Εμφάνιση αναρτήσεων με ετικέτα Άγιος Μάξιμος ο Ομολογητής. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Άγιος Μάξιμος ο Ομολογητής. Εμφάνιση όλων των αναρτήσεων

Κυριακή 20 Σεπτεμβρίου 2015

Περί τοῦ κακοῦ


Τὸ κακὸν οὔτε ἦν οὔτε ἔστιν οὔτε ἔσται κατ΄ οἰκείαν φύσιν ὑφεστώς οὔτε γὰρ ἔχει καθοτιοῦν οὐσίαν ἢ φύσιν ἢ ὑπόστασιν ἢ δύναμιν ἢ ἐνέργειαν ἐν τοῖς οὖσιν͵ οὔτε ποιότης ἐστὶν οὔτε ποσότης οὔτε σχέσις οὔτε τόπος οὔτε χρόνος οὔτε θέσις οὔτε ποίησις οὔτε κίνησις οὔτε ἕξις οὔτε πάθος͵ φυσικῶς τῶν ὄντων τινὶ ἐνθεωρούμενον οὔτε μὴν ἐν τούτοις πᾶσιν τὸ παράπαν κατ΄ οἰκείωσιν φυσικὴν ὑφέστηκεν͵ οὔτε ἀρχὴ οὔτε μεσότης οὔτε τέλος ἐστίν͵ ἀλλ΄ ἵνα ὡς ἐν ὅρῳ περιλαβὼν εἴπω͵ τὸ κακὸν τῆς πρὸς τὸ τέλος τῶν ἐγκειμένων τῇ φύσει δυνάμεων ἐνεργείας ἐστὶν ἔλλειψις͵ καὶ ἄλλο καθάπαξ οὐδέν.

Άγ. Μάξιμος ο Ομολογητής

Σάββατο 7 Φεβρουαρίου 2015

Αιτεῖτε καί δοθήσεται ὑμῖν

Ἐπειδή πολλά τυγχάνει τά πρός γνῶσιν Θεοῦ καί ἀρετήν ζητούμενα τοῖς πιστεύουσιν, ἀπαλλαγή παθῶν, ὑπομονήν πειρασμῶν, ἀρετῶν λόγοι, τρόποι ἐνεργειῶν, ἐξήλωσις τῆς πρός σάρκα τῆς ψυχῆς διαθέσεως, ἀποξένωσις τῆς πρός τά αἰσθητά τῆς αἰσθήσεως σχέσεως, τοῦ νοῦ παντελής ἀπό πάντων τῶν γεγονότων ἀναχώρησις. Καί ἁπλῶς μυρία ἄλλα εἰσί,τά πρός ἀποχήν μέν κακίας καί ἀγνωσίας, κατόρθωσιν δέ γνώσεως καί ἀρετῆς· εἰκότως ὁ Κύριος ἔφησεν, Πάντα ὅσα ἄν αἰτῆσθε πιστεύοντες, λήψεσθε· πάντα ἁπλῶς, τά πρός ἐπίγνωσιν Θεοῦ καί ἀρετήν συντείνοντα μόνα καί ζητεῖν καί αἰτεῖν μετ᾿ ἐπιστήμης καί πίστεως δεῖν εἰπών τούς εὐσεβεῖς. Ταῦτα γάρ πάντα συμφέρει, καί πάντως δίδωσιν αὐτά τοῖς αἰτοῦσιν ὁ Κύριος.

Αγ. Μαξίμου τοῦ Ὀμολογητοῦ

Πέμπτη 15 Ιανουαρίου 2015

περί μετανοίας


Μετανοήσωμεν οὖν γνησίως͵ ἵνα τῶν παθῶν ἐλευθερούμενοι τῆς τῶν ἁμαρτιῶν ἀφέσεως τύχωμεν. Περιφρονήσωμεν τῶν προσκαίρων͵ ἵνα μὴ δι΄ αὐτὰ τοῖς ἀνθρώποις μαχόμενοι τὴν ἐντολὴν τῆς ἀγάπης παραβῶμεν͵ καὶ τῆς τοῦ Θεοῦ ἀγάπης ἐκπέσωμεν. Πνεύματι περιπατῶμεν͵ καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσομεν. Γρηγορήσωμεν͵ νήψωμεν͵ ἀποβάλωμεν λοιπὸν τὸν ὕπνον τῆς ῥᾳθυμίας. Ζηλώσωμεν τοὺς ἁγίους ἀθλητὰς τοῦ Σωτῆρος· μιμησώμεθα αὐτῶν τοὺς ἀγῶνας͵ τῶν μὲν ὄπισθεν ἐπιλανθανόμενοι͵ τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενοι. Μιμησώμεθα τὸν ἀκατάπαυστον αὐτῶν δρόμον͵ τὴν ζέουσαν προθυμίαν͵ τῆς ἐγκρατείας τὴν καρτερίαν͵ τῆς σωφροσύνης τὸν ἁγιασμόν͵ τῆς ὑπομονῆς τὴν γενναιότητα͵ τῆς μακροθυμίας τὴν ἀνοχήν͵ τῆς συμπαθείας τὸν οἶκτον͵ τῆς πραΰτητος τὸ ἀτάραχον͵ τοῦ ζήλου τὴν θερμότητα͵ τῆς ἀγάπης τὸ ἀνυπόκριτον͵ τῆς ταπεινοφροσύνης τὸ ὕψος͵ τῆς ἀκτημοσύνης τὸ ἀπέριττον͵ τὴν ἀνδρείαν͵ τὴν χρηστότητα͵ τὴν ἐπιείκειαν. Μὴ ὑπτιωθῶμεν ταῖς ἡδοναῖς͵ μὴ χαυνωθῶμεν τοῖς λογισμοῖς͵ μὴ ῥυπώσωμεν τὴν συνεί δησιν͵ τὴν εἰρήνην διώκωμεν μετὰ πάντων καὶ τὸν ἁγιασμόν· οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Καὶ ἐπὶ τούτοις φύγωμεν τὸν κόσμον͵ ἀδελφοί͵ καὶ τὸν κοσμοκράτορα. Καταλείψωμεν τὴν σάρκα͵ καὶ τὰ σαρκικά. Εἰς οὐρανοὺς ἀναδράμωμεν· ἐκεῖ ἕξωμεν ἡμῶν τὸ πολίτευμα. Τὸν θεῖον Ἀπόστολον μιμησώμεθα͵ τὸν Ἀρχηγὸν τῆς ζωῆς καταλάβωμεν͵ τῆς πηγῆς τῆς ζωῆς ἀπολαύσωμεν. Σὺν ἀγγέλοις χορεύσωμεν͵ σὺν ἀρχαγγέλοις ὑμνήσωμεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι͵ νῦν καὶ ἀεί͵ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Αγ. Μαξίμου του Ομολογητού

Πέμπτη 20 Φεβρουαρίου 2014

Αγ. Μαξίμου του Ομολογητού

Ἀγάπη μέν ἐστι διάθεσις ψυχῆς ἀγαθή͵ καθ΄ ἣν οὐδὲν τῶν ὄντων τῆς τοῦ Θεοῦ γνώσεως προτιμᾷ· ἀδύνατον δὲ εἰς ἕξιν ἐλθεῖν ταύτης τῆς ἀγάπης͵ τὸν πρός τι τῶν ἐπιγείων ἔχοντα προσπάθειαν.

Αγάπη είναι η αγαθή διάθεση της ψυχής, κατά την οποία (η ψυχή) δεν προτιμά τίποτα από ό,τι υπάρχει, παρά την γνώση του Θεού. Και είναι αδύνατο να φτάσει στη μέθεξη αυτής της αγάπης εκείνος που έχει προσκόλληση σε κάτι το επίγειο.

Σάββατο 2 Νοεμβρίου 2013

Αγ.Μαξίμου του Ομολογητού

Πολλούς ἔχει ὁ κόσμος πτωχούς τῷ πνεύματι, ἀλλά παρά τό προσῆκον. Καί πολλούς πενθοῦντας, ἀλλά διά ζημίας χρημάτων, ἤ ἀποβολάς τέκνων. Καί πολλούς πραεῖς, ἀλλά πρός τά ἀκάθαρτα πάθη. Καί πολλούς πεινῶντας καί διψῶντας, ἀλλά τό ἁρπάζειν τά ἀλλότρια, καί κερδαίνειν ἐξ ἀδικίας. Καί πολλούς ἐλεήμονας, ἀλλά πρός τό σῶμα καί τά τοῦ σώματος. Καί καθαρούς τῆ καρδίᾳ, ἀλλά διά κενοδοξίαν. Καί εἰρηνοποιούς, ἀλλά τήν ψυχήν τῇ σαρκί ὑποτάσσοντας. Καί πολλούς ὀνειδιζομένους, ἀλλ᾿ ἐπ᾿ αἰσχροῖς ἁμαρτήμασι· ἀλλ᾿ ἐκεῖνοι μόνοι μακάριοι, οἱ διά Χριστόν καί κατά Χριστόν ταῦτα καί ποιοῦντες καί πάσχοντες. Διατί; Ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· καί, Αὐτοί τόν Θεόν ὄψονται, καί τά ἑξῆς. Ὥστε, οὐχ ὅτι ποιοῦσι ταῦτα καί πάσχουσι, εἰσί μακάριοι· ἀλλ᾿ ὅτι διά Χριστόν καί κατά Χριστόν ταῦτα καί ποιοῦσι καί πάσχουσι.

Παρασκευή 11 Οκτωβρίου 2013

Αγ. Μαξίμου του Ομολογητού



Ὁ γνόφος ἐστίν, ἡ ἀειδής καί ἄϋλος καί ἀσώματος κατάστασις, ἡ τήν παραδειγματικήν τῶν ὄντων ἔχουσα γνῶσιν· ἐν ᾗ ὁ γενόμενος ἐντός, καθάπερ τις ἄλλος Μωϋσῆς, φύσει θνητῇ κατανοεῖ τά ἀθέατα· δι᾿ ἧς τῶν θείων ἀρετῶν ἐν ἑαυτῷ ζωγραφήσας τό κάλλος, ὥσπερ γραφήν εὐμιμήτως ἔχουσαν τοῦ ἀρχετύπου κάλλους τό ἀπεικόνισμα, κάτεισιν· ἑαυτόν προβαλλόμενος τοῖς βουλομένοις μιμεῖσθαι τήν ἀρετήν, καί ἐν τούτῳ δεικνύς, ἧς μετειλήφει χάριτος, τό φιλάνθρωπόν τε καί ἄφθονον.