Ὅταν
ἐπανέλθωμεν εἰς τὴν σφοδρὰν ἀγάπην
τοῦ
Θεοῦ,
οὐ μέμνηται τῶν προτέρων. Οὐκ ἔστιν
ὡς ἄνθρω-
πος
ὁ Θεός· οὐ γὰρ ὀνειδίζει τὰ παρελθόντα,
οὐδὲ
λέγει,
Διατί τοσοῦτον ἀπελείφθης χρόνον, ἂν
μετανοή-
σωμεν·
ἀλλ' ἀγαπᾷ, ὅταν προσέλθωμεν· μόνον
ὡς χρὴ
προσέλθωμεν.
Κολληθῶμεν αὐτῷ σφοδρῶς, καὶ προσ-
ηλώσωμεν
τῷ φόβῳ αὐτοῦ τὰς καρδίας ἡμῶν.
Τοιαῦτα
γέγονεν
οὐκ ἐν τῇ Καινῇ μόνον πράγματα, ἀλλὰ
καὶ ἐν
τῇ
Παλαιᾷ. Τί γὰρ τοῦ Μανασσῆ χεῖρον;
Ἀλλ' ἠδυνήθη
τὸν
Θεὸν ἐξιλεώσασθαι. Τί τοῦ Σολομῶνος
μακαριώτε-
ρον;
ἀλλ' ἀπονυστάξας ἔπεσε. Μᾶλλον δὲ καὶ
ἀμφότερα
ἐν
ἑνὶ ἔχω δεῖξαι γενόμενα, ἐν τῷ πατρὶ
τῷ τούτου·
καὶ
γὰρ καὶ καλὸς καὶ κακός ποτε γέγονεν
ὁ αὐτός. Τί
τοῦ
Ἰούδα μακαριώτερον; ἀλλ' ἐγένετο
προδότης. Τί
τοῦ
Ματθαίου ἀθλιώτερον; ἀλλ' ἐγένετο
εὐαγγελιστής.
Τί
τοῦ Παύλου χεῖρον, ἀλλ' ἐγένετο
ἀπόστολος. Τί τοῦ
Σίμωνος
ζηλωτότερον; ἀλλ' ἐγένετο καὶ αὐτὸς
ἁπάντων
ἀθλιώτερος.
Πόσας τοιαύτας ἑτέρας βούλει ἰδεῖν
μετα-
βολὰς,
καὶ πάλαι γεγενημένας, καὶ νῦν γινομένας
καθ'
ἑκάστην
ἡμέραν; Διὰ δὴ τοῦτο λέγω, μήτε ὁ ἐπὶ
τῆς
σκηνῆς
ἀπογινωσκέτω, μήτε ὁ ἐν τῇ Ἐκκλησίᾳ
θαῤῥείτω.
Πρὸς μὲν γὰρ τοῦτόν φησιν, Ὁ δοκῶν
ἑστά-
ναι,
βλεπέτω μὴ πέσῃ· πρὸς δὲ ἐκεῖνον,
Μὴ ὁ πίπτων
οὐκ
ἀνίσταται; καὶ, Τὰς παρειμένας
χεῖρας καὶ τὰ
παραλελυμένα
γόνατα ἀνορθώσατε.