Κυριακή 14 Απριλίου 2013

Περὶ ἀποταγῆς βίου

Πάντων τῶν προαιρουμένων ὁ Θεὸς πάντων ἡ ζωή• πάντων ἡ σωτηρία πιστῶν, ἀπίστων• δικαίων, ἀδίκων• εὐσεβῶν, ἀσεβῶν• ἀπαθῶν, ἐμπαθῶν• μοναχῶν, κοσμικῶν• σοφῶν, ἰδιωτῶν• ὑγιῶν, ἀσθενῶν• νέων, προβεβηκότων .
Ὥσπερ φωτὸς χύσις, καὶ ἡλίου θέα, καὶ ἀέρων ἐναλλαγὴ, καὶ ἀλλοίωσις οὐκ ἔστιν• «Οὐ γὰρ προσωποληψία παρὰ Θεῷ ».

 Ἀσεβής ἐστιν, φύσις λογικὴ, θνητὴ, ἑκουσίως τὴν ζωὴν ἀποφεύγουσα, καὶ τὸν οἰκεῖον Ποιητὴν, τὸν ἀεὶ ὄντα, οὐκ ὄντα λογιζομένη .
Παράνομός ἐστιν ὁ τὸν νόμον τὸν ἐκ Θεοῦ μετ᾿ οἰκείας κακονοίας κατέχων, καὶ μεθ᾿ αἱρέσεως ἐναντίας πιστεύειν Θεῷ νομίζων .
Χριστιανός ἐστιν, μίμημα Χριστοῦ κατὰ τὸ δυνατὸν ἀνθρώπων, λόγοις, καὶ ἔργοις, καὶ ἐννοίᾳ εἰς τὴν ἁγίαν Τριάδα ὀρθῶς καὶ ἀμέμπτως πιστεύων .
Θεοφιλής ἐστιν ὁ πάντων τῶν φυσικῶν καὶ ἀναμαρτήτων ἐν μετουσίᾳ ὑπάρχων• καὶ τῶν κατὰ δύναμιν ἀγαθῶν μὴ ἀμελῶν .
 Ἐγκρατής ἐστιν ὁ ἐν μέσῳ πειρασμῶν, καὶ παγίδων, καὶ θορύβων ἀπηλλαγμένου τρόπους πάσῃ δυνάμει μιμεῖσθαι φιλονεικῶν .
Μοναχός ἐστιν τάξις καὶ κατάστασις ἀσωμάτων ἐν σώματι ὑλικῷ καὶ ῥυπαρῷ ἐπιτελουμένη .
Μοναχός ἐστιν ὁ μόνον τῶν τοῦ Θεοῦ ἐχόμενος ὅρων καὶ λόγων, ἐν παντὶ καιρῷ, καὶ τόπῳ, καὶ πράγματι .
Μοναχός ἐστιν• βία φύσεως διηνεκὴς, καὶ φυλακὴ αἰσθήσεων ἀνελλιπής .
Μοναχός ἐστιν ἡγνισμένον σῶμα, καὶ κεκαθαρμένον στόμα, καὶ πεφωτισμένος νοῦς .
Μοναχός ἐστιν κατώδυνος ψυχὴ ἐν διηνεκεῖ μνήμῃ θανάτου ἀδολεσχοῦσα, καὶ ὑπνώττουσα, καὶ γρηγοροῦσα .
Ἀναχώρησις κόσμου ἐστὶν ἑκούσιον μῖσος ἐπαινουμένης ὕλης, καὶ ἄρνησις φύσεως δι᾿ ἐπιτυχίαν τῶν ὑπὲρ φύσιν .


Αγ.Ιωάννης Κλίμακος

Σάββατο 13 Απριλίου 2013

Παραμυθία

ούτε είχα
ούτε έχω
ούτε θα έχω
πλην Σου

Παρασκευή 12 Απριλίου 2013

Κατασκεύασον ὄργανον ἐναρμόνιον, ψαλτήριον τερπνὸν τοῦ ῾Αγίου Πνεύματος

᾿Ασφαλῶς δὲ γίνωσκε, ὅτι αὐτὸς ὁ Σωτὴρ ἡμῶν, μετὰ τῆς πανυμνήτου αὐτοῦ Μητρός, καὶ τῶν ἁγίων ᾿Αγγέλων, καὶ πάντων τῶν ῾Αγίων αὐτοῦ, ἐνταῦθα πάρεστιν, ἐνωτιζόμενος τὰ παρὰ σοῦ ἐκπορευόμενα λόγια· ἵνα, ὅταν ἔλθῃ κρῖναι ζῶντας καὶ νεκρούς, ἀποδώσῃ σοι, οὐ καθ᾿ ὃ μέλλεις συνταγῆναι καὶ καθομολογῆσαι, ἀλλὰ καθ᾿ ἂν φυλάξῃς ἃ ὁμολογήσῃς.

Πέμπτη 11 Απριλίου 2013

ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου



Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; 
πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ· 
πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. 
σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, 
δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. 
φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. 
ἐγὼ δὲ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου

Ψαλμ.γ'

Τετάρτη 10 Απριλίου 2013

Ικεσία η΄

Κύριε,
για όσα έζησα
για τις χαρές και για τις θλίψεις
για όσα πρόκειται να ζήσω
για την αγάπη Σου
και για το άπειρο έλεός Σου
Σ΄ ευχαριστώ!

Τρίτη 9 Απριλίου 2013

Δύναμις






Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.
 Ἅγιος,ἅγιος,ἅγιος,ἅγιος,ἅγιος,ἅγιος...
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίω Πνεύματι, 
καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων...

Δευτέρα 8 Απριλίου 2013


Ξένον τόκον ἰδόντες, 
ξενωθῶμεν τοῦ κόσμου, 
τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες· 
διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός, 
ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος, 
βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος, τοὺς αὐτῷ βοῶντας·
 Ἀλληλούϊα.