Παρασκευή 26 Δεκεμβρίου 2014

της Γεννήσεως


«Παιδίον ἐγεννήθη ἡμῖν͵ υἱὸς καὶ ἐδόθη ἡμῖν͵ οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος͵ θαυμαστὸς σύμβουλος͵ θεὸς ἰσχυρός͵ ἐξουσιαστής͵ ἄρχων εἰρήνης͵ πατὴρ τοῦ μέλλοντος αἰῶνος». Ἐκ τούτων τῶν λόγων τὸν τρόπον τῆς παρουσίας ἐπέγνωτε. Παρθένος γὰρ ἄφθαρτος ἀποκυήσει σωματικῶς τὸν λύχνον τὸν ἄφθαρτον͵ μέχρι γὰρ σαρκὸς δεῖ συγκαταβῆναι πρὸς ἡμᾶς τὸν πανσεβάσμιον τοῦ θεοῦ λόγον͵ ἵνα δὴ τοὺς ἀσωμάτῳ θεότητι παρ΄ αὐτοῦ δεδημιουργημένους ἀνακαινίσῃ διὰ σαρκώσεως͵ παλαιωθέντας διὰ τὴν ἁμαρτίαν καὶ ἀφθάρτους κατασκευάσῃ διὰ τῆς ὁμοιότητος τῆς πρὸς τὴν φθοράν.



Διό͵ ἀδελφοὶ μακαρίας «κλήσεως ἐπουρανίου μέτοχοι»͵ πρὸς υἱοθεσίαν θεοῦ καὶ ἀδελφότητα κεκλημένοι͵ εὐχαριστεῖν ὀφείλομεν τῷ καλέσαντι ἡμᾶς καὶ παρέχειν ἑαυτοὺς ἀξίους εἶναι τοῦ παρέχοντος ἡμῖν τὴν ἀδελφότητα καὶ ὡς υἱοὺς ἀξίους εἶναι τοῦ δωρουμένου ἡμῖν τὴν υἱότητα καὶ δεξαμένου ἡμᾶς εἰς υἱοθεσίαν. Ἑκόντες οὖν καὶ ἐξ ἀγάπης δουλεύσωμεν αὐτῷ ἕτοιμοι ὄντες πρὸς πᾶσαν δικαιοσύνης κατόρθωσιν͵ ἁγνείᾳ κοσμούμενοι͵ ἀκτημοσύνην διώκοντες͵ λόγοις θεοῦ προσκαρτεροῦντες͵ εὐχαῖς ἁγίαις καὶ ὕμνοις θεοῦ ἱεροῖς ἀνακείμενοι͵ μετασχηματίζοντες ἑαυτοὺς ἀπὸ τοῦ αἰῶνος τούτου͵ ἐπιλανθανόμενοι τῶν γηΐνων καὶ θνητῶν ἐπιθυμιῶν͵ νικῶντες τῷ ἀγαθῷ τὸ κακόν͵ «μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες»͵ μὴ λογιζόμενοι ἑαυτοῖς διατρίβειν ἐν τῇ γῇ͵ ἀλλ΄ ἐν οὐρανῷ πολιτεύεσθαι͵ μετ΄ ἀγγέλων ἀναστρέφεσθαι͵ τῷ θρόνῳ τῆς οὐρανίου βασιλείας παραστῆναι. Ταῦτα τῶν ἱερῶν ἀποστόλων τὰ διδάγματα͵ ἐν τούτοις Χριστὸς ἡμῖν τὴν μακαρίαν καὶ αἰώνιον διαθήκην διέθετο.