Τρίτη 28 Ιανουαρίου 2014

Ψαλμός 87

2 ΚΥΡΙΕ ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου· 3 εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου. 4 ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε· 5 προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος, 6 ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν. 7 ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. 8 ἐπ᾿ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ᾿ ἐμέ. (διάψαλμα). 9 ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾿ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς, παρεδόθην καὶ οὐκ ἐξεπορευόμην. 10 οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· 11 μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι; 12 μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; 13 μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; 14 κἀγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε. 15 ἱνατί, Κύριε, ἀπωθῇ τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ; 16 πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. 17 ἐπ᾿ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με, 18 ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα. 19 ἐμάκρυνας ἀπ᾿ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.

Σάββατο 25 Ιανουαρίου 2014

Προς Ολυμπιάδα

Κορίνθιός τις ἀνὴρ τῶν ἱερῶν ἀπολαύσας ναμάτων καὶ καθαρθεὶς διὰ τῆς τοῦ βαπτίσματος μυσταγωγίας καὶ τῆς φρικωδεστάτης μετασχὼν τραπέζης καὶ πάντων ἁπαξαπλῶς τῶν παρ΄ ἡμῖν κοινωνήσας μυστηρίων -πολλοὶ δέ φασιν ὅτι καὶ διδασκάλου τάξιν ἐπεῖχε͵ μετὰ τὴν ἱερὰν ταύτην τελετὴν καὶ τὸ πάντων ἐντὸς γενέσθαι τῶν ἀπορρήτων ἀγαθῶν καὶ τὰ πρωτεῖα ἔχειν ἐπὶ τῆς Ἐκκλησίας͵ ἥμαρτεν ἁμαρτίαν χαλεπωτάτην. Τὴν γὰρ γυναῖκα τοῦ πατρὸς ἀδίκοις ἰδὼν ὀφθαλμοῖς͵ οὐκ ἔστη μέχρι τῆς πονηρᾶς ταύτης ἐπιθυμίας͵ ἀλλὰ καὶ εἰς ἔργον τὴν ἀκόλαστον γνώμην ἐξήγαγε· καὶ ἦν τὸ τολμηθὲν οὐχὶ πορνεία μόνον͵ ἀλλὰ καὶ μοιχεία͵ μᾶλλον δὲ καὶ μοιχείας πολλῷ χαλεπώτερον. Διὰ δὴ τοῦτο καὶ ὁ μακάριος Παῦλος ἀκούσας καὶ οὐκ ἔχων ὄνομα ἐπιθεῖναι πρὸς ἀξίαν τῷ ἁμαρτήματι κύριον͵ ἑτέρως ἐμφαίνει τὸν ὄγκον τῆς παρανομίας͵ οὑτωσὶ λέγων· «Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία καὶ τοιαύτη πορνεία οἵα οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται». Οὐκ εἶπεν οὐδὲ τολμᾶται͵ ἀλλ΄ οὐδὲ ὀνομάζεται͵ τὴν ὑπερβολὴν δεῖξαι θέλων τῆς παρανομίας ἐκείνης. Καὶ παραδίδωσιν αὐτὸν τῷ διαβόλῳ καὶ πάσης ἐκτέμνει τῆς Ἐκκλησίας καὶ οὐδὲ τραπέζης κοινῆς ἀφίησιν αὐτόν τινι κοινωνεῖν. Τῷ γὰρ τοιούτῳ μηδὲ συνεσθίειν δεῖν φησι καὶ πολὺς πνεῖ τὴν ἐσχάτην αὐτὸν ἀπαιτῶν δίκην καὶ δημίῳ πρὸς τοῦτο κεχρημένος τῷ Σατανᾷ καὶ κατακόπτων αὐτοῦ δι΄ ἐκείνου τὴν σάρκα. 
Ἀλλ΄ ὅμως ὁ τῆς Ἐκκλησίας ἀποτεμὼν Παῦλος͵ ὁ μηδὲ τραπέζης κοινῆς ἀφείς τινι κοινωνεῖν͵ ὁ πάντας κελεύσας δι΄ ἐκεῖνον πενθεῖν -«Καὶ ὑμεῖς γὰρ πεφυσιωμένοι ἐστέ»͵ φησί͵ «καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε͵ ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας»-͵ ὁ πανταχόθεν αὐτὸν ὥσπερ λοιμόν τινα ἀπελαύνων͵ ὁ πάσης αὐτὸν ἀποκλείσας οἰκίας͵ ὁ τῷ Σατανᾷ παραδούς͵ ὁ τοσαύτην παρ΄ αὐτοῦ δίκην ἀπαιτῶν͵ ὅτε εἶδεν ἀλγήσαντα καὶ μεταγνόντα ἐφ΄ οἷς ἥμαρτε καὶ παλινῳδίαν διὰ τῶν ἔργων ᾄδοντα͵ οὕτως καὶ αὐτὸς μετετάξατο πάλιν ὡς ἐκείνοις οἷς ταῦτα ἐπέταξε͵ τὰ ἐναντία κελεῦσαι. Ὁ γὰρ εἰπών· «Ἐκκόψατε͵ ἀποστράφητε͵ πενθή σατε͵ καὶ λαμβανέτω αὐτὸν ὁ διάβολος»͵ τί φησιν; «Κυρώσατε εἰς αὐτὸν ἀγάπην͵ μήπω τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος καὶ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν». Ὁρᾷς πῶς σατανικὸν τὸ ἀμέτρως ἀλγεῖν καὶ τῆς ἐκείνου παγίδος ἔργον͵ τὸ σωτήριον φάρμακον τῇ ἀμετρίᾳ ποιοῦντος δηλητήριον; Καὶ γὰρ γίνεται δηλητήριον κἀκείνῳ τὸν ἄνθρωπον παραδίδωσιν͵ ὅταν εἰς ἀμετρίαν ἐκπέσῃ· διὸ καὶ ἔλεγεν· «Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ». 
Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· ψώρας τὸ πρόβατον ἐμπέπληστο πολλῆς͵ ἠλλοτριώθη τῆς ἀγέλης͵ ἀπερράγη τῆς Ἐκκλησίας͵ ἀλλὰ διώρθωσε τὴν νόσον͵ γέγονε πρόβατον οἷον ἔμπροσθεν ἦν· τοιαύτη γὰρ τῆς μετανοίας ἡ δύναμις. Γέγονε λοιπὸν τῆς ποίμνης τῆς ἡμετέρας. Ὁλοκλήρως ἐπισπασώμεθα αὐτόν͵ ὑπτίαις ὑποδεξώμεθα ταῖς χερσί͵ περιλάβωμεν͵ περιπτυξώμεθα͵ ἑνώσωμεν ἡμῖν αὐτοῖς. Εἰ γὰρ μὴ βουληθείημεν τοῦτο ποιῆσαι͵ πλεονεκτεῖ λοιπὸν ἡμᾶς ὁ διάβολος οὐ τὸν αὐτοῦ λαμβάνων͵ ἀλλὰ τὸν ἡμέτερον γενόμενον ἀπὸ τῆς ῥᾳθυμίας τῆς ἡμετέρας καὶ διὰ τῆς ἀμετρίας τῆς κατὰ τὴν ἀθυμίαν καταποντίζων καὶ αὐτοῦ λοιπὸν ποιῶν εἶναι.
Εἰ δὲ ὑπὲρ ὧν αὐτός τι ἐπλημμέλησε καὶ πλημμέλημα τοιοῦτον͵ οὐκ ἀφίησιν ὁ Παῦλος πολλῇ τῇ λύπῃ κεχρῆσθαι͵ ἀλλὰ σπεύδει καὶ ἐπείγεται καὶ πάντα ποιεῖ καὶ πραγματεύεται ὥστε ἐκκόψαι τὸν ὄγκον τῆς ἀθυμίας͵ σατανικὴν εἶναι λέγων τὴν ἀμετρίαν καὶ διαβόλου πλεονεξίαν καὶ τῆς ἐκείνου κακουργίας καὶ τῶν πονηρῶν αὐτοῦ νοημάτων ἔργον͵ ὑπὲρ ὧν ἕτεροι πεπλημμελήκασι καὶ ἄλλοι μέλλουσιν εὐθύνας ὑπέχειν͵ πῶς οὐκ ἐσχάτης ἀνοίας τε καὶ μανίας οὕτω κατακόπτεσθαι καὶ ἀλγεῖν ὡς καὶ σκότος ἄφατον ἐπάγειν τῇ διανοίᾳ͵ καὶ πολὺν τὸν θόρυβον καὶ σύγχυσιν καὶ ταραχὴν καὶ ζάλην ἄφατον; Εἰ δὲ πάλιν μοι τὰ αὐτὰ λέγεις ὅτι «βούλομαι μέν͵ οὐκ ἰσχύω δέ»͵ πάλιν σοι καὶ ἐγὼ τὰ αὐτὰ ἐρῶ ὅτι σκῆψις ταῦτα καὶ πρόφασις. Καὶ γὰρ οἶδά σου τῆς φιλοσόφου ψυχῆς τὰ νεῦρα.

Πέμπτη 23 Ιανουαρίου 2014

Τοῦ Δαμασκηνοῦ.


Καὶ ἐπὶ τοὺς ἀποστόλους τὸ Πνεῦμα κάτεισι. Θεὸς γάρ ἐστιν· ὁ δὲ Θεὸς πῦρ καταναλίσκον ἐστί. Διὰ τοῦτο πυρὶ λέγεται βαπτίζειν ὁ Χριστὸς͵ ἐπειδὴ ἐν εἴδει πυρίνων γλωττῶν ἐπὶ τοὺς ἁγίους αὐτοῦ μαθητὰς τὴν τοῦ Χριστοῦ χάριν ἐξέχεεν͵ ἢ διὰ τὸ τοῦ μέλλοντος πυρὸς κολαστικόν. Βάπτισμα γὰρ κἀκεῖνο τελευταῖον͵ οὐ σωτήριον͵ ἀλλὰ τῆς μὲν κακίας ἀναιρετικόν· οὐκέτι γὰρ κακία καὶ ἁμαρτία πολιτεύε ται· κολάζον δὲ ἀτελεύτητα.