὼ δὲ καθ’ ἑκάστην ἀναμένω τοῦ θανάτου τὸ ἀπαραίτητον καὶ τὸ μὲν σῶμά μου τὸ ἄθλιον, ταφῇ παραδοθέν, διαφθαρήσεται, ὅπερ ἀναστήσεις ὁ ζωοδότης ἄφθαρτον ἐν τῷ τῆς παλιγγενεσίας καιρῷ τὸ δὲ πνεῦμά μου εἰς χεῖράς σου παρατίθημι.
Ἀνάπαυσον, ἅγιε Δεσπότα, ἐν φωτὶ ζώντων, καὶ ἐν τῇ κατοικίᾳ τῶν εὐφραινομένων καὶ τοὺς ἐμούς γεννήτορας, προγόνους τε καὶ ἀδελφούς, σούς δὲ οἰκέτας εὐγνώμονας καὶ πᾶσι τοῖς ἐν εὐσεβείᾳ τελειωθεῖσι συγχώρησον· ὅτι, εἰ καὶ ἡμάρτομεν, ἀλλ’ οὐκ ἀπέστημεν ἀπὸ σοῦ, οὐδὲ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον ἀλλὰ σὲ ἔγνωμεν καὶ σὲ ἠγαπήσαμεν, καὶ εἰς σὲ πεπιστεύκαμεν καὶ σὲ προσκυνοῦμεν τὸν ἕνα ἐν Τριάδι Θεὸν, ἐν σοὶ προσευχόμεθα καὶ ἐν σοὶ τὰς τῆς σωτηρίας ἀναρτῶμεν ἐλπίδας. Ἐλέησον ἡμᾶς κατὰ τὸ μέγα σου ἔλεος, καὶ σῶσον εἰς τὴν ἐπουράνιόν σου βασιλείαν.
Ναὶ δή, Κύριέ μου, Κύριε, οὕτω γενέσθω ταῦτα ἐν ἡμῖν τοῖς ἐλπίζουσιν ἐπὶ σὲ διὰ τὴν πολλὴν σου καὶ ἀνυπέρβλητον ἀγαθότητα, καὶ διὰ τὴν ἄφατόν σου εὐσπλαγχνίαν καὶ φιλανθρωπίαν. Πρεσβείαις τῆς πανενδόξου, ὑπερευλογημένης καὶ κεχαριτωμένης ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν ἐπουρανίων καὶ νοερῶν Δυνάμεων, καὶ πάντων τῶν ἀπ’ αἰῶνός σοι εὐαρεστησάντων Ἁγίων.
Ἀμήν.

Σάββατο 7 Δεκεμβρίου 2013

Αγ. Ιωάννου του Χρυσοστόμου


ὦ πηλίκον νῆψις ἀγαθόν. διὰ ταύτης γὰρ ὁ λῃστὴς ἐπήδησεν ἀπὸ σταυροῦ εἰς παράδεισον· ὡς γὰρ εἶδε τὸν δεσπότην ἐν μέσῳ κρεμάμενον καὶ πᾶσαν τὴν κτίσιν κραδαινομένην τῷ φόβῳ καὶ ἥλιον μὲν ἐν χαλεπῷ κατακαλυπτό μενον πένθει͵ τῆς ἡμέρας δὲ τὸ φῶς ὑποφεῦγον͵ τὰ στοιχεῖα τὴν τάξιν ἀρνούμενα͵ ῥηγνυμένας τὰς πέτραςὡς ἅπαντα ταῦτα ἐθεά σατο͵ εἶτα τὸ συνειδὸς ἀναγνοὺς τὸ οἰκεῖον καὶ συλλῃστοῦ τὰς πράξεις οὐκ ἀγνοῶν͵ τὴν κτίσιν ὡς εἶδε τῇδε κἀκεῖσε φερομένην καὶ τρέ μουσαν͵ τὸν ἐν μέσῳ δεσπότην τῶν τρεμόντων ἐγνώρισε καὶ γνωρίσας εὐθὺς ἀνεβόησε· μνήσθητί μου͵ κύριε͵ ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. ὄντως γοργὸς ὁ λῃστὴς τῆς ἑνδεκάτης ὥρας ἐργάτης· ὅλον γὰρ τὸ τῆς ἡμέρας τοῦ βίου ἀνεπλήρωσεν ἔργον͵ ᾗ ἐμισθώθη ὥρᾳ προθύμως εἰργάσατο. οὐκ ὤκλασε τῇ πίστει͵ οὐκ ἀπεῖδεν εἰς τὰς ὕβρεις͵ εἰς τὰς πληγὰς οὐκ ἀπέβληψε͵ τὰ τῶν Ἰουδαίων ὀνείδη παρε κρούσατο͵ ἔλαβε τὴν κτίσιν διδάσκαλον καὶ τὸν τῆς κτίσεως δεσπότην γνωρίσας ἀξίαν ἔδωκε τὴν προσκύνησιν. Τί οὖν πρὸς ταῦτα ὁ τῶν μισθῶν ἀποδότης͵ ὁ φιλότιμος ἐν ταῖς εὐεργεσίαις Χριστός; τοῦ λῃστοῦ τὸ μέλλον ζητήσαντος αὐτὸς ἀνυ πέρθετον τὴν χάριν ἐπέδειξεν· ἐκείνου γὰρ εἰρηκότος· μνήσθητί μου͵ κύριε͵ ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου͵ ὁ δεσπότης εὐθὺς ἀπεκρί νατο λέγων· ἀμήν͵ λέγω σοι͵ σήμερον μετ΄ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. ἀληθὴς ἡ λέγουσα γραφή· ἔτι λαλοῦντός σου ἐρῶ· ἰδοὺ πάρειμι. αὐτῷ τῷ Χριστῷ ἡ δόξα σὺν πατρὶ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Παρασκευή 6 Δεκεμβρίου 2013

Ικεσία κη΄

« Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, ἣν περιεποιήσω τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ σου, καὶ ποίμανον αὐτοὺς ὑπὸ τὴν δεξιάν σου καὶ σκέπασον αὐτοὺς ὑπὸ τὰς πτέρυγάς σου, καὶ δὸς αὐτοῖς τὸν ἀγῶνα τελέσαι τὸν καλόν, τὸν δρόμον ἀνῦσαι, τὴν πίστιν τηρῆσαι ἀτρέπτως, ἀμέμπτως, ἀνεγκλήτως, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀγαπητοῦ σου Παιδός, δι' οὗ σοὶ δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν».

Αποστολικαί Διαταγαί

Πέμπτη 5 Δεκεμβρίου 2013

Ικεσία κζ'

     «Δέσποτα οἰκτίρμον, φιλάνθρωπε, ἀγαθέ, ὤμοσας ἐν τοῖς σοῖς οἰκτιρμοῖς μὴ θελῆσαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. Οἰκτίρησόν με τὸν ἁμαρτωλὸν ὁρκίζοντά σε ἐν τῇ εὐσπλαγχνίᾳ σου· ἱλάσθητί μοι, οἰκτίρησον, συγχώρησον· καὶ μὴ λογίζου προπέτειαν τῶν ὅρκων μου, ὁ ἐτάζων καρδίας καὶ νεφροὺς τῶν ἀνθρώπων, ἔτι δὲ καὶ τὰς ἐνθυμήσεις ἁπάσας. Αὐτὸς οἶδας, ὦ Δέσποτα, ἀπὸ πικροῦ πόνου τῆς ψυχῆς ἐτόλμησα ταῦτα φθέγξασθαι ἐνώπιόν σου. Ἴδε, Χριστὲ σῶτερ, πηγὰς δακρύων ἐμῶν καὶ συντρίμματα καὶ στεναγμοὺς τῆς ἀναξίας ψυχῆς μου· καὶ ἔλθῃ τὸ πρόσταγμα τὸ φοβερὸν καὶ σκεπάσῃ με, πρὸ τοῦ ἐλθεῖν τὸ πρόσταγμα τὸ φοβερὸν καὶ λάβῃ με ἀνέτοιμον καὶ ᾐσχυμμένον».

Άγ. Εφραίμ ο Σύρος

Τετάρτη 4 Δεκεμβρίου 2013

Αγ. Γρηγορίου του Παλαμά

Παρθένε Δέσποινα Θεοτόκε ἡ κατά σάρκα γεννήσασα τόν Θεόν Λόγον, γνωρίζω ὅτι δέν εἶναι εὐπρεπές, οὐδέ ἄξιον εἰς ἐμέ τόν πανάσωτον, τόν ἔχοντα μεμολυσμένους τούς ὀφθαλμούς καί τά χείλη ἀκάθαρτα, νά ἴδω τήν εἰκόνα Σου τῆς Ἁγνῆς, τῆς Ἀειπαρθένου, τῆς ἐχούσης τό σῶμα καί τήν ψυχήν καθαρά καί ἀμόλυντα, ἀλλ᾽ ἀπεναντίας πρέπει νά μισηθῶ ὁ ἄσωτος καί νά ἐπιτιμηθῶ ὑπό τῆς ὑμετέρας καθαρότητος. Πλήν ἐπειδή ὁ Θεός τόν Ὁποῖον ἐγέννησες, ἔγινεν ἄνθρωπος ὅπως καλέσῃ τούς ἁμαρτωλούς εἰς μετάνοιαν, λαμβάνω καί ἐγώ τό θάρρος καί προσέρχομαι πρός Σέ, παρακαλῶν μετά δακρύων.
Πρόσδεξε τήν παράκλησίν μου διά τῆς ἀπαλλαγῆς τῶν πολλῶν καί χαλεπῶν πταισμάτων μου καί παρακάλεσον τόν Μονογενῆ Σου Υἱόν καί Θεόν ὅπως ἐλεήσῃ τήν ἀθλίαν καί ταλαίπωρον ψυχήν μου. Διότι διά τό πλῆθος τῶν ἀνομιῶν μου ἐμποδίζομαι νά στρέψω τό βλέμμα μου πρός Αὐτόν καί νά ζητήσω συγχώρησιν καί διά αὐτό σέ προβάλλω μεσίτριαν.
Ἀπολαύσας πολλῶν καί μεγάλων δωρεῶν παρά τοῦ δημιουργήσαντός με Θεοῦ, ἐφάνην ἄθλιος καί ἀχάριστος ὁμοιωθείς μέ τά ἀνόητα κτήνη· πτωχεύσας εἰς τάς ἀρετάς, πλουτήσας εἰς τά πάθη, βεβαρυμένος μέ ἐντροπήν, ἐστερημένος θείας παρρησίας, κατακεκριμένος ὑπό τοῦ Θεοῦ, θρηνούμενος ὑπό τῶν ἀγγέλων, χλευαζόμενος ὑπό τοῦ δαίμονος καί μισούμενος ὑπό τῶν ἀνθρώπων· ἐλεγχόμενος ὑπό τῆς συνειδήσεως, ἐντρεπόμενος διά τά πονηρά μου ἔργα, νεκρός ὑπάρχων πρό τοῦ θανάτου καί πρό τῆς κρίσεως αὐτοκατάκριτος καί πρό τῆς ἀτελευτήτου κολάσεως τυγχάνων αὐτοτιμώρητος ὑπό τῆς ἀπογνώσεως. Διά τοῦτο καταφεύγω εἰς τήν ἰδικήν Σου καί μόνην βοήθειαν, Δέσποινα Θεοτόκε, ὁ μυρίων ταλάντων ὀφειλέτης, ὁ ἀσώτως τήν πατρικήν οὐσίαν δαπανήσας, ὁ παρανομήσας ὑπέρ τόν Μανασσῆν, ὁ γενόμενος ἄσπλαχνος ὑπέρ τόν πλούσιον, ὁ λαίμαργος δοῦλος, τό δοχεῖον τῶν πονηρῶν λογισμῶν, ὁ θησαυροφύλαξ τῶν αἰσχρῶν καί ρυπαρῶν λόγων καί ὁ ξένος πάσης ἀγαθῆς ἐργασίας.
Ἐλεήσόν μου τήν ταπείνωσιν καί συμπάθησόν μου τήν ἀσθένειαν. Μεγάλην ἔχεις τήν παρρησίαν πρός τόν ἐκ Σοῦ τεχθέντα καί οὐδείς δύναται ὡς Σύ, Μῆτερ τοῦ Θεοῦ. Δι᾽ ὅλα ἔχεις τήν ἰσχύν ὡς ὑπερέχουσα πάντων τῶν κτισμάτων καί δέν εἶναι ἀδύνατον εἰς Σέ οὐδέν, ἐάν θελήσῃς. Μή λοιπόν παραβλέψῃς τά δάκρυά μου, μή ἀηδιάσῃς τόν στεναγμόν μου, μή ἀποστραφῇς τόν πόνον τῆς καρδίας μου, μή ἐντροπιάσῃς τήν πρός Σέ προσδοκίαν μου, ἀλλά διά τῶν μητρικῶν Σου δεήσεων βίασον τήν εὐσπλαχνίαν τοῦ ἀγαθοῦ Υἱοῦ Σου καί Θεοῦ καί ἀξίωσόν με τόν ταλαίπωρον καί ἀνάξιον δοῦλόν Σου ν᾽ ἀπολαύσω τό πρῶτον καί ἀρχαῖον κάλλος καί τήν ἀπομάκρυνσιν τῶν παθῶν, διά νά ἐλευθερωθῶ ἀπό τάς ἁμαρτίας καί νά γίνω ὑπηρέτης τῆς δικαιοσύνης, νά ἐκδυθῶ τόν μιασμόν τῆς σαρκικῆς ἡδονῆς καί νά ἐνδυθῶ τόν ἁγιασμόν τῆς ψυχικῆς καθαρότητος, νά νεκρωθῶ διά τόν κόσμον καί νά ζήσω ἐν τῇ ἀρετῇ.
Ὁδοιποροῦντά με συνόδευσον, πλέοντα ἐν θαλάσσῃ σύμπλευσον, ἀγρυπνοῦντα με ἐνίσχυσον, θλιβόμενον παρηγόρησον, ὁλιγοψυχοῦντα παρακάλεσον, ἀσθενοῦντα δώρησόν μου τήν ἴασιν, ἀδικούμενον ρῦσαί με, συκοφαντούμενον ἀθώωσον, εἰς θάνατον κινδυνεύοντα προφθάσασα λύτρωσόν με, εἰς τούς ἀοράτους ἐχθρούς δεῖξον με καθ᾽ ἑκάστην φοβερόν.
Ναί ὑπεράγαθε Δέσποινα Θεοτόκε, ἡ μετά Θεόν ἐλπίς πάντων τῶν περάτων τῆς γῆς, ἐπάκουσον τῶν οἰκτρῶν δεήσεων καί μή μέ ἐντροπιάσῃς ἀπό τῆς προσδοκίας μου. Τόν βρασμόν τῆς σαρκός κατάπαυσον, τήν ἐν τῇ ψυχῇ μου ἀγριωτάτην ταραχήν κατεύνασον, τόν πικρόν θυμόν καταπράϋνον, τόν τύφον καί τήν ἀλαζονίαν τῆς ματαίας οἰήσεως ἐκ τοῦ νοός μου ἀφάνισον, τάς νυκτερινάς φαντασίας τῶν πονηρῶν πνευμάτων καί τάς καθημερινάς ἀκαθάρτους προσβολάς ἀπομάκρυνον τῆς καρδίας μου. Παίδευσόν μου τήν γλῶσσαν ἵνα ὁμιλῇ τά συμφέροντα, δίδαξον τούς ὀφθαλμούς μου νά βλέπουν ὀρθῶς τήν ὁδόν τῆς ἀρετῆς, ἐνίσχυσον τούς πόδας μου ἵνα βαδίζουν τήν μακαρίαν ὁδόν τῶν ἐντολῶν τοῦ Θεοῦ, τάς χεῖράς μου ἁγίασον ἵνα ἀξίως αἴρω αὐτάς πρός τόν Ὕψιστον. Καθάρισόν μου τό στόμα ἵνα μετά παρρησίας ἐπικαλεῖται τόν Πανάγιον Πατέρα καί Θεόν. Ἄνοιξόν μου τά ὦτα, ἵνα ἀκούω αἰσθητῶς καί νοητῶς τά ὑπέρ μέλι καί κηρίον γλυκύτερα λόγια τῶν Ἁγίων Γραφῶν καί βιῶ ταῦτα ἐνισχυόμενος ὑπό Σοῦ.
Δός μοι καιρόν μετανοίας, λογισμοῦ ἐπιστροφήν, ἐλευθέρωσόν με ἐξ αἰφνιδίου θανάτου καί ἀπάλλαξόν με κατακεκριμένον ὑπό τῆς συνειδήσεως. Καί τελευταῖον ἐλθέ κοντά μου κατά τόν χωρισμόν τῆς ψυχῆς μου ἀπό τοῦ ἀθλίου μου σώματος, ἵνα ἐλαφρύνης τήν ἀφόρητον αὐτήν βίαν, ἀνακουφίσῃς τόν ἀνέκφραστον πόνον, παρηγορήσῃς τήν ἀπαραμύθητον στενοχωρίαν. Ἵνα τῆς σκοτεινῆς μορφῆς τῶν δαιμόνων λυτρώσῃς, παραμερίζουσα τόν ἄρχοντα τοῦ σκότους καί σχίζουσα τά χειρόγραφα τῶν πολλῶν μου ἁμαρτιῶν. Καί ἵνα μέ οἰκειώσῃς μέ τόν Θεόν καί μέ καταξιώσῃς τῆς ἐκ δεξιῶν αὐτοῦ παραστάσεως ἐν τῷ φοβερῷ Κριτηρίῳ καί νά μέ κάμῃς κληρονόμον τῶν αἰωνίων καί ἀδιαφθόρων ἀγαθῶν.
Ταύτην τήν ἐξομολόγησιν Σοῦ κάμνω Δεσποινά μου Θεοτόκε, τό φῶς τῶν ἐσκοτισμένων μου ὀφθαλμῶν καί παραμυθία τῆς ζωῆς μου, ἡ μετά Θεόν ἐλπίς καί προστασία μου, τήν ὁποίαν δέξου εὐμενῶς καί καθάρισόν με ἀπό παντός μολυσμοῦ σαρκός καί πνεύματος καί ἀξίωσόν με εἰς τήν παροῦσαν ζωήν ἀκατακρίτως νά μετέχω τοῦ Παναγίου καί ἀχράντου Σώματος καί Αἵματος τοῦ Υἱοῦ Σου καί Θεοῦ. Εἰς δέ τήν μέλλουσαν, τῆς γλυκυτάτης οὐράνιας τροφῆς τοῦ Παραδείσου, ἔνθα εἶναι ἡ κατοικία πάντων τῶν εὐφραινομένων. Τούτων δέ τῶν ἀγαθῶν τυχών ὁ ἄθλιος, δοξάζω εἰς τούς αἰῶνας τῶν αἰώνων τό πάντιμον καί μεγαλοπρεπές ὄνομα τοῦ Υἱοῦ Σου καί Θεοῦ τοῦ δεχομένου πάντας τούς μετανοοῦντας ἐξ ὅλης ψυχῆς διά Σέ τήν γενομένην μεσίτριαν καί ἐγγυήτριαν πάντων τῶν ἁμαρτωλῶν, διότι διά Σοῦ Πανύμνητε καί Ὑπεράγαθε Δέσποινα περισώζεται ὁλόκληρος ἡ ἀνθρωπίνη φύσις αἰνοῦσα καί εὐλογοῦσα Πατέρα καί Υἱόν καί Ἅγιον Πνεῦμα, τήν Παναγίαν Τριάδα.

Τρίτη 3 Δεκεμβρίου 2013

Αγ. Ρωμανού του Μελωδού

Υψηλὲ βασιλεῦ͵ τί σοι καὶ τοῖς πτωχεύσασι;
Ποιητὰ οὐρανοῦ͵ τί πρὸς γηΐνους ἤλυθας; 
Σπηλαίου ἠράσθης ἢ φάτνῃ ἐτέρφθης; 
Ἰδοὺ οὐκ ἔστι τόπος τῇ δούλῃ σου ἐν τῷ καταλύματι· 
οὐ λέγω τόπον͵ ἀλλ΄ οὐδὲ σπήλαιον͵ 
ὅτι καὶ αὐτὸ τοῦτο ἀλλότριον· 
καὶ τῇ μὲν Σάρρᾳ τεκούσῃ βρέφος 
ἐδόθη κλῆρος γῆς πολλῆς͵ 
ἐμοὶ δὲ οὐδὲ φωλεός· 
ἐχρησάμην τὸ ἄντρον ὃ κατῴκησας βουλήσει͵ 
παιδίον νέον͵ ὁ πρὸ αἰώνων Θεός.

Δευτέρα 2 Δεκεμβρίου 2013

Έχει ο Θεός


Να ξέρεις, παιδί μου, ότι ο πονηρός όταν δεν μπορεί να μας νικήσει εσωτερικά, τότε μας κάνει αυτές τις εξωτερικές επιθέσεις με διάφορα συμβάντα, που επιτρέπει ο Θεός, για να μας φοβίσει.
Δεν υπάρχει απελπισία μέσα στην Εκκλησία, ο,τι και να έχεις κάνει, ο,τι και να έχεις υποστεί. Ο Θεός, μέσα από την εξομολόγηση σε βοηθά και ξεπερνάς αυτά τα οποία μπορεί να σε οδηγήσουν στα έσχατα όρια της απελπισίας.
Έχει ο Θεός. Εκεί που απελπίζεσαι, σού στέλνει κάτι που δεν το περιμένεις… αρκεί να Τον πιστεύεις και να Τον αγαπάς.

Κυριακή 1 Δεκεμβρίου 2013

Ικεσία κστ'

Ματαιότης ἐστὶ ματαιοτήτων ἅπαντα͵ 
ἀλλ΄ οὐδεὶς ἐν ἡμῖν ταῦτα φρονῶν εὑρίσκεται· 
οἱ μὲν γὰρ πλανῶσιν͵ οἱ δὲ καὶ πλανῶνται· 
διό͵ παρθένε͵ χάρις τῷ τόκῳ σου δι΄ οὗ ἐλυτρώθημεν 
οὐ μόνον πλάνης͵ ἀλλὰ καὶ θλίψεως
τῶν χωρῶν πασῶν ὧνπερ διήλθομεν͵ 
ἐθνῶν ἀσήμων͵ γλωσσῶν ἀγνώστων͵
περιερχόμενοι τὴν γῆν καὶ ἐξερευνῶντες αὐτὴν 
μετὰ λύχνου τοῦ ἄστρου͵ 
ἐκζητοῦντες ποῦ ἐτέχθη 
παιδίον νέον͵ ὁ πρὸ αἰώνων Θεός.

Αγ. Ρωμανού του Μελωδού