Εμφάνιση αναρτήσεων με ετικέτα Άγιος Θεόδωρος ο Στουδίτης. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Άγιος Θεόδωρος ο Στουδίτης. Εμφάνιση όλων των αναρτήσεων

Παρασκευή 9 Ιανουαρίου 2015

Αγίου Θεοδώρου του Στουδίτου


Κασσίᾳ κανδιδατίσσῃ


Ἅπερ ἀπέστειλάς μοι διὰ Κύριον ἐδεξάμην· καὶ τίς εἰμι ἐγὼ ὁ
ταπεινὸς μνημονευθεὶς παρὰ τῆς εὐλαβείας σου; ὅμως ὅτι ἀγαθῆς
ῥίζης οὖσα βλάστημα οἶδας ἀγαθοποιεῖν. ἀκούω δὲ εὖ ποιεῖν σε καὶ
τῷ πνευματικῷ ἡμῶν τέκνῳ Δωροθέῳ͵ ὄντι πεφυλακισμένῳ ὑπὲρ
Χριστοῦ ἔγγιστά σου. οἶδας τί ποιεῖς· συμμερίζῃ γὰρ ἐν τούτῳ τὸν
τῆς ἀθλήσεως αὐτοῦ ἀγῶνα· δόκησον δὲ ἡμᾶς αὐτοὺς τοὺς ἁμαρτω-
λοὺς διατρέφειν ἐν τῷ υἱῷ ἡμῶν. τί οὖν ἀνταπόδομά σοι παρ΄ ἡμῶν
ἢ προσευχὴ καὶ ὁ λόγος ὁ παραινετικός; καλὸν προείλου βίον διὰ
θεόν͵ ὡς πυνθάνομαι͵ παιδιόθεν. νύμφη Χριστοῦ γέγονας͵ μηκέτι
ζήτει ἄλλον μήτε φίλει· τίς γὰρ αὐτοῦ ὡραιότερος; οὗ τὸ κάλλος
ἐναστράψειέν σου ἔτι ἐν τῇ καρδίᾳ εἰς τὸ σβέσαι σε πάντα πόθον
ῥέοντα καὶ φθειρόμενον. φεύγουσα φεῦγε τὰς ὄψεις τῶν ἀρρένων͵ εἰ
θέμις καὶ σωφρόνων͵ μή που πληγῇς ἢ πλήξῃς· ἐκδέχεταί σε ὁ
νυμφὼν ὁ ἐπουράνιος· ἐκεῖ ὄψει ὃν ἡρμόσω͵ μεθ΄ οὗ χαρήσῃ αἰωνίως.
Μικρὸς ὁ λόγος͵ ἀλλὰ ἀρκῶν εἰς ὑπόμνησιν τῇ τιμιότητί σου.
σωθείης͵ κόρη Χριστοῦ.

Τρίτη 19 Νοεμβρίου 2013

Αγ. Θεοδώρου του Στουδίτου



Εἰσερχομένου τοῦ ἀδελφοῦ καὶ παροικονόμου εὔκαιρον ἡγησάμεθα χαράξαι ὑμῖν βραχεῖαν συλλαβήν͵ ταῖς κατὰ Κύριον ἀδελφαῖς. καὶ δὴ ἐρωτῶμεν͵ πῶς ἔχει ἡ ἁγία δυὰς ὑμῶν͵ αἱ πᾶσαι ἀδελφαί. ὁρᾶτε πῶς ὡς οὐκ ἄλλαις ἀδελφαῖς ὑμῖν προσκείμενοι κατὰ θεὸν ἐρωτῶμεν καὶ διαλεγόμεθα; καὶ εἰκότως· οὗ γὰρ πίστις͵ ἐκεῖ καὶ πόθος͵ ἕλκων καὶ ἀνθελκόμενος διὰ Πνεύματος Ἁγίου͵ οὗ δὲ ταῦτα͵ ἐκεῖ καὶ φροντὶς σώσματος. διὰ τοῦτο γράφομεν παρακαλοῦντες ὑπὲρ Χριστοῦ οἱ ἀνάξιοι ἔχεσθαι ὑμᾶς τῆς καλῆς ὁμολογίας͵ ἧς ὡμο λογήσαμεν ἅπαντες ἐνώπιον θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων͵ ζῆσαι ἐν Κυρίῳ ἐν τῇ ἀποθέσει τοῦ σαρκικοῦ φρονήματος͵ ὅπερ ἐστὶ τὸ ῥαγῆναι τῶν δεσμῶν τῆς προσπαθείας τοῦ τῇδε αἰῶνος καὶ μετὰ θεοῦ γενέσθαι͵ ὃν καὶ ἠγαπήσαμεν͵ ᾧ καὶ ἐνυμφεύθημεν͵ μεθ΄ οὗ καὶ συνεσόμεθα εἰσαεί. τοῦτον͵ ἀδελφαί͵ ἀναπνέομεν ἀεί͵ τοῦτον ἐρωτευόμεθα τὸν ἀληθινὸν ἔρωτα͵ τὸν ἀπρόσιτον πόθον͵ τὸν μόνον δεσπότην οὐρανοῦ καὶ γῆς· οὗ ἡ πρὸς ἀνθρώπους ἀγάπησις τοσαύτη͵ ὡς δούλου μορφὴν αὐτὸν ἀναλαβεῖν εἰς τὸ ἀνακαλέσασθαι ἡμᾶς τῆς φθορᾶς καὶ θεοὺς ἀπεργάσασθαι. ὡς μεγίστη ἡ ἐπαγγελία· ὡς ἐξαί σιον τὸ ἐν οὐρανοῖς ἀπάντημα. ἐκεῖ ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος· ἐκεῖ αἱ τὴν παρθενίαν ἐνδεδυμέναι τῷ ἀφθάρτῳ νυμφίῳ συν αφθήσονται· ἐκεῖ αἱ τὴν ὑποταγὴν καὶ ὑπακοὴν ἐξασκήσασαι ὡς ἄρχουσαι Χριστοῦ χορεύσουσιν αἰώνια͵ αἱ δὲ ἐναντίαι τὰ ἐναντία δῆλον ὅτι πείσονται. Ὥστε͵ ἀδελφαὶ σταυροφόροι͵ μὴ λάθωμεν ἑαυταῖς ἀντὶ ζωῆς καὶ χαρᾶς ἀπείρου κόλασιν καὶ πῦρ αἰώνιον θησαυρίζουσαι δι΄ ἀμελείας καὶ φθορᾶς σαρκός͵ παρακοῆς τε καὶ ἐμπαθοῦς ἀναστροφῆς. ἡ ἀρετὴ ἐκ θεοῦ καὶ θεία͵ ἡ κακία ἐκ σατανᾶ καὶ σατανᾶς· οἱ τὴν πρώτην ἑλόμενοι θεοῦ καὶ θεοί͵ οἱ τὴν δευτέραν δαίμονες καὶ τοῦ σατανᾶ. οὕτως ὑμᾶς καὶ νῦν δεξιούμεθα. καὶ μὴ βαρὺς ὑμῖν λογισθείην ὡς φορτικὰ λαλῶν͵ ἀλλὰ μᾶλλον ἡδὺς ὡς ὑπὲρ θεοῦ παραινῶν. καὶ οὐ πρὸς τὰς κυρίας ὁ λόγος (αὐταὶ γὰρ διδάσκαλοι καὶ ἑτέρων)͵ ἀλλὰ πρὸς τὸ τῆς ἀδελφότητος πλήρωμα͵ ὅπερ φυλαχθείη ἔτι τε καὶ ἔτι εὐεκτοῦν͵ εὐθηνοῦν εἰς καύχημα καὶ ἐμοὶ ὡς παρακλήτορι εἰς ἡμέραν Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

Σάββατο 3 Αυγούστου 2013

Εἰς κοσμικούς



 Χριστοῦ μαθηταί͵ τοῦ καλοῦ καὶ πραέος͵ μῆνιν φέροντες εἰς ἑαυτοὺς ταῖς μάχαις͵ πῶς εἰς τὸν αὐτοῦ βαίνετε φρικτὸν δόμον; Δώρων πανάγνων πῶς μεθέξετε ξένως; Καὶ μὴν Ἰούδας͵ ὁ προσελθὼν ἐν δόλῳ͵ φιλῶν μὲν ἔξω͵ μηνιῶν δὲ τοῖς ἔσω͵ ὤφθη μαθητὴς πεπρακὼς τὸν Δεσπότην. Μηδεὶς παρίτω λοιπὸν ἐχθρωδῶς ἔχων͵ ξίφος κατ΄ αὐτοῦ πηγνύων τῇ καρδίᾳ͵ αἰώνιον πῦρ ἀντίδωρον λαμβάνων. Γνόντες τὰ τῇδε προσφιλῶς σχῶμεν πάνυ.

Αγ.Θεοδώρου του Στουδίτου

Παρασκευή 2 Αυγούστου 2013

Τῆς δέ τί καθαρώτερον;Τί δέ ἀμεμπτότερον;

 Ἐξοστρακισθεὶς δὲ τοῦ ἐνδύματος͵ εἰ μὴ ταῖς θείαις προμηθείαις ἀντανίστατο͵ οὐκ ἂν εἰς τὴν πο λυπαθεστάτην ἀλλοίωσιν κατηγάγετο͵ ἀντὶ Θεοῦ μονάρχου πολυθεΐαν σεβόμενος. Διά τοι ταῦτα͵ ὡς ἐν κεφαλαίῳ φάναι͵ τῇ φθορᾷ κατεσχημένων ἁπάν των͵ καὶ Θεοῦ κατοικτιζομένου μὴ εἰς παντελῆ ἀνυπαρξίαν χωρῆσαι τὸ τῶν οἰκείων χειρῶν πλάσμα͵ ἄλλου καινοῦ οὐρανοῦ͵ γῆς τε καὶ θαλάσσης ποίημα͵ ἐν οἷς χωρηθῆναι εὐδοκεῖ δι΄ ἀνάπλασιν τοῦ γένους ὁ ἀχώρητος. Καὶ ταῦτά ἐστιν ἡ μακαρία καὶ πολυ ύμνητος Παρθένος. Ὢ τοῦ θαύματος Οὐρανὸς μὲν͵ ὡς ἐκ τῶν ἀδύτων θησαυρῶν͵ τὸν τῆς δικαιοσύνης ῞Ηλιον ἀνίσχουσα· γῆ δὲ͵ ὡς ἐκ τῶν ἀχράντων λαγό νων τῆς ἀφθαρσίας͵ τὸν στάχυν τῆς ζωῆς βλαστή σασα· θάλασσα͵ ὡς ἐκ τῶν κοιλιακῶν κόλπων͵ τὸ νοητὸν μαργαρίτην προφέρουσα. ῎Ηδη τοιγαροῦν παρήχθη ἡ νεοφανὴς κτίσις τοῦ ἀχωρήτου. Ηὐτρε πίσθη ἡ βασίλειος αὐλὴ τοῦ Παμβασιλέως. Ἡτοι μάσθη τὸ λογικὸν καταγώγιον τοῦ ἀκαταλήπτου. Ὡς μεγαλοπρεπὴς ὅδε ὁ κόσμος ὡς ἀξιάγαστος ἡ δη μιουργία͵ φυτοῖς ἀρετῶν ὡραΐζουσα͵ ἄνθεσιν ἁγνείας εὐωδιάζουσα͵ λαμπρότησι θεωριῶν ἀγλαΐζουσα͵ πᾶ σιν ἄλλοις ἀμφιλαφέσιν ἀγαθοῖς ἀνενδεῶς ἔχουσα͵ ἀξία͵ τὸ δὴ λεγόμενον͵ τοῦ Θεοῦ πρὸς ἀνθρώπους ἐνοικήσεως.Καίτοι γε καὶ ὁ πρὶν κόσμος͵ θαυμα στὸς ὅτι μάλιστα· ὅτε γὰρ͵ φησὶν͵ ἐγενήθησαν ἄστρα͵ ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου͵ῃ καὶ ὕμνησαν. Ἀλλ΄ οὔ τί πω οὕτω θεοπρεπὲς͵ ὡς ἡ μακαρία αὕτη καὶ πανθαύμαστος Παρθένος. Καὶ ὅτι ἀληθὲς͵ ἄκουσον τοῦ πολύτλα Ἰὼβ λέγοντος· Οὐρανὸς μὲν οὐ καθαρὸς͵ ἄστρα δὲ οὐκ ἄμεμπτα ἐναντίον αὐτοῦ. Τῆς δὲ τί καθαρώτερον; τί δὲ ἀμεμ πτότερον; ἧς τοσοῦτον ἠράσθη Θεὸς͵ τὸ ἀκρότατον φῶς καὶ καθαρώτατον͵ ὡς δι΄ ἐπελεύσεως ἁγίου Πνεύματος οὐσιωδῶς αὐτῇ συγκραθῆναι͵ καὶ ἐξ αὐτῆς προελθεῖν τέλειος ἄνθρωπος͵ μετὰ τῆς ἀμε ταβόλου καὶ ἀσυγχύτου τῶν οἰκείων ἱδρύσεως. Ὢ τοῦ θαύματος Τὴν ἰδίαν δούλην͵ μητέρα κτήσασθαι οὐκ ἐπῃσχύνθη ὁ φιλανθρωπότατος. Ὢ τῆς συγκα ταβάσεως Τοῦ ἰδίου πλάσματος γέννημα χρηματίσαι οὐκ ἀπῃνήνατο ὁ ὑπεράγαθος͵ ἐκείνης ἐρασθεὶς δη λαδὴ τῆς ὡραιοτέρας πάσης κτίσεως͵ ἐκείνης ἐπι λαβόμενος τῆς ἀξιωτέρας τῶν οὐρανίων δυνάμεων.
 Αγ.Θεοδώρου του Στουδίτου

Τρίτη 25 Ιουνίου 2013

Εις υποτακτικόν

Δεῦρ΄ ἐλθέ͵ πύκτα͵ δεῦρό μοι͵ στῆθι ζέων͵ τοὺς αὐχένας σου κλίνων εὐεπηκόως͵ ὅλος ταπεινός͵ νεκρὸς ὢν ἐν τῷ θέλειν͵ πᾶν ἐνθύμημα φανερῶν τῆς καρδίας͵ ὡς ἂν τελείως ἐμμένῃς τῷ σταδίῳ. Μή σ΄ ἐκφοβείτω μήτ΄ ἔρημος͵ μὴ στύλος͵ μήτ΄ ἄλλο τάγμα τῶν Θεοδρόμων βίων· προὔχεις ἁπάντων͵ ὡς Θεογράφως ἔχει· τοῦ μαρτύρων πρώτου γὰρ οὐδόν ἀνύεις.




Αγ.Θεοδώρου του Στουδίτου

Παρασκευή 14 Ιουνίου 2013

Εις αποτασσόμενους

Ἄνδρες βροτοί͵ φύγωμεν ἐκ κόσμου πλάνου. Χριστὸς καλεῖ͵ δράμωμεν· εὔπλους γὰρ βίος ζάλης͵ μεριμνῶν καὶ στροφῶν ὑπερπλέων. Φροντὶς γὰρ αὕτη τῷ μοναστῇ καὶ μόνον τυχεῖν ἐκείνου τοῦ γαληνοῦ λιμένος͵ ἐν ᾧ πέπαυται τῶν λυπηρῶν πᾶς πόνος. Ὢ πῶς πάνυμνος ὁ ξένος τούτων βίος Καὶ τίς φρόνιμος πραγματευτὴς κερδάνων; Ὃς πάντ΄ ἀφεὶς ἕλοιτο τὸν σταυρὸν φέρειν. 

Αγ.Θεοδώρου του Στουδίτου