Εμφάνιση αναρτήσεων με ετικέτα Γεροντικόν. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Γεροντικόν. Εμφάνιση όλων των αναρτήσεων

Τετάρτη 14 Ιανουαρίου 2015

του Αββά Αγάθωνος


Ἠρώτησαν αὐτὸν πάλιν οἱ ἀδελφοὶ λέγοντες·
Ποία ἀρετή ἐστι͵ Πάτερ͵ ἐν ταῖς πολιτείαις͵ ἔχουσα
πλείονα κάματον; Λέγει αὐτοῖς· Συγχωρήσατέ μοι͵
λογίζομαι ὅτι οὐκ ἔστιν ἕτερος κάματος͵ ὡς τὸ εὔ
ξασθαι τῷ Θεῷ. Πάντοτε γὰρ ὅτε θέλῃ ὁ ἄνθρωπος
προσεύξασθαι͵ βούλονται οἱ ἐχθροὶ ἐκκόψαι αὐτόν·
οἴδασι γὰρ ὅτι οὐδαμόθεν ἐμποδίζονται͵ εἰ μὴ ἀπὸ
τοῦ εὔξασθαι τῷ Θεῷ. Καὶ πᾶσαν δὲ πολιτείαν ἣν ἂν
μετέλθῃ ἄνθρωπος͵ ἐγκαρτερῶν ἐν αὐτῇ͵ κτᾶται
ἀνάπαυσιν· τὸ δὲ εὔξασθαι͵ ἕως ἐσχάτης ἀναπνοῆς
ἀγῶνος χρῄζει.

Τρίτη 13 Ιανουαρίου 2015

περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ Πέρσου


Διηγήσατό τις τῶν πατέρων περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ Πέρσου ὅτι ἐκ τῆς πολλῆς αὐτοῦ ἀρετῆς εἰς βαθυτάτην ἤλασεν ἀκακίαν. Οὗτος δὲ ἔμενεν ἐν Ἀραβίᾳ τῆς Αἰγύπτου. Ἐχρήσατο δέ ποτε παρὰ ἀδελφοῦ ἕνα χρύσινον καὶ ἠγόρασε λινάρια ἵνα ἐργάσηται. Καὶ ἦλθεν ἀδελφὸς πρὸς αὐτὸν λέγων· Χρῆσόν μοι͵ ἀββᾶ͵ ὀλίγα λινάρια ἵνα ποιήσω ἐμαυτῷ λεβίτωνα. Καὶ ἔδωκεν αὐτῷ μετὰ χαρᾶς. Ὁμοίως δὲ καὶ ἄλλος ἦλθε παρακαλῶν αὐτὸν καὶ λέγων· Δός μοι ὀλίγα λινάρια ἵνα ποιήσω λέντιον. Ἔδωκε δὲ καὶ αὐτῷ. Ὁμοίως δὲ καὶ ἄλλων αἰτησάντων ἐδίδου ἁπλῶς μετὰ χαρᾶς. Ὕστερον δὲ ἦλθεν ὁ κύριος τοῦ χρυσίνου θέλων αὐτό. Λέγει οὖν αὐτῷ ὁ γέρων· Ἐγὼ φέρω σοι αὐτό. Καὶ μὴ ἔχων πόθεν δοῦναι αὐτῷ τὸ νόμισμα͵ ἀνέστη ἀπελθεῖν πρὸς τὸν ἀββᾶ Ἰάκωβον τὸν τῆς διακονίας παρακαλέσαι αὐτὸν δοῦναι αὐτῷ τὸ νόμισμα͵ ἵνα ἀποδώσει τῷ ἀδελφῷ. Καὶ ὑπάγων εὗρε ὀλοκοτίνιν κείμενον χαμαὶ καὶ οὐχ ἥψατο αὐτοῦ. Ποιήσας δὲ εὐχὴν ὑπέστρεψεν εἰς τὸ κελλίον ἑαυτοῦ. Καὶ πάλιν ἦλθεν ὁ ἀδελφὸς θέλων λαβεῖν τὸ νόμισμα. Καὶ λέγει αὐτῷ. Ἐγὼ πάντως φροντίζω. Καὶ ἀπελθὼν πάλιν ὁ γέρων εὗρε τὸ νόμισμα χαμαὶ κείμενον ὅπου ἦν· καὶ ποιήσας πάλιν εὐχὴν ὑπέστρεψεν. Καὶ ἰδοὺ πάλιν ἦλθεν ὁ ἀδελφὸς ὀχλῶν αὐτόν. Καὶ λέγει ὁ γέρων· Ἔτι τὸ ἅπαξ τοῦτο συγχώρησον͵ καὶ φέρω σοι αὐτό. Καὶ ἀναστὰς πάλιν ἀπῆλθε κατ΄ ἐκείνου τοῦ τόπου καὶ εὗρεν αὐτὸ ἐκεῖ. Καὶ ποιήσας εὐχὴν ἔλαβεν αὐτὸ καὶ ἦλθε πρὸς τὸν ἀββᾶ Ἰάκωβον καὶ λέγει αὐτῷ· Ἀββᾶ͵ ἐρχόμενος πρός σε εὗρον τοῦτο τὸ νόμισμα ἐν τῇ ὁδῷ· ποίησον οὖν ἀγάπην καὶ κήρυξον ἐν τῇ ἐνορίᾳ͵ μή τις ἀπώλεσεν αὐτό. Καὶ ἐὰν εὑρεθῇ ὁ κύριος αὐτοῦ͵ δὸς αὐτό. Ἀπελθὼν οὖν ὁ γέρων ἐπὶ τρεῖς ἡμέρας ἐκήρυξεν͵ καὶ οὐδεὶς εὑρέθη ἀπολέσας αὐτό. Τότε λέγει ὁ γέρων τῷ ἀββᾷ Ἰακώβῳ· Εἰ οὐδεὶς τοῦτο ἀπώλεσε τὸ νόμισμα͵ δὸς αὐτὸ τῷδε τῷ ἀδελφῷ· χρεωστῶ γὰρ αὐτῷ͵ καὶ ἐρχόμενος λαβεῖν αὐτὸ παρά σου ἀγάπην καὶ ἀποδοῦναι τὸ χρέος εὗρον αὐτὸ ἐν τῇ ὁδῷ. Καὶ ἐθαύμασεν ὁ γέρων πῶς χρεωστῶν καὶ εὑρὼν οὐκ εὐθέως ἔλαβε καὶ ἀπέδωκεν αὐτό. Καὶ τοῦτο δὲ ἦν τὸ θαυμαστὸν αὐτοῦ ὅτι͵ εἰ ἤρχετό τις χρήσασθαι παρ΄ αὐτοῦ τι͵ οὐ δι΄ ἑαυτοῦ παρεῖχεν͵ ἀλλ΄ ἔλεγε τῷ ἀδελφῷ· Ὕπαγε σεαυτῷ ἆρον εἴ τι χρῄζεις. Καὶ εἰ ἔφερεν͵ ἔλεγε τῷ ἀδελφῷ· Ἀπόθου αὐτὸ πάλιν εἰς τὸν τόπον αὐτοῦ. Εἰ δὲ οὐδὲν ἔφερεν ὁ λαμβάνων͵ οὐδὲν ἔλεγεν αὐτῷ.

Κυριακή 4 Ιανουαρίου 2015

Περί ταπεινώσεως


Ἔλεγον οἱ γέροντες· Ὅταν μὴ πολεμώμεθα͵ τότε μᾶλλον ταπεινοῦσθαι χρή. Ὁ γὰρ Θεὸς͵ εἰδὼς ἡμῶν τὴν ἀσθένειαν͵ σκεπάζει ἡμᾶς͵ καὶ ἐὰν καυχησώμεθα͵ ἀφαιρεῖται ἀφ΄ ἡμῶν τὴν σκέπην αὐτοῦ καὶ ἀπολλύμεθα.

Σάββατο 3 Ιανουαρίου 2015

Βάλε σειρά


Εἶπεν γέρων· Σιωπὴν ἄσκει͵ μηδενός φρόντιζε͵ πρόσεχε τῇ μελέτῃ σου͵ κοιταζόμενος καὶ ἀνιστάμενος μετὰ φόβου θεοῦ͵ καὶ ἀσεβῶν ὁρμὰς οὐ φοβηθήσῃ.

Παρασκευή 2 Ιανουαρίου 2015

Περί χρόνου


Εἶπεν γέρων· χρυσίον ἐάν τις ἀπολέσῃ ἢ ἀργύριον͵ δύναται ἀντ΄ αὐτοῦ εὑρεῖν͵ καιρὸν δὲ ὁ ἀπόλλων͵ ἄλλον εὑρεῖν οὐ δύναται.

Πέμπτη 1 Ιανουαρίου 2015

πιστεύω ὡς ὁ λῃστὴς


Εἶπέ τις τῷ ἀββᾷ Ἰωάννῃ τῷ Πέρσῃ͵ ὅτι Τοσοῦτον κόπον ἐποιήσαμεν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· ἆρα κληρονομῆσαι αὐτὴν ἔχομεν; Καὶ εἶπεν ὁ γέρων· Ἐγὼ πιστεύω κληρονομῆσαι τὴν ἄνω Ἱερουσαλὴμ τὴν ἀπογεγραμμένην ἐν τοῖς οὐρανοῖς. Πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος. Διατί δὲ ἀπιστήσω; Φιλόξενος ὡς ὁ Ἀβραὰμ γέγονα͵ πραῢς ὡς ὁ Μωϋσῆς͵ ἅγιος ὡς ὁ Ἀαρὼν͵ ὑπομονητικὸς ὡς ὁ Ἰὼβ͵ ταπεινόφρων ὡς ὁ Δαβὶδ͵ ἐρημίτης ὡς ὁ Ἰωάννης, πενθικὸς ὡς ὁ Ἱερεμίας͵ διδάσκαλος ὡς ὁ Παῦλος, πιστὸς ὡς ὁ Πέτρος͵ σοφὸς ὡς ὁ Σολωμών. Καὶ πιστεύω ὡς ὁ λῃστὴς͵ ὅτι ὁ ταῦτά μοι χαρισάμενος δι΄ οἰκείαν ἀγαθότητα͵ καὶ τὴν βασιλείαν παράσχῃ.

Τετάρτη 26 Μαρτίου 2014

Από το Γεροντικόν

Κάποτε οι Πατέρες της σκήτης έδωσαν εντολή να κρατήσουν νηστεία οι Αδελφοί μια εβδομάδα, δηλαδή να μη βάλουν τίποτε στο στόμα τους· ούτε νερό. Συνέβη όμως εκείνες τις ημέρες να επισκεφθούν τον Αββά Μωυσή τον Αιθίοπα Μοναχοί από την Αίγυπτο. Ο φιλόξενος Μωυσής έψησε φακές για να τους περιποιηθεί. Όταν είδαν καπνό να βγαίνει από την καλύβη τους, μερικοί όχι τόσο ενάρετοι Αδελφοί, είπαν στους Γέροντες: «Ο Μωυσής περιφρόνησε την προσταγή σας και ψήνει φαγητό». 
Την Κυριακή που μαζεύτηκε στην Εκκλησία όλη η σκήτη, ο Πρεσβύτερος που γνώριζε την μεγάλη αρετή του Οσίου, όταν πλησίασε να πάρει αντίδωρο, του είπε δυνατά, για ν' ακουστή από όλους: «Εύγε, Αββά Μωυσή γιατί παρέβης μεν την εντολή των ανθρώπων, εφύλαξες όμως του Θεού την εντολή».