Πέμπτη 26 Φεβρουαρίου 2015

Εἰς τούς ψαλμούς



Ψαλμὸς γαλήνη ψυχῶν͵ βραβευτὴς εἰρήνης͵ τὸ θορυβοῦν καὶ κυμαῖνον τῶν λογισμῶν καταστέλλων. Μαλάσσει μὲν γὰρ τῆς ψυχῆς τὸ θυμούμενον͵ τὸ δὲ ἀκόλαστον σωφρονίζει. Ψαλμὸς φιλίας συναγωγὸς͵ ἕνωσις διεστώτων͵ ἐχθραινόντων διαλλακτήριον. Τίς γὰρ ἔτι ἐχθρὸν ἡγεῖσθαι δύναται μεθ΄ οὗ μίαν ἀφῆκε πρὸς Θεὸν τὴν φωνήν; Ὥστε καὶ τὸ μέγιστον τῶν ἀγαθῶν τὴν ἀγάπην ἡ ψαλμῳδία παρέχεται͵ οἱονεὶ σύνδεσμόν τινα πρὸς τὴν ἕνωσιν τὴν συνῳδίαν ἐπινοήσασα͵ καὶ εἰς ἑνὸς χοροῦ συμφωνίαν τὸν λαὸν συναρμόζουσα. Ψαλμὸς δαιμόνων φυγαδευτήριον͵ τῆς τῶν ἀγγέλων βοηθείας ἐπαγωγή· ὅπλον ἐν φόβοις νυκτερινοῖς͵ ἀνάπαυσις κόπων ἡμερινῶν· νηπίοις ἀσφάλεια͵ ἀκμάζουσιν ἐγκαλλώπισμα͵ πρεσβυτέροις παρηγορία͵ γυναιξὶ κόσμος ἁρμοδιώτατος. Τὰς ἐρημίας οἰκίζει͵ τὰς ἀγορὰς σωφρονίζει· εἰσαγομένοις στοιχείωσις͵ προκοπτόντων αὔξησις͵ τελειουμένων στήριγμα͵ Ἐκκλησίας φωνή. Οὗτος τὰς ἑορτὰς φαιδρύνει͵ οὗτος τὴν κατὰ Θεὸν λύπην δημιουργεῖ. Ψαλμὸς γὰρ καὶ ἐκ λιθίνης καρδίας δάκρυον ἐκκαλεῖται· ψαλμὸς τὸ τῶν ἀγγέλων ἔργον͵ τὸ οὐράνιον πολίτευμα͵ τὸ πνευματικὸν θυμίαμα. Ὢ τῆς σοφῆς ἐπινοίας τοῦ διδασκάλου͵ ὁμοῦ τε ᾄδειν ἡμᾶς καὶ τὰ λυσιτελῆ μανθάνειν μηχανωμένου! 

Μέγας Βασίλειος