Εμφάνιση αναρτήσεων με ετικέτα Άγιος Ρωμανός ο Μελωδός. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Άγιος Ρωμανός ο Μελωδός. Εμφάνιση όλων των αναρτήσεων

Τετάρτη 25 Δεκεμβρίου 2013

«...ἀμνάς βαστάζει λέοντα...»

Ὅπερ ὁρῶ νοῆσαι οὐ χωρῶ· ὑπὲρ νοῦν γὰρ ὑπάρχει ἀνθρώπινον 
πῶς πῦρ φέρων ὁ χόρτος οὐ φλέγεται͵ ἀμνὰς βαστάζει λέοντα͵ 
ἀετὸν δὲ χελιδών͵ καὶ δεσπότην ἡ δούλη· γαστρὶ θνητῇ 
Θεὸν ἀπεριγράπτως Μαρία ἐμὸν σωτῆρα ἑκόντα φέρει͵ 
ὅθεν χαιρῶν βοῶ· 
Παρθένος τίκτει καὶ μετὰ τόκον πάλιν μένει παρθένος  

Αγ.Ρωμανού του Μελωδού

Τρίτη 17 Δεκεμβρίου 2013

ουράνιος εκκλησία η κάμινος

Στήσαντες οὖν οἱ παῖδες χορὸν ἐν μέσῳ καμίνου͵
οὐράνιον ἐκκλησίαν ἀπειργάσαντο τὴν κάμινον͵
ψάλλοντες μετ΄ ἀγγέλου τῷ ποιητῇ τῶν ἀγγέλων
καὶ πᾶσαν τὴν λειτουργίαν τῶν ἀσάρκων ἐκμιμούμενοι·
εἶτα ἐμφορηθέντες ἐκ τῆς λατρείας τότε τοῦ παναγίου Πνεύματος͵
εἶδον ἄλλο φρικτότερον· αὐτὸς γὰρ ἐκεῖνος ὃν ἔβλεπον ὡς ἄγγελον
καθ΄ ἑκάστην ἠλλοίου τὴν μορφήν͵
καὶ ὁτὲ μὲν θεῖος͵ ἄλλοτε δὲ ὡς ἄνθρωπος ἑωρᾶτο͵
καὶ ποτὲ μὲν ἐκέλευε͵ ποτὲ δὲ συνικέτευεν·
Τάχυνον͵ ὁ οἰκτίρμων͵ καὶ σπεῦσον͵ ὡς ἐλεήμων͵ εἰς τὴν βοήθειαν ἡμῶν͵
ὅτι δύνασαι βουλόμενος.

Αγ. Ρωμανού του Μελωδού

Τρίτη 3 Δεκεμβρίου 2013

Αγ. Ρωμανού του Μελωδού

Υψηλὲ βασιλεῦ͵ τί σοι καὶ τοῖς πτωχεύσασι;
Ποιητὰ οὐρανοῦ͵ τί πρὸς γηΐνους ἤλυθας; 
Σπηλαίου ἠράσθης ἢ φάτνῃ ἐτέρφθης; 
Ἰδοὺ οὐκ ἔστι τόπος τῇ δούλῃ σου ἐν τῷ καταλύματι· 
οὐ λέγω τόπον͵ ἀλλ΄ οὐδὲ σπήλαιον͵ 
ὅτι καὶ αὐτὸ τοῦτο ἀλλότριον· 
καὶ τῇ μὲν Σάρρᾳ τεκούσῃ βρέφος 
ἐδόθη κλῆρος γῆς πολλῆς͵ 
ἐμοὶ δὲ οὐδὲ φωλεός· 
ἐχρησάμην τὸ ἄντρον ὃ κατῴκησας βουλήσει͵ 
παιδίον νέον͵ ὁ πρὸ αἰώνων Θεός.

Κυριακή 1 Δεκεμβρίου 2013

Ικεσία κστ'

Ματαιότης ἐστὶ ματαιοτήτων ἅπαντα͵ 
ἀλλ΄ οὐδεὶς ἐν ἡμῖν ταῦτα φρονῶν εὑρίσκεται· 
οἱ μὲν γὰρ πλανῶσιν͵ οἱ δὲ καὶ πλανῶνται· 
διό͵ παρθένε͵ χάρις τῷ τόκῳ σου δι΄ οὗ ἐλυτρώθημεν 
οὐ μόνον πλάνης͵ ἀλλὰ καὶ θλίψεως
τῶν χωρῶν πασῶν ὧνπερ διήλθομεν͵ 
ἐθνῶν ἀσήμων͵ γλωσσῶν ἀγνώστων͵
περιερχόμενοι τὴν γῆν καὶ ἐξερευνῶντες αὐτὴν 
μετὰ λύχνου τοῦ ἄστρου͵ 
ἐκζητοῦντες ποῦ ἐτέχθη 
παιδίον νέον͵ ὁ πρὸ αἰώνων Θεός.

Αγ. Ρωμανού του Μελωδού

Πέμπτη 30 Μαΐου 2013

Αγ.Ρωμανού του Μελωδού

Οὐδέποτε τῶν κακῶν ἀποστῆναι βούλομαι,
Οὐ μνήσκομαι τῶν δεινῶν ὧν ἐκεῖ μέλλω ὁρᾶν,
οὐδὲ λογίζομαι τὴν τοῦ Χριστοῦ εὐσπλαγχνίαν,
πῶς περιῆλθε ζητῶν με τὸν γνώμη πλανώμενον,
δι᾿ ἐμὲ καὶ Φαρισαίῳ συναριστᾷ ὁ τρέφων πάντας,
καὶ δείκνυσι τὴν τράπεζαν θυσιαστήριον
ἐν ταύτῃ ἀνακείμενος καὶ χαριζόμενος
τὴν ὀφειλὴν τοῖς χρεώσταις, ἵνα θαρρῶν πᾶς χρεώστης
προσέλθῃ λέγων «Δέσποτα, λύτρωσαί με
τοῦ βορβόρου τῶν ἔργων μου».