Σάββατο 31 Ιανουαρίου 2015

Η Ευχή

Έφυγα απ το Φαραώ της Αιγύπτου τη σκλαβιά
μ αρχηγό το Μωυσή ν΄ ανεβώ ως το Σινά .

Στο Σινά να ανεβώ ω! πολύ το επιθυμώ,
στην Αγία κορυφή και να λέω την ευχή

Η ανάβασις σκληρή, Θεέ μου δος μου υπομονή,
καρτερία, αντοχή, ν αποκτήσω την ευχή

Πρώτα η υπακοή, η Γραφή, η προσοχή
κι η αγία σιωπή δυναμώνουν την ευχή

Την ευχή για να τη λες πρέπει από το μυαλό
να πετάξεις μακριά κάθε πράγμα κοσμικό

Στην αρχή την ευχή να τη λες προφορικά
κι έπειτα από καιρό θα σου γίνει νοερά

Και στα λόγια της ευχής να ναι όλη η προσοχή,
γιατί όταν φανταστείς κίνδυνος να πλανηθείς

Τον πειράζοντα πολύ ερεθίζει η ευχή
και γι αυτό μην πτοηθείς όταν σου επιτεθεί

Κι απ τα λόγια της ευχής βγαίνουνε καρποί γλυκείς.
Ω! τι μέλι είν' αυτό δεν μπορείς να φανταστείς

Η ευχή πώς ενεργεί μην ζητάς να σου το πω,
δεν μπορώ να εκφραστώ είναι Θείο μυστικό

όταν δεις την ευχή μέσα σου να ενεργεί
φρούρησέ τηνε καλά με ταπείνωση πολλή

Γέροντά μου σεβαστέ, Μωυσή μου νοητέ
έλα δος μου μια ευχή ν αποκτήσω την ευχή

Κι η Μητέρα του Χριστού, Ηγουμένη Μυστική,
ευλογεί τους Χριστιανούς και τους δίδει την ευχή

Στο Σινά να ανεβώ ώ! Πολύ το επιθυμώ,
στην Αγία Κορυφή και να λέω την ευχή.


Παρασκευή 30 Ιανουαρίου 2015

Τῶν Τριῶν Ἱεραρχῶν

Ἀπολυτίκιον
Ἦχος α'.

Τούς τρεῖς μεγίστους φωστῆρας τῆς Τρισηλίου θεότητος,
τούς τήν οἰκουμένην ἀκτῖσι δογμάτων θείων πυρσεύσαντας, 
τούς μελιῤῥύτους ποταμούς τῆς σοφίας, 
τούς τήν κτίσιν πᾶσαν θεογνωσίας νάμασι καταρδεύσαντας, 
Βασίλειον τόν μέγαν, καί τόν Θεολόγον Γρηγόριον, 
σύν τῷ κλεινῷ Ἰωάννη, τῷ τήν γλῶτταν χρυσοῤῥήμονι, 
πάντες οἱ τῶν λόγων αὐτῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν· 
αὐτοί γάρ τῇ Τριάδι, ὑπέρ ὑμῶν ἀεί πρεσβεύουσιν.

Πέμπτη 29 Ιανουαρίου 2015

Μεθ' ἡμῶν ὁ Θεός


Μεθ' ἡμῶν ὁ Θεός, γνῶτε ἔθνη καὶ ἡττᾶσθε. Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς, Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Ἰσχυκότες ἡττᾶσθε. Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Ἐὰν γὰρ πάλιν ἰσχύσητε, καὶ πάλιν ἡττηθήσεσθε. Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Καὶ ἣν ἂν βουλὴν βουλεύσησθε, διασκεδάσει Κύριος. Ὅτι μεθ' ἡμῶν ὁ Θεός,
Καὶ λόγον, ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν,  Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Τὸν δὲ φόβον ὑμῶν οὐ μὴ φοβηθῶμεν, ουδ' οὐ μὴ ταραχθῶμεν. Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Κύριον δὲ τὸν Θεὸν ἡμῶν, αὐτὸν ἁγιάσωμεν, καὶ αὐτὸς ἔσται ἡμῖν φόβος. Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Καὶ ἐὰν ἐπ' αὐτῷ πεποιθὼς ᾧ ἔσται μοι εἰς ἁγιασμόν. Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ, καὶ σωθήσομαι δι' αὐτοῦ. Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἃ μοι ἔδωκεν ὁ Θεός, Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδε φῶς μέγα. Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Οἱ κατοικοῦντες ἐν χώρᾳ, καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ' ἡμᾶς. Ὅτι μεθ΄ ἡμῶν ὁ Θεός.
Ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, Υἱός, καὶ ἐδόθη ἡμῖν, Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ. Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης Βουλῆς Ἄγγελος. Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Θαυμαστὸς σύμβουλος. Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Θεὸς ἰσχυρός, Ἐξουσιαστής, Ἄρχων εἰρήνης. Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι. Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Καὶ νῦν και αεί και εις τους αιώνας των αιώνων.Αμήν. Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Μεθ' ἡμῶν ὁ Θεός , γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Μ. Απόδειπνον

Τετάρτη 28 Ιανουαρίου 2015

Χαῖρε Θεοτόκε



Χαῖρε Θεοτόκε πάνσεμνε. Χαῖρε πηγὴ τὴν ζωήν, τοῖς πιστοῖς ἡ πηγάζουσα. Χαῖρε πάντων Δέσποινα, καὶ Κυρία τῆς κτίσεως, εὐλογημένη, Χαῖρε Πανάμωμε, δεδοξασμένη, χαῖρε Πανάχραντε. Χαῖρε παλάτιον. Χαῖρε θεῖον σκήνωμα. Χαῖρε Ἁγνή. Χαῖρε Μητροπάρθενε. Χαῖρε Θεόνυμφε.

Χαῖρε Θεομῆτορ ἄχραντε. Χαῖρε πιστῶν ἡ ἐλπίς. Χαῖρε κόσμου καθάρσιον. Χαῖρε πάσης θλίψεως, ῥυομένη τοὺς δούλους σου, ἡ τῶν ἀνθρώπων, χαῖρε παράκλησις, ἡ ζωηφόρος, χαῖρε ἀντίληψις. Χαῖρε προπύργιον, τῶν προσκαλουμένων σε. Χαῖρε Θεοῦ, θεῖον ἐνδιαίτημα καὶ ὄρος ἅγιον.

Χαῖρε Θεοτόκε Δέσποινα. Χαῖρε ἡ μόνη ἐλπίς, τῶν βροτῶν καὶ ἀντίληψις. Χαῖρε καταφύγιον, καὶ λυχνία ἀείφωτος, ἠγλαϊσμένον, χαῖρε λαμπάδιον, ἡγιασμένον, χαῖρε παλάτιον. Χαῖρε Παράδεισε. Χαῖρε θεῖον σκήνωμα. Χαῖρε πηγή, βρύουσα τὰ νάματα, τοῖς προσιοῦσί σοι.

Αγ. Ιωάννου του Δαμασκηνού

Τρίτη 27 Ιανουαρίου 2015

Ὁ δυνάμενος χωρεῖν χωρείτω


Ἕκαστος δὲ τῶν σοφῶν καθ΄ ὅσον χωρεῖ σοφίας͵ τοσοῦτον μετέχει Χριστοῦ͵ καθ΄ ὃ σοφία ἐστίν·
ὥσπερ ἕκαστος τῶν δύναμιν ἐχόντων κρείττονα ὅσον εἴληχε τῆς δυνάμεως͵ τοσοῦτον Χριστοῦ͵ καθ΄ ὃ δύναμίς ἐστι͵ κεκοινώνηκεν.

Ωριγένης

Κυριακή 25 Ιανουαρίου 2015

Γρηγορίῳ τῷ Θεολόγῳ

Ο ποιμενικός αυλός της θεολογίας σου,
τας των ρητόρων ενίκησε σάλπιγγας·
ως γαρ τα βάθη του Πνεύματος εκζητήσαντι, 
και τα κάλλη του φθέγματος προσετέθη σοι. 
Αλλά πρέσβευε Χριστώ τω Θεώ, Πάτερ Γρηγόριε, 
σωθήναι τας ψυχάς ημών.

Σάββατο 24 Ιανουαρίου 2015

Της Παναγιάς η Αγάπη


Άγιος Σιλουανός ο Αθωνίτης

Το γνώρισα αυτό εκ πείρας.
Δεν ψεύδομαι, λέω την αλήθεια ενώπιον του Θεού, ότι γνωρίζω εν πνεύματι την Άχραντο Παρθένο.
Δεν Την είδα, αλλά το Άγιο Πνεύμα μου έδωσε να γνωρίσω Αυτήν και την αγάπη Της για μας.
Χωρίς την ευσπλαγχνία Της η ψυχή μου θα είχε χαθεί από πολύν καιρό.
Εκείνη, όμως, ευδόκησε να μ'επισκεφθεί και να με νουθετήσει, για να μην αμαρτάνω.
Μου είπε: ''Δεν μου είναι αρεστά τα έργα σου''.
Τα λόγια Της ήταν ευχάριστα, ήρεμα, μειλίχια, και συγκίνησαν την ψυχή.
Πέρασαν πάνω από σαράντα χρόνια, αλλά η ψυχή μου δεν μπορεί να λησμονήσει εκείνη την γλυκειά φωνή, και δεν γνωρίζω πώς να ευχαριστήσω την αγαθή και σπλαγχνική Μητέρα του Θεού.

  • Από  lllazaros.blogspot.gr

Παρασκευή 23 Ιανουαρίου 2015

Ικεσία λδ'

Αγίου Σιλουανού του Αθωνίτου

Φιλάνθρωπε Κύριε, πώς δε λησμόνησες τον αμαρτωλό δούλο σου, αλλά γεμάτος έλεος με είδες από τη δόξα σου και μου εμφανίστηκες με ακατάληπτο τρόπο!
Εγώ πάντοτε σε προσέβαλλα και σε λυπούσα. Συ όμως, Κύριε, για τη μικρή μου μετάνοια μου έδωσες να γνωρίσω τη μεγάλη σου αγάπη και την άμετρη αγαθότητά σου.
Το ιλαρό και πράο βλέμμα σου έθελξε την ψυχή μου. Τί να σου ανταποδώσω, Κύριε, ή ποιόν αίνο να Σου προσφέρω; Συ δίνεις τη χάρη σου, για να καίγεται αδιάλειπτα η καρδιά μου από αγάπη, και δεν βρίσκει πια ανάπαυση ούτε νύχτα ούτε μέρα από τη θεϊκή αγάπη.
Η θύμησή σου θερμαίνει την ψυχή μου, που τίποτε στη γη δεν την αναπαύει εκτός από Σένα. Γι' αυτό με δάκρυα Σε ζητώ, και πάλι ποθεί ο νους μου τη γλυκύτητά σου...Κύριε, δώσε μου να αγαπώ μόνον Εσένα. Συ με έπλασες, Συ με φώτισες με το άγιο Βάπτισμα,
Συ συγχωρείς τα αμαρτήματά μου και μου δίνεις τη χάρη να κοινωνώ το τίμιο Σώμα και Αίμα σου. Δώσε μου τη δύναμη να μένω πάντα κοντά σου. Κύριε, δώσε μου τη μετάνοια του Αδάμ και την άγια ταπείνωσή σου.
Αμήν

πηγή: http://www.agioritikovima.gr/

Πέμπτη 22 Ιανουαρίου 2015

Μαυρίζει η ψυχή μας γιατί δεν έχουμε την ελπίδα μας στην πρόνοια του Θεού.


Ιερομόναχος Μακάριος, Μαρουδάς

Πριν λίγους μήνες βρέθηκα σε ένα αγιορείτικο μοναστήρι και μαζευτήκαμε στο αρχονταρίκι να κεραστούμε για την γιορτή του ηγουμένου της Μονής.
Μεταξύ άλλων κυριάρχησαν οι πληροφορίες από το ίντερνετ για τα γενόμενα στον κόσμο, για τα σατανικά σχέδια των μασόνων, των πολιτικών, των οικονομολόγων, του Πάπα, του…, του…, του… Μια μαυρίλα.
Δίπλα μου καθόταν ένας γέρος μοναχός ο οποίος άκουγε με προσοχή χωρίς να ταραχθεί, ενώ έβλεπε κανείς στα πρόσωπα των παρευρισκομένων μια κατήφεια, και ψιθύρισε τρεις φορές: «Και που είναι ο Θεός, και που είναι ο Θεός…».
Μαυρίζει η ψυχή μας γιατί δεν έχουμε την ελπίδα μας στην πρόνοια του Θεού.


πηγή: agioritikesmnimes.blogspot.gr

Τετάρτη 21 Ιανουαρίου 2015

τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;

Προς Ρωμαίους, κεφ. 8

35 τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; 36 καθὼς γέγραπται ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. 37 ἀλλ᾿ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. 38 πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα 39 οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ ᾿Ιησοῦ τῷ Κυρίῳ ἡμῶν.

Τρίτη 20 Ιανουαρίου 2015

Περὶ Ποταμιαίνης


Ὁ μακάριος οὗτος Ἰσίδωρος συντετυχηκὼς Ἀντωνίῳ τῷ μακαρίτῃ γραφῆς ἄξιον διηγήσατό μοι πρᾶγμα͵ ἀκηκοὼς παρ΄ αὐτοῦ ὅτι Ποταμιαίνα τις οὕτω καλουμένη κατὰ τὸν καιρὸν Μαξιμιανοῦ τοῦ διώκτου ὡραιοτάτη κόρη ὑπῆρχε παιδίσκη τινός· ἣν πολλαῖς λιπαρήσας ὑποσχέσεσιν ὁ ταύτης δεσπότης ἀναπεῖσαι οὐκ ἠδυνήθη· τελευταῖον δὲ μανεὶς παραδίδωσιν αὐτὴν τῷ τότε ἐπάρχῳ τῆς Ἀλεξανδρείας͵ ἔκδοτον αὐτὴν δοὺς ὡς χριστιανὴν καὶ βλασφημοῦσαν τοὺς καιροὺς καὶ τοὺς βασιλεῖς ἐπὶ τοῖς διωγμοῖς͵ ὑποθέμενος αὐτῷ μετὰ χρημάτων ὅτι «Ἐὰν συνθῆταί μου τῷ σκόπῳ͵ ἀτιμώρητον αὐτὴν φύλαξον»· ἐὰν δὲ ἐπιμείνῃ τῇ αὐστηρίᾳ͵ παρεκάλεσε τιμωρηθῆναι αὐτήν͵ ἵνα μὴ ζῶσα καταγελάσῃ τῆς ἀσωτίας αὐτοῦ. 

Ἀχθεῖσα δὲ πρὸ τοῦ βήματος διαφόροις ὀργάνοις τιμωρητικοῖς ἐπυργομαχεῖτο τὴν γνώμην. Ἐν οἷς ὀργάνοις καὶ λέβητα μέγαν πλήσας πίσσης ἐκέλευσεν ὑποκαίεσθαι ὁ δικαστής. Βραζούσης οὖν τῆς πίσσης καὶ σφοδρῶς ἐκκαιομένης͵ προέτεινεν αὐτῇ· «῍Η ἄπελθε͵ ὑποτάγηθι τοῖς θελήμασι τοῦ δεσπότου σου· ἢ ἵνα εἰδῇς ὅτι ἐν τῷ λέβητί σε καταγγισθῆναι κελεύω». Ἡ δὲ ἀπεκρίνατο λέγουσα· «Μὴ γένοιτό ποτε τοιοῦτος δικαστὴς ὃς κελεύει ἀσωτίᾳ ὑποτάσσεσθαι». 

Ἀπομανεὶς οὖν ἐκεῖνος κελεύει ἐκδυθεῖσαν αὐτὴν βληθῆναι ἐν τῷ λέβητι. Ἡ δὲ φωνὴν ἀφίησιν εἰποῦσα· «Τὴν κεφαλὴν τοῦ βασιλέως σου ὃν σὺ φοβῇ͵ εἰ κέκριταί σοι τιμωρήσασθαί με οὕτω͵ κατὰ μικρὸν κέλευσον χαλασθῆναί με ἐν τῷ λέβητι͵ ἵνα εἰδῇς πόσην μοι χαρίζεται ὑπομονὴν ὁ Χριστὸς ὃν σὺ ἀγνοεῖς». Καὶ χαλωμένη κατὰ μικρὸν ἐπὶ παράτασιν ὥρας ἐξέψυξε͵ φθασάσης τῆς πίσσης περὶ τὸν τράχηλον αὐτῆς. 

Παλλαδίου, Λαυσαϊκόν

Δευτέρα 19 Ιανουαρίου 2015

περί της προς τους εχθρούς αγάπης


ΕΡΩΤΗΣΙΣ
Τίνες εἰσὶν οἱ ἐχθροὶ͵ οὓς ἀγαπᾷν προσετάχθημεν· καὶ πῶς ἀγαπήσομεν τοὺς ἐχθρούς· ταῖς εἰς αὐτοὺς εὐεργεσίαις μόνον͵ ἢ καὶ αὐτῇ τῇ διαθέσει· καὶ εἰ δυνατὸν τοῦτο.

ΑΠΟΚΡΙΣΙΣ
Ἐχθροῦ ἴδιον τὸ βλάπτειν καὶ ἐπιβουλεύειν. Πᾶς μὲν οὖν ὁ ὁπωσδήποτε βλάπτων τινὰ ἐχθρὸς ἂν λέγοιτο· ἐξαιρέτως δὲ ὁ ἁμαρτάνων. Τὸ γὰρ ὅσον ἐπ΄ αὐτῷ βλάπτει κατὰ διαφόρους τρόπους͵ καὶ ἐπιβουλεύει τῷ συνόντι ἢ συντυγχάνοντι. Ἐπειδὴ δὲ ἐκ σώματος καὶ ψυχῆς συνέστηκεν ὁ ἄνθρωπος͵ κατὰ μὲν τὴν ψυχὴν ἀγαπήσωμεν τοὺς τοιούτους͵ ἐλέγχοντες αὐτοὺς͵ καὶ νουθετοῦντες͵ καὶ παντὶ τρόπῳ εἰς ἐπιστροφὴν ἐνάγοντες· κατὰ δὲ τὸ σῶμα εὐεργετοῦντες αὐτοὺς͵ ἐπιδεομένους τῶν πρὸς τὸ ζῇν ἀναγκαίων. Ὅτι δὲ ἡ ἀγάπη ἐν διαθέσει ἐστὶ͵ παντὶ δῆλον. Τὸ δὲ δυνατὸν ἔδειξε καὶ ἐδίδαξεν ὁ Κύριος͵ τὴν ἀγάπην τοῦ Πατρὸς καὶ τὴν ἑαυτοῦ ἐν τῇ ὑπακοῇ μέχρι θανάτου ἐπιδειξάμενος ὑπὲρ ἐχθρῶν͵ οὐχ ὑπὲρ φίλων͵ ὡς μαρτυρεῖ ὁ Ἀπόστολος λέγων· «Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς͵ ὅτι͵ ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν͵ Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε». Καὶ ἡμῖν δὲ αὐτὸ τοῦτο παραινεῖ ἐν τῷ εἰπεῖν· «Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ͵ ὡς τέκνα ἀγαπητὰ͵ καὶ περιπατεῖτε ἐν ἀγάπῃ͵ καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς͵ καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν͵ προσφορὰν καὶ θυσίαν τῷ Θεῷ». Οὐκ ἂν δὲ προσέταξεν ὁ ἀγαθὸς καὶ δίκαιος͵ εἰ μὴ τὸ δυνατὸν ἐχαρίσατο· ὅπερ καὶ ἐν τῇ φύσει κατηναγκασμένως ἀποκεῖσθαι ἐφανέρωσεν. Εὐεργέτας μὲν καὶ τὰ θηρία φυσικῶς ἀγαπᾷ. Τί δὲ τοσοῦτον εὐεργετεῖ ὁ φίλος͵ ὅσον οἱ ἐχθροί; Προξενοῦντες ἡμῖν τὸν μακαρισμὸν τοῦ Κυρίου εἰπόντος· «Μακάριοί ἐστε͵ ὅταν διώξωσιν ὑμᾶς͵ καὶ ὀνειδίσωσι͵ καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ ὑμῶν͵ ψευδόμενοι͵ ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε͵ ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς». 


Μεγάλου Βασιλείου

Κυριακή 18 Ιανουαρίου 2015

Ἀθανάσιον ἐπαινῶν͵ ἀρετὴν ἐπαινέσομαι.




Ἀθανάσιον ἐπαινῶν͵ ἀρετὴν ἐπαινέσομαι. Ταυτὸν γὰρ͵ ἐκεῖνόν τε εἰπεῖν͵ καὶ ἀρετὴν ἐπαινέσαι͵ ὅτι πᾶσαν ἐν ἑαυτῷ συλλαβὼν εἶχε τὴν ἀρετὴν͵ ἢ͵ τό γε ἀληθέστερον εἰπεῖν͵ ἔχει. Θεῷ γὰρ ζῶσι πάντες οἱ κατὰ Θεὸν ζήσαντες͵ κἂν ἐνθένδε ἀπαλλαγῶσι. Καθ΄ ὃ καὶ Ἀβραὰμ͵ καὶ Ἰσαὰκ͵ καὶ Ἰακὼβ ἀκούει Θεὸς͵ ὁ Θεὸς͵ ὡς οὐ νεκρῶν Θεὸς͵ ἀλλὰ ζώντων. Ἀρετὴν δὲ ἐπαινῶν͵ Θεὸν ἐπαινέσομαι͵ παρ΄ οὗ τοῖς ἀνθρώποις ἡ ἀρετὴ͵ καὶ τὸ πρὸς αὐτὸν ἀνάγεσθαι͵ ἢ ἐπανάγεσθαι διὰ τῆς συγγενοῦς ἐλλάμψεως. Πολλῶν γὰρ ὄντων ἡμῖν καὶ μεγάλων͵ οὐ μὲν οὖν εἴποι τις ἂν ἡλίκων καὶ ὅσων͵ ὧν ἐκ Θεοῦ ἔχομέν τε καὶ ἕξομεν· τοῦτο μέγιστον καὶ φιλανθρωπότατον͵ ἡ πρὸς αὐτὸν νεῦσίς τε καὶ οἰκείωσις. Ὅπερ γάρ ἐστι τοῖς αἰσθητοῖς ἥλιος͵ τοῦτο τοῖς νοητοῖς Θεός. Ὁ μὲν γὰρ τὸν ὁρώμενον φωτίζει κόσμον͵ ὁ δὲ τὸν ἀόρατον· καὶ ὁ μὲν τὰς σωματικὰς ὄψεις ἡλιοειδεῖς͵ ὁ δὲ τὰς νοερὰς φύσεις θεοειδεῖς ἀπεργάζεται. Καὶ ὥσπερ οὗτος τοῖς τε ὁρῶσι καὶ τοῖς ὁρωμένοις͵ τοῖς μὲν τὴν τοῦ ὁρᾷν͵ τοῖς δὲ τὴν τοῦ ὁρᾶσθαι παρέχων δύναμιν͵ αὐτὸς τῶν ὁρωμένων ἐστὶ τὸ κάλλιστον· οὕτω Θεὸς τοῖς νοοῦσι καὶ τοῖς νοουμένοις͵ τοῖς μὲν τὸ νοεῖν͵ τοῖς δὲ τὸ νοεῖσθαι δημιουργῶν͵ αὐτὸς τῶν νοουμένων ἐστὶ τὸ ἀκρότατον͵ εἰς ὃν πᾶσα ἔφεσις ἵσταται͵ καὶ ὑπὲρ ὃν οὐδαμοῦ φέρεται. Οὐδὲ γὰρ ἔχει τι ὑψηλότερον͵ ἢ ὅλως ἕξει͵ οὐδὲ ὁ φιλοσοφώτατος νοῦς καὶ διαβατικώτατος͵ ἢ πολυπραγμονέστατος.
Αγ. Γρηγορίου του Θεολόγου

Σάββατο 17 Ιανουαρίου 2015

Αντώνιος ο Μέγας



Ἀντώνιος γένος μὲν ἦν Αἰγύπτιος͵ εὐγενῶν δὲ γονέων καὶ περιουσίαν αὐτάρκη κεκτημένων͵ καὶ Χριστιανῶν αὐτῶν ὄντων͵ Χριστιανικῶς ἀνήγετο καὶ αὐτός. Καὶ παιδίον μὲν ὢν͵ ἐτρέφετο παρὰ τοῖς γονεῦσι͵ πλέον αὐτῶν καὶ τοῦ οἴκου μηδὲν ἕτερον γινώσκων· ἐπειδὴ δὲ καὶ αὐξήσας ἐγένετο παῖς͵ καὶ προέκοπτε τῇ ἡλικίᾳ͵ γράμματα μὲν μαθεῖν οὐκ ἠνέσχετο͵ βουλόμενος ἐκτὸς εἶναι καὶ τῆς πρὸς τοὺς παῖδας συνηθείας· τὴν δὲ ἐπιθυμίαν πᾶσαν εἶχε͵ κατὰ τὸ γεγραμμένον περὶ τοῦ Ἰακὼβ͵ ὡς ἄπλαστος οἰκεῖν ἐν τῇ οἰκίᾳ αὐτοῦ. Συνήγετο μέντοι μετὰ τῶν γονέων ἐν τῷ Κυριακῷ· καὶ οὔτε ὡς παῖς ἐῤῥᾳθύμει͵ οὔτε ὡς τῇ ἡλικίᾳ προκόπτων κατεφρόνει· ἀλλὰ καὶ τοῖς γονεῦσιν ὑπετάσσετο͵ καὶ τοῖς ἀναγνώσμασι προσέχων͵ τὴν ἐξ αὐτῶν ὠφέλειαν ἐν ἑαυτῷ διετήρει. Οὔτε δὲ πάλιν ὡς παῖς ἐν μετρίᾳ περιουσίᾳ τυγχάνων ἠνώχλει τοῖς γονεῦσι ποικίλης καὶ πολυτελοῦς ἕνεκα τροφῆς͵ οὔτε τὰς ἐκ ταύτης ἡδονὰς ἐζήτει· μόνοις δὲ οἷς ηὕρισκεν ἠρκεῖτο͵ καὶ πλέον οὐδὲν ἐζήτει. Μετὰ δὲ τὸν θάνατον τῶν γονέων͵ αὐτὸς μόνος κατελείφθη μετὰ μιᾶς βραχυτάτης ἀδελφῆς· καὶ ἦν ἐτῶν ἐγγὺς δέκα καὶ ὀκτὼ͵ ἢ καὶ εἴκοσι γεγονὼς͵ αὐτός τε τῆς οἰκίας καὶ τῆς ἀδελφῆς ἐφρόντιζεν. Οὔπω δὲ μῆνες ἓξ παρῆλθον τοῦ θανάτου τῶν γονέων αὐτοῦ͵ καὶ κατὰ τὸ εἰωθὸς προερχόμενος εἰς τὸ Κυριακὸν͵ καὶ συνάγων ἑαυτοῦ τὴν διάνοιαν͵ ἐλογίζετο περιπατῶν͵ πῶς οἱ μὲν ἀπόστολοι πάντα καταλιπόντες ἠκολούθησαν τῷ Σωτῆρι· οἱ δὲ ἐν ταῖς Πράξεσι πωλοῦντες τὰ ἑαυτῶν ἔφερον καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων͵ εἰς διάδοσιν τῶν χρείαν ἐχόντων͵ τίς τε καὶ πόση τούτοις ἐλπὶς ἐν οὐρανοῖς ἀπόκειται. Ταῦτα δὴ ἐνθυμούμενος͵ εἰσῆλθεν εἰς τὴν ἐκκλησίαν͵ καὶ συνέβη τότε τὸ Εὐαγγέλιον ἀναγινώσκεσθαι͵ καὶ ἤκουσε τοῦ Κυρίου λέγοντος τῷ πλουσίῳ· Εἰ θέλεις τέλειος εἶναι͵ ὕπαγε͵ πώλησον πάντα τὰ ὑπάρχοντά σοι͵ καὶ δὸς πτωχοῖς͵ καὶ δεῦρο ἀκολούθει μοι͵ καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς.ῃ Ὁ δὲ Ἀντώνιος͵ ὥσπερ θεόθεν ἐσχηκὼς τὴν τῶν ἁγίων μνήμην͵ καὶ ὡς δι΄ αὐτὸν γενομένου τοῦ ἀναγνώσματος͵ ἐξελθὼν εὐθὺς ἐκ τοῦ Κυριακοῦ͵ τὰς μὲν κτήσεις ἃς εἶχεν ἐκ προγόνων (ἄρουραι δὲ ἦσαν τριακόσιαι εὔφοροι καὶ πάνυ καλαὶ)͵ ταύτας ἐχαρίσατο τοῖς ἀπὸ τῆς κώμης͵ ἵνα εἰς μηδ΄ ὁτιοῦν ὀχλήσωσιν αὐτῷ τε καὶ τῇ ἀδελφῇ. Τὰ δὲ ἄλλα ὅσα ἦν αὐτοῖς κινητὰ͵ πάντα πωλήσας͵ καὶ συναγαγὼν ἀργύριον ἱκανὸν͵ δέδωκε τοῖς πτωχοῖς͵ τηρήσας ὀλίγα διὰ τὴν ἀδελφήν. 
Ὡς δὲ͵ πάλιν εἰσελθὼν εἰς τὸ Κυριακὸν͵ ἤκουσεν ἐν τῷ Εὐαγγελίῳ τοῦ Κυρίου λέγοντος͵ Μὴ μεριμνήσητε περὶ τῆς αὔριον͵ῃ οὐκ ἀνασχόμενος ἔτι μένειν͵ ἐξελθὼν διέδωκε κἀκεῖνα τοῖς μετρίοις. Τὴν δὲ ἀδελφὴν παραθέμενος γνωρίμοις καὶ πισταῖς παρθένοις͵ δούς τε αὐτὴν εἰς Παρθενῶνα ἀνατρέφεσθαι͵ αὐτὸς πρὸ τῆς οἰκίας ἐσχόλαζε λοιπὸν τῇ ἀσκήσει͵ προσέχων ἑαυτῷ καὶ καρτερικῶς ἑαυτὸν ἄγων. Οὔπω γὰρ ἦν οὕτως ἐν Αἰγύπτῳ συνεχῆ μοναστήρια͵ οὐδ΄ ὅλως ᾔδει μοναχὸς τὴν μακρὰν ἔρημον͵ ἕκαστος δὲ τῶν βουλομένων ἑαυτῷ προσέχειν οὐ μακρὰν τῆς ἰδίας κώμης καταμόνας ἠσκεῖτο.

Άγιος Αθανάσιος

Παρασκευή 16 Ιανουαρίου 2015

Αγ. Ιωάννου Δαμασκηνού


Τὸ κακὸν διττόν. Τὸ μὲν τῇ ἀληθείᾳ κακὸν ὡς ἡ τῶν φυσικῶν ἕξεων ἀπόπτωσις. Ὁ γὰρ θεὸς ἐποίησε τὸν ἄνθρωπον εὐθῆ͵ αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς. Ἕτερον δὲ κακὸν λέγεται τὸ κατ΄ αἴσθησιν ὡς αἱ θλίψεις αἱ κατὰ τοὺς πειρασμούς· τὸ γὰρ τῆς κακίας ὄνομα ὁμώνυμόν ἐστι. Δύο γὰρ σημαίνει· ποτὲ μὲν γὰρ σημαίνει τὴν τῆς ἀρετῆς στέρησιν͵ ποτὲ δὲ τὴν τῆς χαρᾶς͵ τουτέστι τοῦ ἐπιθυμουμένου. Ἡ μὲν γὰρ πορνεία οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ σωφροσύνης στέρησις καὶ κακὴ χρῆσις· ἀντὶ γὰρ τοῦ ἀγαπῆσαι καὶ μιγῆναι τὸ ἴδιον σκεῦος͵ τουτέστι τὴν ἰδίαν γυναῖκα͵ ἀγαπᾷ καὶ μίγνυται τῇ ἀλλοτρίᾳ. Ἡ ἀπιστία ἀντὶ τοῦ πιστεῦσαι καὶ ἀγαπῆσαι τὸν φύσει θεὸν πιστεύει τῷ μὴ ὄντι θεῷ. Τοῦτο οὖν ἐστι κακία τὸ τῷ μὴ ὄντι ὡς ὄντι χρήσασθαι͵ τὸ μὴ παρέχειν ἑκάστῳ τὰ ἴδια· ἴδια ἑκάστῳ τὰ ὑπὸ θεοῦ ὁριζόμενα. Ἴδιον μὲν θεοῦ ἡ δόξα καὶ ἡ τιμὴ ὡς δημιουργῷ πρέπουσα͵ ἴδιον δὲ τῶν κτισμάτων τὸ μέτρον͵ ὃ ἑκάστῳ ὥρισεν ὁ τὸ εἶναι δούς. Ἐφ΄ ἡμῖν δέ ἐστιν ἢ χρήσασθαι τοῖς δοθεῖσιν ἡμῖν ὑπὸ θεοῦ͵ ἐφ΄ ᾧ δέδωκεν ἡμῖν αὐτά͵ καὶ ἐφ΄ ἡμῖν ἐστι χρήσασθαι οὐκ ἐφ΄ ᾧ δέδωκεν͵ οἷον ἔδωκεν ἡμῖν τὸ ἐπιθυμητικόν͵ ἵνα ἐπιθυμῶμεν αὐτοῦ τοῦ μόνου ἀγαθοῦ. Ἐὰν ἐπὶ τούτῳ χρησώμεθα τῇ ἐπιθυμίᾳ ἀρετὴ καὶ καλόν· εἰ δὲ ἕτερόν τι παρ΄ αὐτὸν ἀγαπήσωμεν͵ οὐκ ἔστι χρῆσις͵ ἀλλὰ παράχρησις. Εἰς αὐτὸ γὰρ τοῦτο ἐποίησεν ἡμᾶς͵ ἵνα μετέχωμεν αὐτοῦ ἐπιθυμοῦντες.

Πέμπτη 15 Ιανουαρίου 2015

περί μετανοίας


Μετανοήσωμεν οὖν γνησίως͵ ἵνα τῶν παθῶν ἐλευθερούμενοι τῆς τῶν ἁμαρτιῶν ἀφέσεως τύχωμεν. Περιφρονήσωμεν τῶν προσκαίρων͵ ἵνα μὴ δι΄ αὐτὰ τοῖς ἀνθρώποις μαχόμενοι τὴν ἐντολὴν τῆς ἀγάπης παραβῶμεν͵ καὶ τῆς τοῦ Θεοῦ ἀγάπης ἐκπέσωμεν. Πνεύματι περιπατῶμεν͵ καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσομεν. Γρηγορήσωμεν͵ νήψωμεν͵ ἀποβάλωμεν λοιπὸν τὸν ὕπνον τῆς ῥᾳθυμίας. Ζηλώσωμεν τοὺς ἁγίους ἀθλητὰς τοῦ Σωτῆρος· μιμησώμεθα αὐτῶν τοὺς ἀγῶνας͵ τῶν μὲν ὄπισθεν ἐπιλανθανόμενοι͵ τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενοι. Μιμησώμεθα τὸν ἀκατάπαυστον αὐτῶν δρόμον͵ τὴν ζέουσαν προθυμίαν͵ τῆς ἐγκρατείας τὴν καρτερίαν͵ τῆς σωφροσύνης τὸν ἁγιασμόν͵ τῆς ὑπομονῆς τὴν γενναιότητα͵ τῆς μακροθυμίας τὴν ἀνοχήν͵ τῆς συμπαθείας τὸν οἶκτον͵ τῆς πραΰτητος τὸ ἀτάραχον͵ τοῦ ζήλου τὴν θερμότητα͵ τῆς ἀγάπης τὸ ἀνυπόκριτον͵ τῆς ταπεινοφροσύνης τὸ ὕψος͵ τῆς ἀκτημοσύνης τὸ ἀπέριττον͵ τὴν ἀνδρείαν͵ τὴν χρηστότητα͵ τὴν ἐπιείκειαν. Μὴ ὑπτιωθῶμεν ταῖς ἡδοναῖς͵ μὴ χαυνωθῶμεν τοῖς λογισμοῖς͵ μὴ ῥυπώσωμεν τὴν συνεί δησιν͵ τὴν εἰρήνην διώκωμεν μετὰ πάντων καὶ τὸν ἁγιασμόν· οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Καὶ ἐπὶ τούτοις φύγωμεν τὸν κόσμον͵ ἀδελφοί͵ καὶ τὸν κοσμοκράτορα. Καταλείψωμεν τὴν σάρκα͵ καὶ τὰ σαρκικά. Εἰς οὐρανοὺς ἀναδράμωμεν· ἐκεῖ ἕξωμεν ἡμῶν τὸ πολίτευμα. Τὸν θεῖον Ἀπόστολον μιμησώμεθα͵ τὸν Ἀρχηγὸν τῆς ζωῆς καταλάβωμεν͵ τῆς πηγῆς τῆς ζωῆς ἀπολαύσωμεν. Σὺν ἀγγέλοις χορεύσωμεν͵ σὺν ἀρχαγγέλοις ὑμνήσωμεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι͵ νῦν καὶ ἀεί͵ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Αγ. Μαξίμου του Ομολογητού

Τετάρτη 14 Ιανουαρίου 2015

του Αββά Αγάθωνος


Ἠρώτησαν αὐτὸν πάλιν οἱ ἀδελφοὶ λέγοντες·
Ποία ἀρετή ἐστι͵ Πάτερ͵ ἐν ταῖς πολιτείαις͵ ἔχουσα
πλείονα κάματον; Λέγει αὐτοῖς· Συγχωρήσατέ μοι͵
λογίζομαι ὅτι οὐκ ἔστιν ἕτερος κάματος͵ ὡς τὸ εὔ
ξασθαι τῷ Θεῷ. Πάντοτε γὰρ ὅτε θέλῃ ὁ ἄνθρωπος
προσεύξασθαι͵ βούλονται οἱ ἐχθροὶ ἐκκόψαι αὐτόν·
οἴδασι γὰρ ὅτι οὐδαμόθεν ἐμποδίζονται͵ εἰ μὴ ἀπὸ
τοῦ εὔξασθαι τῷ Θεῷ. Καὶ πᾶσαν δὲ πολιτείαν ἣν ἂν
μετέλθῃ ἄνθρωπος͵ ἐγκαρτερῶν ἐν αὐτῇ͵ κτᾶται
ἀνάπαυσιν· τὸ δὲ εὔξασθαι͵ ἕως ἐσχάτης ἀναπνοῆς
ἀγῶνος χρῄζει.

Τρίτη 13 Ιανουαρίου 2015

περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ Πέρσου


Διηγήσατό τις τῶν πατέρων περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ Πέρσου ὅτι ἐκ τῆς πολλῆς αὐτοῦ ἀρετῆς εἰς βαθυτάτην ἤλασεν ἀκακίαν. Οὗτος δὲ ἔμενεν ἐν Ἀραβίᾳ τῆς Αἰγύπτου. Ἐχρήσατο δέ ποτε παρὰ ἀδελφοῦ ἕνα χρύσινον καὶ ἠγόρασε λινάρια ἵνα ἐργάσηται. Καὶ ἦλθεν ἀδελφὸς πρὸς αὐτὸν λέγων· Χρῆσόν μοι͵ ἀββᾶ͵ ὀλίγα λινάρια ἵνα ποιήσω ἐμαυτῷ λεβίτωνα. Καὶ ἔδωκεν αὐτῷ μετὰ χαρᾶς. Ὁμοίως δὲ καὶ ἄλλος ἦλθε παρακαλῶν αὐτὸν καὶ λέγων· Δός μοι ὀλίγα λινάρια ἵνα ποιήσω λέντιον. Ἔδωκε δὲ καὶ αὐτῷ. Ὁμοίως δὲ καὶ ἄλλων αἰτησάντων ἐδίδου ἁπλῶς μετὰ χαρᾶς. Ὕστερον δὲ ἦλθεν ὁ κύριος τοῦ χρυσίνου θέλων αὐτό. Λέγει οὖν αὐτῷ ὁ γέρων· Ἐγὼ φέρω σοι αὐτό. Καὶ μὴ ἔχων πόθεν δοῦναι αὐτῷ τὸ νόμισμα͵ ἀνέστη ἀπελθεῖν πρὸς τὸν ἀββᾶ Ἰάκωβον τὸν τῆς διακονίας παρακαλέσαι αὐτὸν δοῦναι αὐτῷ τὸ νόμισμα͵ ἵνα ἀποδώσει τῷ ἀδελφῷ. Καὶ ὑπάγων εὗρε ὀλοκοτίνιν κείμενον χαμαὶ καὶ οὐχ ἥψατο αὐτοῦ. Ποιήσας δὲ εὐχὴν ὑπέστρεψεν εἰς τὸ κελλίον ἑαυτοῦ. Καὶ πάλιν ἦλθεν ὁ ἀδελφὸς θέλων λαβεῖν τὸ νόμισμα. Καὶ λέγει αὐτῷ. Ἐγὼ πάντως φροντίζω. Καὶ ἀπελθὼν πάλιν ὁ γέρων εὗρε τὸ νόμισμα χαμαὶ κείμενον ὅπου ἦν· καὶ ποιήσας πάλιν εὐχὴν ὑπέστρεψεν. Καὶ ἰδοὺ πάλιν ἦλθεν ὁ ἀδελφὸς ὀχλῶν αὐτόν. Καὶ λέγει ὁ γέρων· Ἔτι τὸ ἅπαξ τοῦτο συγχώρησον͵ καὶ φέρω σοι αὐτό. Καὶ ἀναστὰς πάλιν ἀπῆλθε κατ΄ ἐκείνου τοῦ τόπου καὶ εὗρεν αὐτὸ ἐκεῖ. Καὶ ποιήσας εὐχὴν ἔλαβεν αὐτὸ καὶ ἦλθε πρὸς τὸν ἀββᾶ Ἰάκωβον καὶ λέγει αὐτῷ· Ἀββᾶ͵ ἐρχόμενος πρός σε εὗρον τοῦτο τὸ νόμισμα ἐν τῇ ὁδῷ· ποίησον οὖν ἀγάπην καὶ κήρυξον ἐν τῇ ἐνορίᾳ͵ μή τις ἀπώλεσεν αὐτό. Καὶ ἐὰν εὑρεθῇ ὁ κύριος αὐτοῦ͵ δὸς αὐτό. Ἀπελθὼν οὖν ὁ γέρων ἐπὶ τρεῖς ἡμέρας ἐκήρυξεν͵ καὶ οὐδεὶς εὑρέθη ἀπολέσας αὐτό. Τότε λέγει ὁ γέρων τῷ ἀββᾷ Ἰακώβῳ· Εἰ οὐδεὶς τοῦτο ἀπώλεσε τὸ νόμισμα͵ δὸς αὐτὸ τῷδε τῷ ἀδελφῷ· χρεωστῶ γὰρ αὐτῷ͵ καὶ ἐρχόμενος λαβεῖν αὐτὸ παρά σου ἀγάπην καὶ ἀποδοῦναι τὸ χρέος εὗρον αὐτὸ ἐν τῇ ὁδῷ. Καὶ ἐθαύμασεν ὁ γέρων πῶς χρεωστῶν καὶ εὑρὼν οὐκ εὐθέως ἔλαβε καὶ ἀπέδωκεν αὐτό. Καὶ τοῦτο δὲ ἦν τὸ θαυμαστὸν αὐτοῦ ὅτι͵ εἰ ἤρχετό τις χρήσασθαι παρ΄ αὐτοῦ τι͵ οὐ δι΄ ἑαυτοῦ παρεῖχεν͵ ἀλλ΄ ἔλεγε τῷ ἀδελφῷ· Ὕπαγε σεαυτῷ ἆρον εἴ τι χρῄζεις. Καὶ εἰ ἔφερεν͵ ἔλεγε τῷ ἀδελφῷ· Ἀπόθου αὐτὸ πάλιν εἰς τὸν τόπον αὐτοῦ. Εἰ δὲ οὐδὲν ἔφερεν ὁ λαμβάνων͵ οὐδὲν ἔλεγεν αὐτῷ.

Δευτέρα 12 Ιανουαρίου 2015

Ἡ τοῦ Θεοῦ ὰγάπη καί χάρις


Εἴ τις μικρὸν ἀποστήσας τοῦ σώματος τὴν διάνοιαν καὶ τῆς τῶν παθῶν δουλείας τε καὶ ἀφροσύνης ἔξω γενόμενος ἀδόλῳ καὶ εἰλικρινεῖ λογισμῷ τὴν αὐτὸς ἑαυτοῦ κατίδοι ψυχήν͵ ὄψεται καθαρῶς ἐν τῇ ταύτης φύσει τοῦ θεοῦ τήν τε πρὸς ἡμᾶς ἀγάπην καὶ τὸ βούλημα τῆς ἐκείνου δημιουργίας. Eὑρήσει γὰρ τοῦτον τὸν τρόπον ἐπισκοπῶν συνουσιωμένην τε καὶ συμπεφυκυῖαν τῷ ἀνθρώπῳ τὴν ἐπὶ τὸ καλόν τε καὶ ἄριστον τῆς ἐπιθυμίας ὁρμὴν καὶ τῆς νοητῆς ἐκείνης καὶ μακαρίας εἰκόνος͵ ἧς ὁ ἄνθρωπος μίμημα͵ τὸν ἀπαθῆ καὶ μακάριον ἔρωτα συνημμένον τῇ φύσει. Ἀλλὰ πλάνη τις τῶν ὁρατῶν τούτων καὶ ῥεόντων ἀεὶ διὰ πάθους ἀλόγου καὶ πικρᾶς ἡδονῆς τὴν ἀμελῆ καὶ ἀφύλακτον ὑπὸ ῥᾳθυμίας ψυχὴν ἀπατῶσα καὶ γοητεύουσα πρὸς κακίαν ἕλκει δεινήν͵ γεννωμένην τε ἐκ τῶν ἡδονῶν τοῦ βίου καὶ γεννῶσαν θάνατον τοῖς ἑαυτῆς ἐρασταῖς. Διὰ τοῦτο τὴν γνῶσιν τῆς ἀληθείας͵ τὸ σωτήριον ταῖς ψυχαῖς φάρμακον͵ ἡ τοῦ σωτῆρος ἡμῶν τοῖς πόθῳ δεχομένοις ἐδωρήσατο χάρις· ὑφ΄ ἧς λύεται μὲν ἡ γοητεύουσα τὸν ἄνθρωπον πλάνη͵ τὸ δὲ τῆς σαρκὸς ἄτιμον κατασβέννυται φρόνημα͵ τῷ τῆς ἀληθείας φωτὶ πρὸς τὸ θεῖόν τε καὶ τὴν ἑαυτῆς σωτηρίαν ὁδηγουμένης τῆς ψυχῆς͵ ἣ τὴν γνῶσιν ἐδέξατο.

Άγιος Γρηγόριος Νύσσης

Κυριακή 11 Ιανουαρίου 2015

περί αρετής



Τί οὖν ἐστιν ἀρετὴ ἀνθρώπου; οὐ χρήματα ἵνα πενίαν
δείσῃς· οὐδὲ ὑγίεια͵ ἵνα φοβηθῇς ἀρρωστίαν· οὐδὲ ἡ τῶν
πολλῶν ὑπόληψις͵ ἵνα ὑπίδῃς δόξαν πονηράν· οὐδὲ τὸ ζῆν
ἁπλῶς καὶ εἰκῇ͵ ἵνα φοβερός σοι γένηται ὁ θάνατος· οὐδὲ
ἐλευθερία͵ ἵνα δουλείαν φύγῃς· ἀλλ΄ ἡ τῶν ἀληθῶν δογμάτων
ἀκρίβεια καὶ ἡ κατὰ τὸν βίον ὀρθότης. Ταῦτα οὐδὲ αὐτὸς
ὁ διάβολος ἀποσυλῆσαι δυνήσεται͵ ἐὰν ὁ κεκτημένος αὐτὰ
μετὰ τῆς προσηκούσης ἀκριβείας διαφυλάττῃ.

Αγίου Ιωάννου του Χρυσοστόμου

Σάββατο 10 Ιανουαρίου 2015

Αγ. Κυρίλλου Αλεξανδρεὶας


«Δίκαιοι γὰρ ἡμεῖς οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ͵ ἃ ἐποιήσαμεν ἡμεῖς͵ ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος»͵ καθὰ γέγραπται. Προσεμπεδοῖ δὲ τὸν λόγον καὶ ὁ σοφώτατος Παῦλος ἐπιστέλλων ὡδί· Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται͵ μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. Δικαιοσύνη δὲ Θεοῦ͵ διὰ πίστεως Ἰησοῦ Χριστοῦ͵ εἰς πάντας τοὺς πιστεύοντας. Οὐ γάρ ἐστι διαστολή. Πάντες γὰρ ἥμαρτον͵ καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ͵ δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι͵ διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ. Ἵνα τοίνυν ἐλευθέρους ἡμᾶς ἀποφήνῃ͵ καὶ ποινῆς καὶ δίκης͵ καὶ τῆς ἐκείνου καταβοῆς͵ γέγονε καθ΄ ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν ἄνθρωπος ἀληθῶς͵ ἐκ Θεοῦ Πατρὸς Λόγος͵ μεμενηκὼς ὅπερ ἦν͵ ὁ ἐλεύθερος ἐν δούλοις͵ ὑπὸ νόμον ὁ νομοθέτης͵ μεθ΄ ἡμῶν εἰς γένεσιν σαρκικὴν καὶ τὴν ἐν χρόνῳ τετελεσμένην ὁ τῶν αἰώνων ποιητής. 

Παρασκευή 9 Ιανουαρίου 2015

Αγίου Θεοδώρου του Στουδίτου


Κασσίᾳ κανδιδατίσσῃ


Ἅπερ ἀπέστειλάς μοι διὰ Κύριον ἐδεξάμην· καὶ τίς εἰμι ἐγὼ ὁ
ταπεινὸς μνημονευθεὶς παρὰ τῆς εὐλαβείας σου; ὅμως ὅτι ἀγαθῆς
ῥίζης οὖσα βλάστημα οἶδας ἀγαθοποιεῖν. ἀκούω δὲ εὖ ποιεῖν σε καὶ
τῷ πνευματικῷ ἡμῶν τέκνῳ Δωροθέῳ͵ ὄντι πεφυλακισμένῳ ὑπὲρ
Χριστοῦ ἔγγιστά σου. οἶδας τί ποιεῖς· συμμερίζῃ γὰρ ἐν τούτῳ τὸν
τῆς ἀθλήσεως αὐτοῦ ἀγῶνα· δόκησον δὲ ἡμᾶς αὐτοὺς τοὺς ἁμαρτω-
λοὺς διατρέφειν ἐν τῷ υἱῷ ἡμῶν. τί οὖν ἀνταπόδομά σοι παρ΄ ἡμῶν
ἢ προσευχὴ καὶ ὁ λόγος ὁ παραινετικός; καλὸν προείλου βίον διὰ
θεόν͵ ὡς πυνθάνομαι͵ παιδιόθεν. νύμφη Χριστοῦ γέγονας͵ μηκέτι
ζήτει ἄλλον μήτε φίλει· τίς γὰρ αὐτοῦ ὡραιότερος; οὗ τὸ κάλλος
ἐναστράψειέν σου ἔτι ἐν τῇ καρδίᾳ εἰς τὸ σβέσαι σε πάντα πόθον
ῥέοντα καὶ φθειρόμενον. φεύγουσα φεῦγε τὰς ὄψεις τῶν ἀρρένων͵ εἰ
θέμις καὶ σωφρόνων͵ μή που πληγῇς ἢ πλήξῃς· ἐκδέχεταί σε ὁ
νυμφὼν ὁ ἐπουράνιος· ἐκεῖ ὄψει ὃν ἡρμόσω͵ μεθ΄ οὗ χαρήσῃ αἰωνίως.
Μικρὸς ὁ λόγος͵ ἀλλὰ ἀρκῶν εἰς ὑπόμνησιν τῇ τιμιότητί σου.
σωθείης͵ κόρη Χριστοῦ.

Πέμπτη 8 Ιανουαρίου 2015

Περί λύπης

Πέμπτος ἡμῖν ἐστιν ἀγὼν κατὰ τοῦ πνεύματος τῆς λύπης͵ τοῦ ἐπισκοτοῦντος τῇ ψυχῇ ἀπὸ πάσης πνευματικῆς θεωρίας͵ καὶ κωλύοντος αὐτὴν ἀπὸ πάσης ἀγαθῆς ἐργασίας. Ὅταν γὰρ τὸ πονηρὸν τοῦτο πνεῦμα περιδράξηται τῆς ψυχῆς͵ καὶ ὅλην αὐτὴν σκοτώσῃ͵ οὐκ εὐχὰς ἐκτελεῖν μετὰ προθυμίας συγχωρεῖ͵ οὐ τῶν ἱερῶν ἀναγνωσμάτων τῇ ὠφελείᾳ ἐγκαρτερεῖν͵ πρᾶον καὶ εὐκατάμικτον πρὸς τοὺς ἀδελφοὺς εἶναι οὐ συγχωρεῖ͵ καὶ πρὸς πάντα τῶν ἔργων τὰ ἐπιτηδεύματα͵ καὶ πρὸς αὐτὴν τοῦ βίου τὴν ἐπαγγελίαν μῖσος ἐμποιεῖ. Καὶ πάντα ἁπλῶς τὰ σωτηριώδη βουλεύματα τῆς ψυχῆς ἡ λύπη συγχέασα καὶ τὴν εὐτονίαν αὐτῆς͵ καὶ καρτερίαν παραλύσασα͵ ὡς ἄφρονα αὐτὴν͵ καὶ παραπλῆγα ἀπεργάζεται͵ τῷ τῆς ἀπογνώσεως λοιπὸν ἐνδήσασα λογισμῷ. Διὰ τοῦτο εἶς σκοπὸς ἡμῖν ἔστω ἀγωνίσασθαι τὸν πνευματικὸν ἀγῶνα͵ καὶ νικῆσαι σὺν Θεῷ τὰ πνεύματα τῆς πονηρίας͵ καὶ πάσῃ φυλακῇ τηρῆσαι τὴν ἑαυτῶν καρδίαν ἀπὸ τοῦ πνεύματος τῆς λύπης. Ὥσπερ γὰρ σὴς ἱμάτιον͵ καὶ σκώληξ ξύλον͵ οὕτως ἡ λύπη τὴν τοῦ ἀνθρώπου ψυχὴν κατεσθίει͵ ἐκκλίνειν πείθουσα πᾶσαν ἀγαθὴν συντυχίαν͵ καὶ οὐδὲ παρὰ τῶν γνησίων φίλων λόγον συμβουλίας δέχεσθαι συγχωροῦσα͵ οὐδὲ χρηστὴν ἀπόκρισιν ἢ εἰρηνικὴν ἐπιτρέπουσα τούτοις μεταδοῦναι· ἀλλὰ πᾶσαν τὴν ψυχὴν θλίβουσα͵ πικρίας αὐτὴν καὶ ἀκηδίας πληροῖ· καὶ λοιπὸν ὑποβάλλει αὐτὴν φεύγειν τοὺς ἀνθρώπους͵ ὡς αἰτίους αὐτῇ τῆς ταραχῆς γενομένους· καὶ οὐ συγχωρεῖ αὐτὴν ἐπιγνῶναι͵ ὅτι οὐκ ἔξωθεν͵ ἀλλ΄ ἔνδοθεν ἔχει τὴν νόσον ἀποκειμένην͵ ἥτις τότε φανεροῦται͵ ὅταν οἱ πειρασμοὶ ἐπιστάντες διὰ τῆς γυμνασίας εἰς τὸ ἐμφανὲς αὐτὴν προενέγκωσιν. Οὐδέποτε γὰρ ὑπὸ ἄλλου βλαβήσεται ἄνθρωπος͵ εἰ μὴ ἔνδοθεν ἀποκειμένην ἔχει τὴν νόσον͵ ἤτοι τὰς τῶν παθῶν αἰτίας͵ καὶ τούτου χάριν ὁ πάντων δημιουργὸς καὶ ἰατρὸς τῶν ψυχῶν Θεὸς͵ καὶ μόνος ἐπιστάμενος τὰ τραύματα τῆς ψυχῆς ἀκριβῶς͵ οὐ τὰς τῶν ἀνθρώπων διατριβὰς παραγγέλλει καταλιμπάνειν͵ ἀλλὰ τὰς ἐν ἡμῖν τῆς κακίας ἐκκόπτειν αἰτίας͵ γινώσκων τὴν αἰτίαν τῆς ψυχῆς ὑγείας οὐκ ἐν τῷ χωρισμῷ τῶν ἀνθρώπων κατορθοῦσθαι͵ ἀλλ΄ ἐν τῇ τῶν ἀνθρώπων συνδιαγωγῇ καὶ γυμνασίᾳ. Ὅταν τοίνυν διά τινας εὐλόγους δῆθεν προφάσεις τοὺς ἀδελφοὺς καταλιμπάνωμεν͵ οὐ τὰς τῆς λύπης ἀφορμὰς ἐξεκόψαμεν͵ ἀλλὰ μόνον ἐνηλλάξαμεν αὐτὰς τῆς ἐναποκειμένης ἔνδον νόσου [...] Διὰ τοῦτο κατὰ τῶν ἔνδοθεν παθῶν ἅπας ἡμῖν ἔστω ὁ πόλεμος. Τούτων γὰρ διὰ τῆς τοῦ Θεοῦ συνεργίας ἐκβληθέντων͵ οὐ λέγω μετὰ ἀνθρώπων͵ ἀλλὰ καὶ μετὰ θηρίων εὐκόλως συνδιατρίψομεν͵ κατὰ τὸ ὑπὸ τοῦ μακαρίου Ἰὼβ εἰρημένον· Θῆρες ἄγριοι εἰρηνεύσουσί σοι. Προηγουμένως τοίνυν ἀγωνιστέον κατὰ τοῦ πνεύματος τῆς λύπης͵ τοῦ βάλλοντος τὴν ψυχὴν εἰς ἀπόγνωσιν͵ ὅπως ἀπελάσωμεν τοῦτο τῆς ἡμετέρας καρδίας.


Μέγας Αθανάσιος

Τετάρτη 7 Ιανουαρίου 2015

Αστερίου Αμασείας

Χριστιανοῖς πρέπει πολιτείας ἀκρίβεια καὶ φιλοσοφίας σεμνότης͵ οἷς πάρεστι καθαρὸς καὶ ἀληθὴς τῆς εὐσεβείας ὁ λόγος. Οἱ δὲ τούτου χωρὶς τὴν ἠθικὴν ἐκπονοῦντες ἄσκησιν ὅμοιά μοι δοκοῦντες ἐργάζεσθαι τῶν ἄνευ θεμελίου οἰκίαν κατασκευαζόντων ἢ ναῦν πηγνυμένων μὴ καταβληθείσης τῆς τρόπεως. Τοιοῦτοι δὲ Ἑβραῖοι δυσμαθεῖς.


Τρίτη 6 Ιανουαρίου 2015

Δευτέρα 5 Ιανουαρίου 2015

Ικεσία λγ'

Ἐλέησόν με͵ ὁ Θεὸς͵ κατὰ τὸ μέγα ἔλεός σου͵ ὅτι ἐπὶ σοὶ
πέποιθεν ἡ ψυχή μου· ἐλέησόν με͵ Κύριε͵ ὅτι
ἀσθενής εἰμι͵ῃ ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων.
Ὡς ἐπὶ τοῦ φοβεροῦ σου παριστάμενος βήματος͵
ὡς τῶν ἀχράντων σου ποδῶν ἐφαπτόμενος͵ οὕτω
παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ μετὰ συντετριμ-
μένης καρδίας καὶ τεταπεινωμένης· Ἱλάσθητί
μοι τῷ ἁμαρτωλῷ͵ῃ συγχώρησόν μοι τῷ ἀχρείῳ
καὶ ταπεινῷ͵ ἔπιδε ἐξ ἁγίου κατοικητηρίου σου
ἐπὶ τὴν ἐμὴν ἀθλιότητα͵ ἐπίβλεψον ἐξ ἁγίων σου
ὑψωμάτων ἐπὶ τὴν προσευχὴν τοῦ ταπεινοῦ δούλου
σου͵ καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου· ἄνες μοι͵
ἵνα ἀναψύξω͵ πρὸ τοῦ με ἀπελθεῖν͵ ὅθεν οὐκ ἔτι
λοιπὸν ἐπιστρέψω. Ὡς ἄνθρωπος ἥμαρτον͵ ὡς Θεὸς
συγχώρησον· σὺ γὰρ οἶδας͵ Δέσποτα͵ τὸ εὐόλισθον
τῆς ἀνθρωπίνης φύσεως͵ καὶ ὅτι ἔγκειται ἡ διάνοια
τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος.
Μνήσθητι ὅτι χοῦς ἐσμεν· μνήσθητι ὅτι σὺ μόνος
καθαρὸς καὶ ἄχραντος καὶ ἀμίαντος͵ πάντες δὲ ἡμεῖς
ἐν ἐπιτιμίοις· μνήσθητι τῶν ἀπ΄ αἰῶνος οἰκτιρμῶν
σου καὶ τοῦ ἐλέους σου͵ καὶ μὴ συγκαταδικάσῃς με
ταῖς ἀνομίαις μου͵ μηδὲ κατὰ τὰς ἁμαρτίας μου
ἀνταποδῷς μοι. Οἶδας τὸ πλῆθος τῶν ἀνομιῶν μου͵
ὅτι πολὺ καὶ ἀριθμῷ μὴ ὑποκείμενον· ἀλλ΄ οἶδα καὶ
τὸ πέλαγος τῆς φιλανθρωπίας σου͵ ὅτι ἀνείκαστον καὶ
ἀνίκητον. Σὺ γὰρ εἶ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κό-
σμου͵ ὁ ἀπὸ τοῦ οὐρανοῦ καταβὰς ἐπὶ τῆς γῆς͵ τοῦ
ζητῆσαι τὸ πλανηθὲν πρόβατον καὶ ἀπολωλός· ὁ ποι-
μὴν ὁ καλὸς͵ ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβά-
των͵ καὶ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι͵
ὧν πρῶτός εἰμι ἐγώ. Ἐλέησον͵ ἐλέησον τὸ ποίημα
τῶν χειρῶν σου· μὴ βδελύξῃ με τὸν ἀνάξιον͵ ἀλλ΄
οἰκτείρησον τὸ ποίημά σου͵ ὁ δι΄ ἐμὲ σταυρὸν ὑπομεί-
νας͵ καὶ τὰ τῶν μωλώπων καταδεξάμενος στίγματα͵
ἀλλ΄ ἰασάμενος͵ ἐξάλειψον πάντα φαρμάκῳ συμπα-
θείας͵ καὶ σπόγγῳ φιλανθρωπίας σου· Πάντα γὰρ
δύνασαι͵ ἀδυνατεῖ δέ σοι οὐδέν.ῃ Κατάνυξόν μου
τὴν πεπωρωμένην καρδίαν͵ ἐλάφρυνον τὸ βάρος τοῦ
συνειδότος͵ δέξαι μου τὰ δάκρυα καὶ τὸν στεναγμὸν͵
ὡς τῆς πόρνης͵ ὡς τοῦ κορυφαίου τῶν ἀποστόλων
Πέτρου· δέξαι μου τὴν μικρὰν ταύτην ἐξομολόγησιν
καὶ μετάνοιαν͵ ὁ προσδεξάμενος τοῦ λῃστοῦ τὴν εὐ-
γνωμοσύνην ἐν τῷ σταυρῷ· δέξαι μου τὸν ἀπὸ τῶν
χειλέων καρπὸν͵ ὡς θυσίαν ζῶσαν͵ εὐάρεστον͵ εἰς
ὀσμὴν εὐωδίας.

Αγ. Ιωάννου του Χρυσοστόμου

Κυριακή 4 Ιανουαρίου 2015

Περί ταπεινώσεως


Ἔλεγον οἱ γέροντες· Ὅταν μὴ πολεμώμεθα͵ τότε μᾶλλον ταπεινοῦσθαι χρή. Ὁ γὰρ Θεὸς͵ εἰδὼς ἡμῶν τὴν ἀσθένειαν͵ σκεπάζει ἡμᾶς͵ καὶ ἐὰν καυχησώμεθα͵ ἀφαιρεῖται ἀφ΄ ἡμῶν τὴν σκέπην αὐτοῦ καὶ ἀπολλύμεθα.

Σάββατο 3 Ιανουαρίου 2015

Βάλε σειρά


Εἶπεν γέρων· Σιωπὴν ἄσκει͵ μηδενός φρόντιζε͵ πρόσεχε τῇ μελέτῃ σου͵ κοιταζόμενος καὶ ἀνιστάμενος μετὰ φόβου θεοῦ͵ καὶ ἀσεβῶν ὁρμὰς οὐ φοβηθήσῃ.

Παρασκευή 2 Ιανουαρίου 2015

Περί χρόνου


Εἶπεν γέρων· χρυσίον ἐάν τις ἀπολέσῃ ἢ ἀργύριον͵ δύναται ἀντ΄ αὐτοῦ εὑρεῖν͵ καιρὸν δὲ ὁ ἀπόλλων͵ ἄλλον εὑρεῖν οὐ δύναται.

Πέμπτη 1 Ιανουαρίου 2015

πιστεύω ὡς ὁ λῃστὴς


Εἶπέ τις τῷ ἀββᾷ Ἰωάννῃ τῷ Πέρσῃ͵ ὅτι Τοσοῦτον κόπον ἐποιήσαμεν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· ἆρα κληρονομῆσαι αὐτὴν ἔχομεν; Καὶ εἶπεν ὁ γέρων· Ἐγὼ πιστεύω κληρονομῆσαι τὴν ἄνω Ἱερουσαλὴμ τὴν ἀπογεγραμμένην ἐν τοῖς οὐρανοῖς. Πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος. Διατί δὲ ἀπιστήσω; Φιλόξενος ὡς ὁ Ἀβραὰμ γέγονα͵ πραῢς ὡς ὁ Μωϋσῆς͵ ἅγιος ὡς ὁ Ἀαρὼν͵ ὑπομονητικὸς ὡς ὁ Ἰὼβ͵ ταπεινόφρων ὡς ὁ Δαβὶδ͵ ἐρημίτης ὡς ὁ Ἰωάννης, πενθικὸς ὡς ὁ Ἱερεμίας͵ διδάσκαλος ὡς ὁ Παῦλος, πιστὸς ὡς ὁ Πέτρος͵ σοφὸς ὡς ὁ Σολωμών. Καὶ πιστεύω ὡς ὁ λῃστὴς͵ ὅτι ὁ ταῦτά μοι χαρισάμενος δι΄ οἰκείαν ἀγαθότητα͵ καὶ τὴν βασιλείαν παράσχῃ.