Πέμπτη 19 Ιουνίου 2014

Μακάριοι οἱ εἰρηνοποιοί

Μακάριοι γὰρ͵ φησὶν͵ οἱ εἰρηνοποιοί. Εἰρηνοποιὸς δέ ἐστιν ὁ εἰρήνην διδοὺς ἄλλῳ· οὐκ ἂν δέ τις ἑτέρῳ παράσχοιτο͵ ὃ μὴ αὐτὸς ἔχει. Βούλεται τοίνυν πρότερον εἶναί σε πλήρη τῶν τῆς εἰρήνης καλῶν͵ εἶθ΄ οὕτως ὀρέγειν τοῖς ἐνδεῶς ἔχουσι τοῦ τοιούτου κτήματος. Καὶ μὴ λίαν τὴν διὰ βάθους θεωρίαν περιεργαζέσθω ὁ λόγος· αὔταρκες γὰρ ἡμῖν εἰς ἀγαθοῦ κτῆσιν͵ καὶ τὸ πρόχειρον νόημα. Μακάριοι οἱ εἰρηνοποιοί. Πολλῶν ἀῤῥωστημάτων θεραπείαν ὁ λόγος ἐν ὀλίγῳ χαρίζεται͵ διὰ τῆς περιλήψεως ταύτης καὶ γενικωτέρας φωνῆς ἐκπεριλαβὼν τὰ καθ΄ ἕκαστον͵ τί ἐστιν ἡ εἰρήνη πρῶτον νοήσωμεν. Τί ἄλλο͵ ἢ ἀγαπητική τις πρὸς τὸ ὁμόφυλον συνδιάθεσις; τί οὖν ἐστι ἐξ ἐναντίου τῇ ἀγάπῃ νοούμενον; Μῖσος͵ ὀργὴ͵ θυμὸς͵ φθόνος͵ μνησικακία͵ ὑπόκρισις͵ ἡ κατὰ πόλεμον συμφορά. Ὁρᾷς ὅσων καὶ οἴων ἀῤῥωστημάτων ἀντιφάρμακόν ἐστιν ἡ μία φωνή; Ἡ γὰρ εἰρήνη κατὰ τὸ ἴσον ἑκάστῳ τῶν εἰρημένων ἀντικαθίσταται͵ καὶ ἀφανισμὸν ποιεῖ τοῦ κακοῦ τῇ ἑαυτῆς παρουσίᾳ͵ Ὡς γὰρ ὑγιείας ἐπιλαβούσης ἡ νόσος ἐξαφανίζεται͵ καὶ φωτὸς φανέντος οὐχ ὑπολείπεται σκότος· οὕτως καὶ τῆς εἰρήνης ἐπιφανείσης͵ λύεται πάντα τὰ ἐκ τοῦ ἐναντίου συνιστάμενα πάθη. Τοῦτο δὲ ὅσον ἐστὶν ἀγαθὸν͵ οὐδὲν οἶμαι χρῆναι διεξιέναι τῷ λόγῳ αὐτός· σὺ κατὰ σεαυτὸν ἐπιλελόγισαι͵ οἷος ὁ βίος τῶν ἀλλήλους δι΄ ὑποψίας καὶ μίσους ἐχόντων͵ ὧν δυσάντητοι μὲν αἱ συντυχίαι͵ βδελυκτὰ δὲ αὐτοῖς τὰ ἀλλήλων πάντα· ἄφθογγα δὲ τὰ στόματα͵ καὶ ἀπεστραμμένα τὰ βλέμματα· καὶ ἀκοὴ πεφραγμένη τῇ τοῦ μισοῦντος καὶ μισουμένου φωνῇ.