Εμφάνιση αναρτήσεων με ετικέτα Μέγας Βασίλειος. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Μέγας Βασίλειος. Εμφάνιση όλων των αναρτήσεων

Πέμπτη 26 Φεβρουαρίου 2015

Εἰς τούς ψαλμούς



Ψαλμὸς γαλήνη ψυχῶν͵ βραβευτὴς εἰρήνης͵ τὸ θορυβοῦν καὶ κυμαῖνον τῶν λογισμῶν καταστέλλων. Μαλάσσει μὲν γὰρ τῆς ψυχῆς τὸ θυμούμενον͵ τὸ δὲ ἀκόλαστον σωφρονίζει. Ψαλμὸς φιλίας συναγωγὸς͵ ἕνωσις διεστώτων͵ ἐχθραινόντων διαλλακτήριον. Τίς γὰρ ἔτι ἐχθρὸν ἡγεῖσθαι δύναται μεθ΄ οὗ μίαν ἀφῆκε πρὸς Θεὸν τὴν φωνήν; Ὥστε καὶ τὸ μέγιστον τῶν ἀγαθῶν τὴν ἀγάπην ἡ ψαλμῳδία παρέχεται͵ οἱονεὶ σύνδεσμόν τινα πρὸς τὴν ἕνωσιν τὴν συνῳδίαν ἐπινοήσασα͵ καὶ εἰς ἑνὸς χοροῦ συμφωνίαν τὸν λαὸν συναρμόζουσα. Ψαλμὸς δαιμόνων φυγαδευτήριον͵ τῆς τῶν ἀγγέλων βοηθείας ἐπαγωγή· ὅπλον ἐν φόβοις νυκτερινοῖς͵ ἀνάπαυσις κόπων ἡμερινῶν· νηπίοις ἀσφάλεια͵ ἀκμάζουσιν ἐγκαλλώπισμα͵ πρεσβυτέροις παρηγορία͵ γυναιξὶ κόσμος ἁρμοδιώτατος. Τὰς ἐρημίας οἰκίζει͵ τὰς ἀγορὰς σωφρονίζει· εἰσαγομένοις στοιχείωσις͵ προκοπτόντων αὔξησις͵ τελειουμένων στήριγμα͵ Ἐκκλησίας φωνή. Οὗτος τὰς ἑορτὰς φαιδρύνει͵ οὗτος τὴν κατὰ Θεὸν λύπην δημιουργεῖ. Ψαλμὸς γὰρ καὶ ἐκ λιθίνης καρδίας δάκρυον ἐκκαλεῖται· ψαλμὸς τὸ τῶν ἀγγέλων ἔργον͵ τὸ οὐράνιον πολίτευμα͵ τὸ πνευματικὸν θυμίαμα. Ὢ τῆς σοφῆς ἐπινοίας τοῦ διδασκάλου͵ ὁμοῦ τε ᾄδειν ἡμᾶς καὶ τὰ λυσιτελῆ μανθάνειν μηχανωμένου! 

Μέγας Βασίλειος

Παρασκευή 30 Ιανουαρίου 2015

Τῶν Τριῶν Ἱεραρχῶν

Ἀπολυτίκιον
Ἦχος α'.

Τούς τρεῖς μεγίστους φωστῆρας τῆς Τρισηλίου θεότητος,
τούς τήν οἰκουμένην ἀκτῖσι δογμάτων θείων πυρσεύσαντας, 
τούς μελιῤῥύτους ποταμούς τῆς σοφίας, 
τούς τήν κτίσιν πᾶσαν θεογνωσίας νάμασι καταρδεύσαντας, 
Βασίλειον τόν μέγαν, καί τόν Θεολόγον Γρηγόριον, 
σύν τῷ κλεινῷ Ἰωάννη, τῷ τήν γλῶτταν χρυσοῤῥήμονι, 
πάντες οἱ τῶν λόγων αὐτῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν· 
αὐτοί γάρ τῇ Τριάδι, ὑπέρ ὑμῶν ἀεί πρεσβεύουσιν.

Δευτέρα 19 Ιανουαρίου 2015

περί της προς τους εχθρούς αγάπης


ΕΡΩΤΗΣΙΣ
Τίνες εἰσὶν οἱ ἐχθροὶ͵ οὓς ἀγαπᾷν προσετάχθημεν· καὶ πῶς ἀγαπήσομεν τοὺς ἐχθρούς· ταῖς εἰς αὐτοὺς εὐεργεσίαις μόνον͵ ἢ καὶ αὐτῇ τῇ διαθέσει· καὶ εἰ δυνατὸν τοῦτο.

ΑΠΟΚΡΙΣΙΣ
Ἐχθροῦ ἴδιον τὸ βλάπτειν καὶ ἐπιβουλεύειν. Πᾶς μὲν οὖν ὁ ὁπωσδήποτε βλάπτων τινὰ ἐχθρὸς ἂν λέγοιτο· ἐξαιρέτως δὲ ὁ ἁμαρτάνων. Τὸ γὰρ ὅσον ἐπ΄ αὐτῷ βλάπτει κατὰ διαφόρους τρόπους͵ καὶ ἐπιβουλεύει τῷ συνόντι ἢ συντυγχάνοντι. Ἐπειδὴ δὲ ἐκ σώματος καὶ ψυχῆς συνέστηκεν ὁ ἄνθρωπος͵ κατὰ μὲν τὴν ψυχὴν ἀγαπήσωμεν τοὺς τοιούτους͵ ἐλέγχοντες αὐτοὺς͵ καὶ νουθετοῦντες͵ καὶ παντὶ τρόπῳ εἰς ἐπιστροφὴν ἐνάγοντες· κατὰ δὲ τὸ σῶμα εὐεργετοῦντες αὐτοὺς͵ ἐπιδεομένους τῶν πρὸς τὸ ζῇν ἀναγκαίων. Ὅτι δὲ ἡ ἀγάπη ἐν διαθέσει ἐστὶ͵ παντὶ δῆλον. Τὸ δὲ δυνατὸν ἔδειξε καὶ ἐδίδαξεν ὁ Κύριος͵ τὴν ἀγάπην τοῦ Πατρὸς καὶ τὴν ἑαυτοῦ ἐν τῇ ὑπακοῇ μέχρι θανάτου ἐπιδειξάμενος ὑπὲρ ἐχθρῶν͵ οὐχ ὑπὲρ φίλων͵ ὡς μαρτυρεῖ ὁ Ἀπόστολος λέγων· «Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην ὁ Θεὸς εἰς ἡμᾶς͵ ὅτι͵ ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν͵ Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε». Καὶ ἡμῖν δὲ αὐτὸ τοῦτο παραινεῖ ἐν τῷ εἰπεῖν· «Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ͵ ὡς τέκνα ἀγαπητὰ͵ καὶ περιπατεῖτε ἐν ἀγάπῃ͵ καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς͵ καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν͵ προσφορὰν καὶ θυσίαν τῷ Θεῷ». Οὐκ ἂν δὲ προσέταξεν ὁ ἀγαθὸς καὶ δίκαιος͵ εἰ μὴ τὸ δυνατὸν ἐχαρίσατο· ὅπερ καὶ ἐν τῇ φύσει κατηναγκασμένως ἀποκεῖσθαι ἐφανέρωσεν. Εὐεργέτας μὲν καὶ τὰ θηρία φυσικῶς ἀγαπᾷ. Τί δὲ τοσοῦτον εὐεργετεῖ ὁ φίλος͵ ὅσον οἱ ἐχθροί; Προξενοῦντες ἡμῖν τὸν μακαρισμὸν τοῦ Κυρίου εἰπόντος· «Μακάριοί ἐστε͵ ὅταν διώξωσιν ὑμᾶς͵ καὶ ὀνειδίσωσι͵ καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ ὑμῶν͵ ψευδόμενοι͵ ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε͵ ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς». 


Μεγάλου Βασιλείου

Παρασκευή 13 Δεκεμβρίου 2013

Μ. Βασιλείου


Τίνα͵ φησὶν͵ ἀδικῶ συνέχων τὰ ἐμαυτοῦ; Ποῖα͵ εἰπέ μοι͵ σαυτοῦ; πόθεν λαβὼν εἰς τὸν βίον εἰσήνεγκας; Ὥσπερ ἂν εἴ τις͵ ἐν θεάτρῳ θέαν καταλαβὼν͵ εἶτα ἐξείργοι τοὺς ἐπεισιόντας͵ ἴδιον ἑαυτοῦ κρίνων τὸ κοινῶς πᾶσι κατὰ τὴν χρῆσιν προκείμενον· τοιοῦτοί εἰσι καὶ οἱ πλούσιοι. Τὰ γὰρ κοινὰ προκατασχόντες͵ ἴδια ποιοῦνται διὰ τὴν πρόληψιν. Ἐπεὶ εἰ τὸ πρὸς παραμυθίαν τῆς ἑαυτοῦ χρείας ἕκαστος κομιζόμενος͵ τὸ περιττὸν ἠφίει τῷ δεομένῳ͵ οὐδεὶς μὲν ἂν ἦν πλούσιος͵ οὐδεὶς δὲ πένης͵ οὐδεὶς ἐνδεής. Οὐχὶ γυμνὸς ἐξέπεσας τῆς γαστρός; οὐ γυμνὸς πάλιν εἰς τὴν γῆν ὑποστρέψεις; Τὰ δὲ παρόντα σοι πόθεν; Εἰ μὲν ἀπὸ ταυτομάτου λέγεις͵ ἄθεος εἶ͵ μὴ γνωρίζων τὸν κτίσαντα͵ μηδὲ χάριν ἔχων τῷ δεδωκότι· εἰ δὲ ὁμολογεῖς εἶναι παρὰ Θεοῦ͵ εἰπὲ τὸν λόγον ἡμῖν δι΄ ὃν ἔλαβες. Μὴ ἄδικος ὁ Θεὸς͵ ὁ ἀνίσως ἡμῖν διαιρῶν τὰ τοῦ βίου; Διὰ τί σὺ μὲν πλουτεῖς͵ ἐκεῖνος δὲ πένεται; ῍Η πάντως͵ ἵνα καὶ σὺ χρηστότητος καὶ πιστῆς οἰκονομίας μισθὸν ὑποδέξῃ͵ κἀκεῖνος τοῖς μεγάλοις ἄθλοις τῆς ὑπομονῆς τιμηθῇ; Σὺ δὲ͵ πάντα τοῖς ἀπληρώτοις τῆς πλεονεξίας κόλποις περιλαβὼν͵ οὐδένα οἴει ἀδικεῖν τοσούτους ἀποστερῶν; Τίς ἐστιν ὁ πλεονέκτης; Ὁ μὴ ἐμμένων τῇ αὐταρκείᾳ. Τίς δέ ἐστιν ὁ ἀποστερητής; Ὁ ἀφαιρούμενος τὰ ἑκάστου. Σὺ δὲ οὐ πλεονέκτης; σὺ δὲ οὐκ ἀποστερητής; ἃ πρὸς οἰκονομίαν ἐδέξω͵ ταῦτα ἴδια σεαυτοῦ ποιούμενος; ῍Η ὁ μὲν ἐνδεδυμένον ἀπογυμνῶν λωπο δύτης ὀνομασθήσεται· ὁ δὲ τὸν γυμνὸν μὴ ἐνδύων͵ δυνάμενος τοῦτο ποιεῖν͵ ἄλλης τινός ἐστι προσηγορίας ἄξιος; Τοῦ πεινῶντός ἐστιν ὁ ἄρτος͵ ὃν σὺ κατέχεις· τοῦ γυμνητεύοντος τὸ ἱμάτιον͵ ὃ σὺ φυλάσσεις ἐν ἀποθήκαις· τοῦ ἀνυποδέτου τὸ ὑπόδημα͵ ὃ παρὰ σοὶ κατασήπεται· τοῦ χρῄζοντος τὸ ἀργύριον͵ ὃ κατορύξας ἔχεις. Ὥστε τοσούτους ἀδικεῖς͵ ὅσοις παρέχειν ἠδύνασο.

Τρίτη 10 Σεπτεμβρίου 2013

M.Βασιλείου

Ἀλλ᾿ οὐ γὰρ ἀπρονόητα τὰ ἡμέτερα, ὡς μεμαθήκαμεν ἐν τῷ Εὐαγγελίῳ, ὅτι οὐδὲ στρουθίον πίπτει ἄνευ θελήματος τοῦ Πατρὸς ἡμῶν, ὥστε, εἴ τι γέγονε, θελήματι γέγονε τοῦ κτίσαντος ἡμᾶς. Τῷ δὲ βουλήματι τοῦ Θεοῦ τίς ἀνθέστηκε; Καταδεξώμεθα τὸ συμβάν· δυσανασχετοῦντες γὰρ οὔτε τὸ γενόμενον διορθούμεθα καὶ ἑαυτοὺς προσαπόλλυμεν. Μὴ κατηγορήσωμεν τῆς δικαίας κρίσεως τοῦ Θεοῦ. Ἀμαθεῖς ἐσμεν ὥστε τὰ ἄρρητα αὐτοῦ κρίματα δοκιμάζειν. Νῦν σου λαμβάνει τὴν δοκιμὴν ὁ Κύριος τῆς πρὸς αὐτὸν ἀγάπης. Νῦν πάρεστί σοι καιρὸς διὰ τῆς ὑπομονῆς τὴν μερίδα τῶν μαρτύρων λαβεῖν. 

Παρασκευή 17 Μαΐου 2013

ἀλλήλοις ἐστὲ παραμυθία


Ἀλλ᾿ οὐ γὰρ ἀπρονόητα τὰ ἡμέτερα, ὡς μεμαθήκαμεν ἐν τῷ Εὐαγγελίῳ, ὅτι οὐδὲ στρουθίον πίπτει ἄνευ θελήματος τοῦ Πατρὸς ἡμῶν, ὥστε, εἴ τι γέγονε, θελήματι γέγονε τοῦ κτίσαντος ἡμᾶς. Τῷ δὲ βουλήματι τοῦ Θεοῦ τίς ἀνθέστηκε; Καταδεξώμεθα τὸ συμβάν· δυσανασχετοῦντες γὰρ οὔτε τὸ γενόμενον διορθούμεθα καὶ ἑαυτοὺς προσαπόλλυμεν. Μὴ κατηγορήσωμεν τῆς δικαίας κρίσεως τοῦ Θεοῦ. Ἀμαθεῖς ἐσμεν ὥστε τὰ ἄρρητα αὐτοῦ κρίματα δοκιμάζειν. Νῦν σου λαμβάνει τὴν δοκιμὴν ὁ Κύριος τῆς πρὸς αὐτὸν ἀγάπης. Νῦν πάρεστί σοι καιρὸς διὰ τῆς ὑπομονῆς τὴν μερίδα τῶν μαρτύρων λαβεῖν.

Μ.Βασιλείου