Εμφάνιση αναρτήσεων με ετικέτα Άγιος Γρηγόριος ο Θεολόγος. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Άγιος Γρηγόριος ο Θεολόγος. Εμφάνιση όλων των αναρτήσεων

Τρίτη 10 Φεβρουαρίου 2015

ἔλλαμψις


Βούλει θεολόγος γενέσθαι ποτὲ͵ καὶ τῆς θεότητος ἄξιος; τὰς ἐντολὰς φύλασσε· διὰ τῶν προσταγμάτων ὅδευσον· πρᾶξις γὰρ ἐπίβασις θεωρίας· ἐκ τοῦ σώματος τῇ ψυχῇ φιλοπόνησον. Ἆρά τίς ἐστιν ἀνθρώπων͵ ὃς ἀρθῆναι τοσοῦτον δύναται͵ ὥστε εἰς τὸ Παύλου μέτρον ἐλθεῖν; Ἀλλ΄ ὅμως φησὶ βλέπειν δι΄ ἐσόπτρου καὶ αἰνίγματος͵ καὶ εἶναι καιρὸν͵ ὅτε ὄψεται πρόσωπον πρὸς πρόσωπον. Ἄλλου μὲν εἶ φιλοσοφώτερος ἐν λόγοις; Θεοῦ δὲ πάντως κατώτερος. Ἄλλου μὲν τυχὸν συνετώτερος; τὸ δὲ ἀληθείας τοσοῦτον λείπῃ͵ ὅσον τὸ εἶναί σου δεύτερον τοῦ εἶναι Θεοῦ. Ἔχομεν ἐπαγγελίαν γνώσεσθαί ποτε͵ ὅσον ἐγνώσμεθα. Εἰ μὴ δυνατὸν ἐνταῦθα ἔχειν τελείαν τὴν τῶν ὄντων γνῶσιν͵ τί μοι τὸ λειπόμενον; Τί τὸ ἐλπιζόμενον; Βασιλείαν οὐρανῶν͵ πάντως ἐρεῖς. Ἡγοῦμαι δὲ μὴ ἄλλο τι τοῦτο εἶναι͵ ἢ τὸ τυχεῖν τοῦ καθαρωτάτου τε καὶ τελεωτάτου· τελεώτατον δὲ τῶν ὄντων͵ γνῶσις Θεοῦ. Ἀλλὰ τὸ μὲν κατάσχωμεν͵ τὸ δὲ καταλάβωμεν͵ ἕως ἐσμὲν ὑπὲρ γῆς· τὸ δὲ ἐκεῖθεν ταμιευσώμεθα͵ ἵνα ταύτην σχῶμεν τῆς φιλοπονίας τὴν ἐπικαρπίαν͵ ὅλην τῆς ἁγίας Τριάδος τὴν ἔλλαμψιν͵ ἥτις ἐστὶ͵ καὶ οἵα͵ καὶ ὅση͵ εἰ θέμις τοῦτο εἰπεῖν͵ ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν͵ ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Αγ. Γρηγορίου του Θεολόγου

Παρασκευή 30 Ιανουαρίου 2015

Τῶν Τριῶν Ἱεραρχῶν

Ἀπολυτίκιον
Ἦχος α'.

Τούς τρεῖς μεγίστους φωστῆρας τῆς Τρισηλίου θεότητος,
τούς τήν οἰκουμένην ἀκτῖσι δογμάτων θείων πυρσεύσαντας, 
τούς μελιῤῥύτους ποταμούς τῆς σοφίας, 
τούς τήν κτίσιν πᾶσαν θεογνωσίας νάμασι καταρδεύσαντας, 
Βασίλειον τόν μέγαν, καί τόν Θεολόγον Γρηγόριον, 
σύν τῷ κλεινῷ Ἰωάννη, τῷ τήν γλῶτταν χρυσοῤῥήμονι, 
πάντες οἱ τῶν λόγων αὐτῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν· 
αὐτοί γάρ τῇ Τριάδι, ὑπέρ ὑμῶν ἀεί πρεσβεύουσιν.

Κυριακή 25 Ιανουαρίου 2015

Γρηγορίῳ τῷ Θεολόγῳ

Ο ποιμενικός αυλός της θεολογίας σου,
τας των ρητόρων ενίκησε σάλπιγγας·
ως γαρ τα βάθη του Πνεύματος εκζητήσαντι, 
και τα κάλλη του φθέγματος προσετέθη σοι. 
Αλλά πρέσβευε Χριστώ τω Θεώ, Πάτερ Γρηγόριε, 
σωθήναι τας ψυχάς ημών.

Κυριακή 18 Ιανουαρίου 2015

Ἀθανάσιον ἐπαινῶν͵ ἀρετὴν ἐπαινέσομαι.




Ἀθανάσιον ἐπαινῶν͵ ἀρετὴν ἐπαινέσομαι. Ταυτὸν γὰρ͵ ἐκεῖνόν τε εἰπεῖν͵ καὶ ἀρετὴν ἐπαινέσαι͵ ὅτι πᾶσαν ἐν ἑαυτῷ συλλαβὼν εἶχε τὴν ἀρετὴν͵ ἢ͵ τό γε ἀληθέστερον εἰπεῖν͵ ἔχει. Θεῷ γὰρ ζῶσι πάντες οἱ κατὰ Θεὸν ζήσαντες͵ κἂν ἐνθένδε ἀπαλλαγῶσι. Καθ΄ ὃ καὶ Ἀβραὰμ͵ καὶ Ἰσαὰκ͵ καὶ Ἰακὼβ ἀκούει Θεὸς͵ ὁ Θεὸς͵ ὡς οὐ νεκρῶν Θεὸς͵ ἀλλὰ ζώντων. Ἀρετὴν δὲ ἐπαινῶν͵ Θεὸν ἐπαινέσομαι͵ παρ΄ οὗ τοῖς ἀνθρώποις ἡ ἀρετὴ͵ καὶ τὸ πρὸς αὐτὸν ἀνάγεσθαι͵ ἢ ἐπανάγεσθαι διὰ τῆς συγγενοῦς ἐλλάμψεως. Πολλῶν γὰρ ὄντων ἡμῖν καὶ μεγάλων͵ οὐ μὲν οὖν εἴποι τις ἂν ἡλίκων καὶ ὅσων͵ ὧν ἐκ Θεοῦ ἔχομέν τε καὶ ἕξομεν· τοῦτο μέγιστον καὶ φιλανθρωπότατον͵ ἡ πρὸς αὐτὸν νεῦσίς τε καὶ οἰκείωσις. Ὅπερ γάρ ἐστι τοῖς αἰσθητοῖς ἥλιος͵ τοῦτο τοῖς νοητοῖς Θεός. Ὁ μὲν γὰρ τὸν ὁρώμενον φωτίζει κόσμον͵ ὁ δὲ τὸν ἀόρατον· καὶ ὁ μὲν τὰς σωματικὰς ὄψεις ἡλιοειδεῖς͵ ὁ δὲ τὰς νοερὰς φύσεις θεοειδεῖς ἀπεργάζεται. Καὶ ὥσπερ οὗτος τοῖς τε ὁρῶσι καὶ τοῖς ὁρωμένοις͵ τοῖς μὲν τὴν τοῦ ὁρᾷν͵ τοῖς δὲ τὴν τοῦ ὁρᾶσθαι παρέχων δύναμιν͵ αὐτὸς τῶν ὁρωμένων ἐστὶ τὸ κάλλιστον· οὕτω Θεὸς τοῖς νοοῦσι καὶ τοῖς νοουμένοις͵ τοῖς μὲν τὸ νοεῖν͵ τοῖς δὲ τὸ νοεῖσθαι δημιουργῶν͵ αὐτὸς τῶν νοουμένων ἐστὶ τὸ ἀκρότατον͵ εἰς ὃν πᾶσα ἔφεσις ἵσταται͵ καὶ ὑπὲρ ὃν οὐδαμοῦ φέρεται. Οὐδὲ γὰρ ἔχει τι ὑψηλότερον͵ ἢ ὅλως ἕξει͵ οὐδὲ ὁ φιλοσοφώτατος νοῦς καὶ διαβατικώτατος͵ ἢ πολυπραγμονέστατος.
Αγ. Γρηγορίου του Θεολόγου

Σάββατο 14 Δεκεμβρίου 2013

Αγ. Γρηγορίου του Θεολόγου

Περὶ ζωῆς ἀνθρωπίνης.

Ὁ χοῦς͵ ὁ πηλὸς͵ ἡ παλίστροφος κόνις.
Τῇ γῇ γὰρ ἡ γῆ συμβιβάζεται πάλιν͵
Καὶ σπαργανοῦται τῷ γεώδει σπαργάνῳ͵
Καὶ χοῦς πάλιν πρόεισιν ὥσπερ ἡ κόνις͵
῝Ην ἡ βιαία συστροφὴ τῶν πνευμάτων
Πρὸς ὕψος ἐξαίρουσα συστέλλει κάτω.
Οὕτω γὰρ ἡμῶν τὸν πολύστροφον βίον
Αἱ τῶν πονηρῶν πνευμάτων καταιγίδες
Πρὸς ὕψος ἐξαίρουσι καὶ δόξαν νόθον·
Αὖθις δὲ χοῦς κάτεισι καὶ μένει κάτω͵
Ἕως ὁ τοῦ κτίσαντος ἁρμόσῃ λόγος
Τῶν συνδεθέντων τὴν ἀναγκαίαν λύσιν.
Νῦν δὲ προκύψας͵ ὥσπερ ἔκ τινος βάθους͵
Ὁ χοῦς ὁ θείᾳ πνευματωθεὶς εἰκόνι͵
Καὶ τὰς γεώδεις ἐκβοᾷ τραγῳδίας͵
Καὶ τὸν γελᾷν δοκοῦντα δακρύει βίον. 



Περὶ τῆς αὐτῆς.

Τροχός τίς ἐστιν ἀστάτως πεπηγμένος͵
Ὁ μικρὸς οὗτος καὶ πολύτροπος βίος.
Ἄνω κινεῖται͵ καὶ περισπᾶται κάτω·
Οὐχ ἵσταται γὰρ͵ κἂν δοκῇ πεπηγέναι.
Φεύγων κρατεῖται͵ καὶ μένων ἀποτρέχει.
Σκιρτᾷ δὲ πολλὰ͵ καὶ τὸ φεύγειν οὐκ ἔχει.
Ἕλκει͵ καθέλκει τῇ κινήσει τὴν στάσιν.
Ὡς οὐδὲν εἶναι τὸν βίον διαγράφων͵
῍Η καπνὸν͵ ἢ ὄνειρον͵ ἢ ἄνθος χλόης.
     
     

Κυριακή 24 Νοεμβρίου 2013

Αγ. Γρηγορίου του Θεολόγου


Ἡμάρτομεν͵ ἠνομήσαμεν͵ ἠσεβήσαμεν͵ ὅτι ἐπελαθόμεθα τῶν ἐντολῶν σου͵ καὶ ὀπίσω τῆς διανοίας ἡμῶν τῆς πονηρᾶς ἐπορεύθημεν· ὅτι ἀναξίως τῆς κλήσεως καὶ τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ σου πεπολιτεύμεθα͵ καὶ τῶν ἁγίων αὐτοῦ παθημάτων͵ καὶ τῆς ὑπὲρ ἡμῶν κενώσεως· ὅτι ἐγενήθημεν ὄνει δος τῷ ἀγαπητῷ σου. Ἱερεὺς καὶ λαὸς ἐξέστημεν ἐπὶ τὸ αὐτό· πάντες ἐξεκλίναμεν͵ ἅμα ἠχρειώθημεν. Οὐκ ἔστι ποιῶν κρῖμα καὶ δικαιοσύνην͵ οὐκ ἔστιν ἕως ἑνός. Ἀπεκλείσαμεν τοὺς οἰκτιρμούς σου͵ καὶ τὴν φιλανθρωπίαν σου͵ καὶ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν͵ διὰ τὴν κακίαν ἡμῶν͵ καὶ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων ἡμῶν͵ μεθ΄ ἧς ἀνεστράφημεν. Σὺ χρηστὸς͵ ἀλλ΄ ἡμεῖς ἠνομήσαμεν· σὺ μακρόθυμος͵ ἀλλ΄ ἡμεῖς πληγῶν ἄξιοι. Γινώσκομέν σου τὴν ἀγαθό τητα͵ καίπερ ἀσυνετοῦντες· ὀλίγα ὧν ἡμάρτομεν μεμαστιγώμεθα. Σὺ φοβερὸς͵ καὶ τίς ἀντιστήσε ταί σοι; τρόμος λήψεται ἀπὸ σοῦ ὄρη͵ καὶ μεγέθει βραχίονός σου τίς ἀντερίσει; Ἐὰν κλείσῃς τὸν οὐρανὸν͵ τίς ἀνοίξει; καὶ ἐὰν λύσῃς τοὺς καταῤῥάκτας σου͵ τίς συνέξει; Κοῦφον ἐν ὀφθαλμοῖς σου πτωχίσαι καὶ πλουτίσαι͵ ζωῶσαι καὶ θανατῶσαι͵ πατάξαι καὶ ἰάσασθαι· καὶ τὸ θελῆσαί σου͵ πρᾶξίς ἐστι συντετελεσμένη. Σὺ ὠργίσθης͵ καὶ ἡμεῖς ἡμάρτομεν͵ λέγει τις τῶν πάλαι ἀνθομολογούμενος. Ἐμοὶ δὲ καὶ τὸ ἐναντίον καιρὸς εἰπεῖν· Ἡμεῖς ἡμάρτομεν͵ καὶ σὺ ὠργίσθης· διὰ τοῦτο ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν. Ἀπέστρεψας τὸ πρόσωπόν σου͵ καὶ ἀτιμίας ἐπλήσθημεν. Ἀλλὰ κόπασον͵ Κύριε· ἄνες͵ Κύριε· ἱλάσθητι͵ Κύριε· μὴ παραδῷς ἡμᾶς εἰς Κύριε͵ καὶ ῥάβδος κληρονομίας σου. Διὰ τοῦτο παίδευσον ἡμᾶς͵ πλὴν ἐν χρηστότητι͵ καὶ μὴ ἐν τῷ θυμῷ σου· ἵνα μὴ ὀλιγοστοὺς ἡμᾶς ποιήσῃς͵ καὶ παρὰ πάντας τοὺς κατοικοῦντας τὴν γῆν͵ ἐξουδένωμα.

Δευτέρα 4 Νοεμβρίου 2013

Αγ.Γρηγορίου του Θεολόγου

Λόγος ἀκούεις͵ καὶ ὑπὲρ λόγον εἶ· ὑπὲρ φῶς εἶ͵ καὶ φῶς ὀνομάζῃ· πῦρ ἀκούεις͵ οὐκ αἰσθη τὸς ὢν͵ ἀλλ΄ ὅτι τὴν κούφην καὶ μοχθηρὰν ἀνα καθαίρεις ὕλην· μάχαιρα͵ ὅτι τέμνεις τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος· πτύον͵ ὅτι ἀνακαθαίρεις τὴν ἅλω͵ καὶ ὅσον κοῦφόν τε καὶ ἀνεμιαῖον ἀποπεμπόμενος͵ ὅσον βαρὺ καὶ πλῆρες ἐπὶ τὰς ἀποθήκας τὰς ἄνω ἐναποτίθεσαι· ἀξίνη͵ ὅτι τὴν ἄκαρ πον ἐκκόπτεις συκῆν ἐπὶ πολὺ μακροθυμήσας͵ ὅτι τὰς ῥίζας ἐκτέμνεις τῆς πονηρίας· θύρα͵ διὰ τὴν εἰσαγωγήν· ὁδὸς͵ ὅτι εὐθυποροῦμεν· πρόβατον͵ ὅτι θῦμα· ἀρχιερεὺς͵ ὅτι προσφέρεις τὸ σῶμα· Υἱὸς͵ ὅτι Πατρός. Πάλιν κινῶ τὰς γλώσσας· πάλιν κατὰ Χριστοῦ τινες μαίνονται͵ μᾶλλον δὲ͵ κατ΄ ἐμοῦ͵ ὃς ἠξιώθην τοῦ Λόγου γενέσθαι κῆρυξ. Ὡς Ἰωάννης γίνομαι· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ͵ῃ ἐρήμῳ ποτὲ καὶ ἀνύδρῳ͵ νῦν δὲ καὶ λίαν οἰκουμένῃ.

Κυριακή 11 Αυγούστου 2013

Πρὸς τοὺς καλέσαντας, καὶ μὴ ἀπαντήσαντας

Πῶς βραδεῖς ἐπὶ τὸν ἡμέτερον λόγον, ὦ φίλοι καὶ ἀδελφοὶ, καίτοι γε ταχεῖς εἰς τὸ τυραννῆσαι, καὶ τῆς ἡμετέρας ἀκροπόλεως ἀποσπᾶσαι τῆς ἐρημίας, ἣν ἐγὼ πάντων μάλιστα ἠσπασάμην, καὶ ὡς συνεργὸν καὶ μητέρα τῆς θείας ἀναβάσεως, καὶ θεοποιὸν, διαφερόντως ἠγάσθην τε καὶ παντὸς τοῦ βίου προεστησάμην; Πῶς ὃ λαβεῖν ἐποθεῖτε περιφρονεῖτε λαβόντες, καὶ βελτίους ἐφάνητε ποθεῖν ἀπόντας, ἢ ἀπολαύειν παρόντων, ὥσπερ κρατῆσαι μᾶλλον τῆς ἡμετέρας φιλοσοφίας ἢ ὄνασθαι ταύτης θελήσαντες; Ἢ καλόν μοι καὶ τοῦτο εἰπεῖν· ἐγενήθημεν ὑμῖν εἰς πλησμονὴν, πρὶν γευσθῆναι, καὶ πεῖραν δοῦναι· τὸ παραδοξότατον.
 Καὶ οὐδὲ ὡς ξένους ἡμᾶς συνηγάγητε, ἢ συνήχθητε μεθ᾿ ἡμῶν, ἵν᾿ εἴπω τι συμπαθέστερον, ταύτην, εἰ μή τι ἄλλο, τὴν ἐντολὴν αἰδεσθέντες· οὐδὲ ὡς ἀρχομένους ἐχειραγωγήσατε, οὐδὲ ὡς δειλοὺς ἐθαρσύνατε, οὐδὲ ὡς βιασθέντας παρεκαλέσατε· ἀλλ᾿ ἀνέορτον ἡμῖν, ὀκνῶ μὲν εἰπεῖν, εἰρήσθω δὲ ὅμως, πεποιήκατε τὴν ἑορτὴν, καὶ προοιμίοις οὐκ ἀγαθοῖς ἡμᾶς ἐδεξιώσασθε· καὶ τῇ πανηγύρει κατήφειαν κατεμίξατε, τὸ μέγιστον εἰς ἡδονὴν οὐκ ἐχούσῃ τοὺς ἐμοὺς νικητὰς ὑμᾶς, οὐ γὰρ ἐραστὰς εἰπεῖν ἀληθές. Οὕτως εὐκαταφρόνητον ἅπαν τὸ ῥᾳδίως νικώμενον· καὶ θεραπεύεται μὲν τὸ ὑψηλὸν, ἀτιμάζεται δὲ τὸ Θεῷ ταπεινούμενον.
Τί βούλεσθε; Κριθῶ πρὸς ὑμᾶς, ἢ κριτὴς γένωμαι; ἐνέγκω ψῆφον, ἢ δέξωμαι; Καὶ γὰρ νικήσειν ἐλπίζω, κρινόμενος, καὶ καταψηφιεῖσθαι δικαίως ἀποφαινόμενος. Τὸ δὲ ἔγκλημα, ὅτι μὴ τοῖς ἴσοις μέτροις ἀμείβεσθε τῆς ἀγάπης ἡμᾶς, μηδὲ τῆς εὐπειθείας τὴν τιμὴν ἀντιδίδοτε, μηδὲ τὸ μέλλον ἐγγυᾶσθε τῇ νῦν προθυμίᾳ, μόγις καὶ μετὰ ταύτης πιστευθῆναι δυνάμενον· ἐπειδὴ θερμότερος ἅπας ἀρχόμενος. Ἄλλος δὲ ἄλλο τι προτιμότερον τίθεσθε καὶ τοῦ παλαιοῦ καὶ τοῦ νέου ποιμένος, μήτε τὴν πολιὰν αἰδούμενοι, μήτε τὴν νεότητα προσκαλούμενοι.
 Δεῖπνόν ἐστιν ἐν τοῖς Εὐαγγελίοις λαμπρὸν, καὶ δεξιὸς ἑστιάτωρ, καὶ φίλοι, καὶ τὸ συμπόσιον ἥδιστον· υἱοῦ γὰρ γάμος. Καὶ ὁ μὲν συγκαλεῖ, οἱ δὲ οὐ συνέρχονται· ὁ δὲ ἀγανακτεῖ· καὶ παρίημι τὰ ἐν μέσῳ διὰ τὸ δύσφημον· ἀλλ᾿ ὃ μέτριον εἰπεῖν, δι᾿ ἄλλων πληροῖ τὸ συμπόσιον.
Τοῦτο μὲν οὖν ἀπευχόμεθα· ὑμεῖς δὲ τοσοῦτον ἐκείνων γεγόνατέ μοι (πῶς εἴπω πράως;) ὑψηλότεροι ἢ θρασύτεροι, ὅσον οἱ μὲν κεκλημένοι τοῦ δείπνου κατεξανίστανται, καὶ κατὰ τοῦ κεκληκότος ὑβρίζουσιν· ὑμεῖς δὲ, οὐ τῶν ἔξωθεν ὄντες, οὐδὲ τῶν κεκλημένων ἐπὶ τοὺς γάμους, ἀλλ᾿ αὐτοὶ συγκαλέσαντες ἡμᾶς, καὶ τῇ ἱερᾷ ταύτῃ τραπέζῃ προσδήσαντες, καὶ τοῦ νυμφῶνος τὴν λαμπρότητα παραδείξαντες, ἔπειτα καταλιπόντες ἡμᾶς τοῦτο γὰρ ὑμῶν τὸ γενναιότατον· ὁ μὲν ἐπὶ τὸν ἴδιον ἀγρὸν, ὁ δὲ ἐπὶ τὸ ζεῦγος τῶν βοῶν τὸ νεώνητον, ὁ δὲ ἐπὶ τὴν γυναῖκα τὴν νεόνυμφον, ὁ δὲ ἄλλος ἐπ᾿ ἄλλο τι τῶν μικρῶν διεσπάρητε καὶ ἀπεπηδήσατε, μικρὰ τοῦ νυμφῶνος καὶ τοῦ νυμφίου φροντίσαντες.
Διὰ τοῦτο ἀθυμίας ἐνεπλήσθην καὶ ἀπορίας· οὐ γὰρ ὃ πέπονθα, σιωπήσομαι· καὶ μικροῦ μὲν ἀνέσχον τὸν λόγον, ὃν δωροφορῆσαι διενοούμην τῷ γάμῳ, τὸ κάλλιστον ὧν εἶχον καὶ τιμιώτατον· μικροῦ δὲ ὑμῖν ἐπαφῆκα τοῖς ποθουμένοις, ἐπειδή γε ἅπαξ ἐξεβιάσθην· ἅτε δὴ λαμπρᾶς οὕτω λαβόμενος ὑποθέσεως, καὶ τοῦ φίλτρου τὴν γλῶςσαν θήγοντος, ὃ δὴ θερμότατον εἰς κατηγορίαν καὶ εὐπορώτατον, ὅταν γένηται ζῆλος, λύπην ἐκ τῆς ὑπεροψίας προσλαβὼν ἀπροσδόκητον. Εἴ τις ὑμῶν οἴστρῳ πληγεὶς ὑπερώφθη, γνωρίζει τὸ πάθος, καὶ συγγνώσεται τοῦτο παθοῦσι, καὶ ταύτης ἐγγὺς γενομένοις τῆς ἀπονοίας. 

Ἀλλ᾿ ἐμοὶ μὲν οὔτε νῦν θεμιτόν ἐστιν ὑμῶν τι καθάψασθαι, μήτ᾿ ἄλλοτε γένοιτο. Καὶ ταῦτα ἴσως ὑπὲρ τὸ μέτριον καθηψάμην, τῆς ἱερᾶς ποίμνης, τῶν ἐπαινετῶν Χριστοῦ θρεμμάτων, τῆς θείας κληρονομίας, δι᾿ ἣν πλούσιος σύ, κἂν ᾖς πένης.
Κἀκεῖνά σοι πρέπειν ἡγοῦμαι τὰ ῥήματα· Σχοινία ἐπέπεσέ σοι ἐν τοῖς κρατίστοις· καὶ γὰρ ἡ κληρονομία σου κρατίστη σοί ἐστι· καὶ οὐ παρήσω ταῖς ἀριθμουμέναις τῶν πόλεων, οὐδὲ τῶν ποιμνίων τοῖς πλατυτάτοις ἔχειν τι πλέον ἡμῶν τῶν ὀλίγων τῆς ἐλαχίστης φυλῆς ἐν υἱοῖς Ἰσραὴλ, τῶν ὀλιγοστῶν ἐν χιλιάσιν Ἰούδα, τῆς μικρᾶς Βηθλεὲμ ἐν πόλεσιν, ἐν ᾗ Χριστὸς γεννᾶται, νῦν τε καὶ ἀπ᾿ ἀρχῆς καλῶς καὶ γινωσκόμενος καὶ σεβόμενος· παρ᾿ οἷς Πατὴρ ὑψοῦται, καὶ Υἱὸς ἰσάζεται, καὶ Πνεῦμα ἅγιον συνδοξάζεται· συμψύχοις, τὸ ἑν φρονοῦσι, μηδὲν τῆς Τριάδος ζημιουμένοις, ἢ ὑπερτιθεῖσιν, ἣ ἀποτέμνουσιν· ὡς οἱ κακοὶ διαιτηταὶ καὶ μετρηταὶ τῆς θεότητος, δι᾿ ὧν ἕν τι πλέον, ἢ καλῶς ἔχει, σεμνύνουσι, τὸ πᾶν ἐλαττοῦντες καὶ καθυβρίζοντες.
Ὑμεῖς δὲ, εἴ τι χαρίζεσθέ μοι, τὸ ἐμὸν γεώργιον, ἢ ἄμπελος ἡ ἐμὴ, τὰ ἐμὰ σπλάγχνα, μᾶλλον δὲ τοῦ κοινοῦ Πατρὸς ἡμῶν, οὓς οὗτος ἐν Χριστῷ διὰ τοῦ Εὐαγγελίου ἐγέννησεν, αἰδεῖσθε μὲν καὶ ἡμᾶς· δίκαιον γὰρ, οἳ πάντων ὑμᾶς προετιμήσαμεν· ὑμεῖς μάρτυρες, καὶ οἳ ταύτην ἡμῖν ἐγχειρίσαντες τὴν εἴτε ἡγεμονίαν, εἴτε διακονίαν· καὶ εἰ τῷ πλεῖον ἀγαπήσαντι πλέον ὀφείλεται, πῶς μετρήσω τὴν ἀγάπην, ἧς ὑποχρέους ὑμᾶς διὰ τῆς ἐμῆς ἔλαβον; αἰδεῖσθε δὲ πλέον ὑμᾶς αὐτοὺς, καὶ τὴν πιστευθεῖσαν εἰκόνα, καὶ τὸν πιστεύσαντα, καὶ τὰ Χριστοῦ πάθη, καὶ τὰς ἐκεῖθεν ἐλπίδας, πίστιν μὲν ἔχοντες ἣν παρειλήφατε, καὶ ᾗ συνετράφητε, μεθ᾿ ἧς καὶ σώζεσθε, καὶ σώζειν ἄλλους πιστεύεσθε· οὐ γὰρ πολλῶν, εὖ ἴστε, τὸ ὑμέτερον καύχημα.
Τὸ δὲ εὐσεβὲς μὴ ἐν τῷ πολλάκις περὶ Θεοῦ λαλεῖν, ἀλλ᾿ ἐν τῷ τὰ πλείω σιγᾷν εἶναι τιθέμενοι· γλῶσσα γὰρ ὄλισθος ἀνθρώποις μὴ λόγῳ κυβερνωμένη· καὶ ἀκινδυνοτέραν ἀκοὴν ἀεὶ λόγου νομίζοντες, ὥστε τι μανθάνειν ἥδιον, ἢ διδάσκειν περὶ Θεοῦ· τὴν μὲν ἀκριβεστέραν τούτων ἐξέτασιν τοῖς οἰκονόμοις τοῦ λόγου παραχωροῦντες· αὐτοὶ δὲ λόγῳ μὲν εὐσεβοῦντες ὀλίγα, ἔργῳ δὲ πλείονα, καὶ τῇ τηρήσει τῶν νόμων μᾶλλον ἢ τῷ θαυμάζειν τὸν νομοθέτην τὸ περὶ αὐτὸν φίλτρον ἐπιδεικνύμενοι, φεύγοντες κακίαν, διώκοντες ἀρετὴν, πνεύματι ζῶντες, πνεύματι στοιχοῦντες, τούτῳ τὴν γνῶσιν ἕλκοντες, ἐποικοδομοῦντες τῷ θεμελίῳ τῆς πίστεως, μὴ ξύλον, μηδὲ χόρτον, μηδὲ καλάμην, ὕλην ἀσθενῆ καὶ ῥᾳδίως δαπανωμένην, ἡνίκα ἂν πυρὶ κρίνηται τὰ ἡμέτερα, ἢ καθαίρηται· ἀλλὰ χρυσὸν, ἄργυρον, λίθους τιμίους, τὰ μένοντα καὶ ἱστάμενα.
Ταῦτα πράσσοιτε, καὶ τούτοις ἡμᾶς δοξάζοιτε εἴτε παρόντες εἴτε ἀπόντες, εἴτε μεταποιούμενοι τῶν ἡμετέρων λόγων, εἴτε ἄλλο τι προτιμότερον ἄγοντες· καὶ γίνοισθε τέκνα Θεοῦ καθαρὰ καὶ ἀμώμητα, ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης· καὶ μὴ περιπλέκοιτο ὑμῖν τὰ τῶν κύκλῳ περιπατούντων ἀσεβῶν σχοινία, μηδὲ σειραῖς τῶν οἰκείων ἁμαρτιῶν περισφίγγοισθε, μηδὲ ταῖς βιωτικαῖς μερίμναις συμπνίγοιτο ὑμῖν ὁ λόγος, καὶ ἄκαρποι γίνοισθε· ἀλλ᾿ ὁδῷ πορεύοισθε βασιλικῇ, μὴ ἐκκλίνοντες εἰς δεξιὰ, μηδὲ εἰς ἀριστερὰ, καὶ διὰ τῆς στενῆς ὡς πλατείας ὑπὸ τοῦ Πνεύματος ὁδηγούμενοι· καὶ τὸ ἡμέτερον εὖ ἕξει νῦν τε καὶ εἰς τὴν ἐκεῖθεν ἐξέτασιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. 

Αγ.Γρηγορίου του Θεολόγου

Πέμπτη 4 Ιουλίου 2013

Ἀλλὰ κόπασον, Κύριε· ἄνες, Κύριε· ἱλάσθητι, Κύριε


Μή μοι γένοιτο μετὰ τῶν ἄλλων πληγῶν, καὶ ταῦτα ὀνειδισθῆναι παρὰ τοῦ Ἀγαθοῦ, πορευομένου πρὸς μὲ θυμῷ πλαγίῳ διὰ τὴν ἐμὴν πλαγιότητα· Ἐπάταξα ὑμᾶς ἐν ἰκτέρῳ, καὶ ἐν πυρώσει, καὶ σφακελισμῷ· καὶ οὐδὲν πλέον. Ἔξωθεν ἠτέκνωσεν ὑμᾶς μάχαιρα, καὶ οὐδ᾿ ὣς ἐπεστρέψατε πρός με, λέγει Κύριος. Μὴ γενοίμην ἀμπελὼν τοῦ ἠγαπημένου, μετὰ τὸ φυτευθῆναι καὶ χαρακωθῆναι, καὶ φραγμῷ, καὶ πύργῳ, καὶ πᾶσιν ἀσφαλισθῆναι, ὡς ἐνῆν μάλιστα, χερσομανῶν καὶ ἀκανθοφορῶν, καὶ διὰ τοῦτο καταφρονούμενος, ὡς καθαιρεθῆναι τὸν πύργον, καὶ περιαιρεθῆναι τὸν φραγμὸν, καὶ μὴ τμηθῆναι, μηδὲ σκαφῆναι, ἀλλὰ γενέσθαι πᾶσιν εἰς διαρπαγὴν, καὶ κοινὴν ὕβριν, καὶ καταπάτημα. Ταῦτα μὲν ὁ ἐμὸς φόβος καὶ λόγος· καὶ οὕτως ἐγὼ δυσφορῶ πρὸς τὴν πληγὴν, καὶ τοιαύτην εὔχομαι τὴν εὐχὴν, ἣν καὶ προσθήσω τοῖς εἰρημένοις· Ἡμάρτομεν, ἠνομήσαμεν, ἠσεβήσαμεν, ὅτι ἐπελαθόμεθα τῶν ἐντολῶν σου, καὶ ὀπίσω τῆς διανοίας ἡμῶν τῆς πονηρᾶς ἐπορεύθημεν· ὅτι ἀναξίως τῆς κλήσεως καὶ τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ σου πεπολιτεύμεθα, καὶ τῶν ἁγίων αὐτοῦ παθημάτων, καὶ τῆς ὑπὲρ ἡμῶν κενώσεως· ὅτι ἐγενήθημεν ὄνειδος τῷ ἀγαπητῷ σου. Ἱερεὺς καὶ λαὸς ἐξέστημεν ἐπὶ τὸ αὐτό· πάντες ἐξεκλίναμεν, ἅμα ἠχρειώθημεν. Οὐκ ἔστι ποιῶν κρῖμα καὶ δικαιοσύνην, οὐκ ἔστιν ἕως ἑνός. Ἀπεκλείσαμεν τοὺς οἰκτιρμούς σου, καὶ τὴν φιλανθρωπίαν σου, καὶ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, διὰ τὴν κακίαν ἡμῶν, καὶ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων ἡμῶν, μεθ᾿ ἧς ἀνεστράφημεν. Σὺ χρηστὸς, ἀλλ᾿ ἡμεῖς ἠνομήσαμεν· σὺ μακρόθυμος, ἀλλ᾿ ἡμεῖς πληγῶν ἄξιοι. Γινώσκομέν σου τὴν ἀγαθότητα, καίπερ ἀσυνετοῦντες· ὀλίγα ὧν ἡμάρτομεν μεμαστιγώμεθα. Σὺ φοβερός, καὶ τίς ἀντιστήσεταί σοι; τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ μεγέθει βραχίονός σου τίς ἀντερίσει; Ἐὰν κλείσῃς τὸν οὐρανὸν, τίς ἀνοίξει; καὶ ἐὰν λύσῃς τοὺς καταῤῥάκτας σου, τίς συνέξει; Κοῦφον ἐν ὀφθαλμοῖς σου πτωχίσαι καὶ πλουτίσαι, ζωῶσαι καὶ θανατῶσαι, πατάξαι καὶ ἰάσασθαι· καὶ τὸ θελῆσαί σου, πρᾶξίς ἐστι συντετελεσμένη. Σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν, λέγει τις τῶν πάλαι ἀνθομολογούμενος. Ἐμοὶ δὲ καὶ τὸ ἐναντίον καιρὸς εἰπεῖν· Ἡμεῖς ἡμάρτομεν, καὶ σὺ ὠργίσθης· διὰ τοῦτο ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν. Ἀπέστρεψας τὸ πρόσωπόν σου, καὶ ἀτιμίας ἐπλήσθημεν. Ἀλλὰ κόπασον, Κύριε· ἄνες, Κύριε· ἱλάσθητι, Κύριε· μὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὰς ἀνομίας ἡμῶν, μηδὲ διὰ τῶν ἡμετέρων παιδεύσῃς ἄλλους μαστίγων, ἐνὸν ἡμᾶς διὰ τῆς ἑτέρων βασάνου σωφρονισθῆναι· τίνων τούτων; Ἐθνῶν τῶν οὐ γινωσκόντων σε, καὶ βασιλειῶν, αἳ τῷ σῷ κράτει οὐχ ὑπετάγησαν. Ἡμεῖς δὲ λαός σου, Κύριε, καὶ ῥάβδος κληρονομίας σου. Διὰ τοῦτο παίδευσον ἡμᾶς, πλὴν ἐν χρηστότητι, καὶ μὴ ἐν τῷ θυμῷ σου· ἵνα μὴ ὀλιγοστοὺς ἡμᾶς ποιήσῃς, καὶ παρὰ πάντας τοὺς κατοικοῦντας τὴν γῆν, ἐξουδένωμα.

Αγ.Γρηγορίου του Θεολόγου