Δευτέρα 17 Ιουνίου 2013

Ψαλμ.29

Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με, καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾿ ἐμέ.
Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με.
Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.
Ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ.
Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ.
Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμός, καὶ ἐν τῷ πρωῒ ἀγαλλίασις.
Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα.
Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν.
Ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος.
Πρὸς σέ, Κύριε κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι.
Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν;
Μὴ ἐξομολογήσεταί σοι χοῦς; ἢ ἀναγγελεῖ τὴν ἀλήθειαν σου;
Ἤκουσε Κύριος, καὶ ἠλέησέ με· Κύριος ἐγενήθη βοηθός μου.
Ἔστρεψας τὸν κοπετόν μου εἰς χορὸν ἐμοί· διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην.
Ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ.
Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.


Σάββατο 15 Ιουνίου 2013

Κύριε Ιησού Χριστέ ελέησον με

Η Αποκάλυψις του Προσωπικού Θεού προσδίδει εις πάντα θαυμαστόν χαρακτήρα . Το είναι δεν αποτελεί προκαθωρισμένην τινά κοσμικήν διαδικασίαν , αλλά το Φως της απεριγράπτου αγάπης των Θείων και των κτιστών προσώπων . Είναι η ελευθέρα κίνησις των προσωπικών πνευμάτων , ήτις πληρούται συνετής επιγνώσεως παντός υπαρκτού και αυτοσυνειδησίας . Εκτός τούτων εις ουδέν υπάρχει νόημα , αλλά μόνον θάνατος . Η προσευχή μετά του Θείου Προσώπου , τουτέστι λαμβάνει απόλυτον χαρακτήρα . Αύτη δε εκφράζεται δια της προσευχής ημών προς τον Λόγον του Πατρός.

αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, ᾧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν

Κύριε, τοῦ Δαυΐδ καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ, ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ

εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ ᾿Ιακώβ.

ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν ᾿Εφραθᾷ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ·

εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ.

ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου·

οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

ἕνεκεν Δαυΐδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου. ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου·ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου ταῦτα, ἃ διδάξω αὐτούς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου.

ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ·

αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος,

ᾧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν·

τὴν θύραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων, τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται.

ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου·

τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.






Ψαλμός 131

Παρασκευή 14 Ιουνίου 2013

Εις αποτασσόμενους

Ἄνδρες βροτοί͵ φύγωμεν ἐκ κόσμου πλάνου. Χριστὸς καλεῖ͵ δράμωμεν· εὔπλους γὰρ βίος ζάλης͵ μεριμνῶν καὶ στροφῶν ὑπερπλέων. Φροντὶς γὰρ αὕτη τῷ μοναστῇ καὶ μόνον τυχεῖν ἐκείνου τοῦ γαληνοῦ λιμένος͵ ἐν ᾧ πέπαυται τῶν λυπηρῶν πᾶς πόνος. Ὢ πῶς πάνυμνος ὁ ξένος τούτων βίος Καὶ τίς φρόνιμος πραγματευτὴς κερδάνων; Ὃς πάντ΄ ἀφεὶς ἕλοιτο τὸν σταυρὸν φέρειν. 

Αγ.Θεοδώρου του Στουδίτου

Πέμπτη 13 Ιουνίου 2013

Γερ. Ιωσὴφ του Ησυχαστού

Δέσποτα γλυκύτατε Κύριε ἡμῶν Ἰησοῦ Χριστέ, ἐξαπόστειλον τὴν ἁγίαν σου χάριν καὶ λῦσόν με ἐκ τῶν δεσμῶν τῆς ἁμαρτίας. Φώτισόν μου τὸ σκότος τῆς ψυχῆς ὅπως κατανοήσω τὸ Σὸν ἄπειρον ἔλεος, καὶ ἀγαπήσω καὶ εὐχαριστήσω ἀξίως Σὲ τὸν γλυκύτατον Σωτῆρα μου, τὸν ἄξιον πάσης ἀγάπης καὶ εὐχαριστίας. Ναί, ἀγαθὲ εὐεργέτα μου καὶ πολυεύσπλαχνε Κύριε· μὴ ἀπώσῃ ἀφ᾿ ἡμῶν τὸ σὸν ἔλεος, ἀλλὰ σπλαχνίσθητι τὸ Σὸν πλάσμα. Γινώσκω, Κύριε, τὸ βάρος τῶν ἡμῶν πλημμελημάτων, ἀλλὰ εἶδον καὶ τὸν Σὸν ἀνείκαστον ἔλεος. Θεωρῶ τὸ σκότος τῆς ἀναισθήτου μου ψυχῆς, ἀλλὰ πιστεύω μὲ χρηστὰς ἐλπίδας, ἀναμένων θεῖόν Σου φωτισμὸν καὶ τὴν ἀπαλλαγὴν τῶν πονηρῶν οὐ κακῶν καὶ ὀλεθρίων παθῶν· τῇ πρεσβείᾳ τῆς γλυκυτάτης Σου Μητρὸς Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας καὶ πάντων τῶν Ἁγίων. Ἀμήν.

Τετάρτη 12 Ιουνίου 2013

Οσ.Ισαάκ του Σύρου

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅστις ἔκλαυσας ἐπὶ Λαζάρῳ, καὶ ἔχυσας δάκρυα λύπης καὶ συμπαθείας ἐπάνω εἰς αὐτόν, δέξαι τὰ τῆς πικρίας μου δάκρυα· ἰάτρευσον διὰ τῶν ἁγίων σου παθημάτων τὰ πάθη μου· θεράπευσον διὰ τῶν πληγῶν σου τὰς ψυχικάς μου πληγάς· διὰ τοῦ τιμίου σου αἵματος καθάρισόν μου τὸ αἷμα, καὶ ἕνωσον τὴν εὐωδίαν τοῦ ζωοποιοῦ σου σώματος τῷ σώματί μου· ἡ χολή, τὴν ὁποίαν παρὰ τῶν ἐχθρῶν ἐποτίσθης, ἂς γλυκάνῃ τὴν ψυχήν μου ἀπὸ τὴν πικρίαν, τὴν ὁποίαν ὁ ἀντίδικός μου διάϐολος μ᾿ ἐπότισε· τὸ πανάγιόν σου σῶμα, τὸ ὁποῖον ἐτανύσθη ἐπὶ τοῦ σταυροῦ, ἂς ἀναπτερώσῃ πρὸς σὲ τὸν νοῦν μου, ὅστις ἐσύρθη κάτω ὑπὸ τῶν δαιμόνων· ἡ παναγία σου κεφαλή, τὴν ὁποίαν ἔκλινας ἐπὶ τοῦ σταυροῦ, ἂς ὑψώση τὴν κεφαλήν μου, τὴν πειϋϐρισθεῖσαν ὑπὸ τῶν ἀντιπάλων δαιμόνων· αἱ πανάγιαί σου χεῖρες, αἱ καθηλωθεῖσαι ὑπὸ τῶν παρανόμων ἐν τῷ σταυρῳ, ἂς μὲ ἀναϐιϐάσωσι πρὸς σὲ ἐκ τοῦ χάσματος τῆς ἀπωλείας, καθὼς ὑπεσχέθη τὸ πανάγιόν σου στόμα· τὸ πρόσωπόν σου, τὸ δεξάμενον ραπίσματα καὶ ἐμπτύσματα ὑπὸ τῶν καταράτων Ἰουδαίων, ἂς μοῦ λαμπρύνῃ τὸ πρόσωπον, τὸ ὁποῖον ἐμολύνθη ἀπὸ τὰς ἁμαρτίας· ἡ ψυχή σου, τὴν ὁποίαν ἐπὶ τοῦ σταυροῦ ὑπάρχον, παρέδωκας εἰς τὸν πατέρα σου, ἂς μὲ ὁδηγήσῃ πρὸς σὲ διὰ τῆς χάριτός σου.
Δὲν ἔχω καρδίαν θλιϐομένην προς ἀναζήτησίν σου, δὲν ἔχω μετάνοιαν, δὲν ἔχω κατάνυξη, οὐδὲ δάκρυα, τὰ ὁποῖα ἐπαναφέρουσι τὰ τέκνα εἰς τὴν ἰδίαν αὐτῶν πατρίδα. Δὲν ἔχω, δέσποτα, δάκρυον παρακλητικόν· ἐσκοτίσθη ὁ νοῦς μου ἀπὸ τὴν ματαιότητα τοῦ κόσμου, καὶ δὲν δύναται ν᾿ ἀτενίσῃ πρὸς σὲ μετὰ πόνου· ἐψυχράνθη ἡ καρδία μου ἀπὸ τὸ πλῆθος τῶν πειρασμῶν, καὶ δὲν δύναται νὰ θερμανθῇ διὰ τῶν δακρύων τῆς πρὸς σὲ ἀγάπης.
Ἀλλὰ σύ, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, ὁ θησαυρὸς τῶν ἀγαθῶν, δώρησαί μοι τελείαν μετάνοιαν καὶ καρδίαν ἐπίπονον, ἵνα ὁλοψύχως ἐξέλθω εἰς ἀναζήτησίν σου· διότι ἄνευ σοῦ θέλω ἀποξενωθῇ ἀπὸ παντὸς ἀγαθοῦ. Χάρισαί μοι λοιπόν, ὦ ἀγαθέ, τὴν χάριν σου· ὁ πατήρ, ὅστις σ᾿ ἐγέννησεν ἐκ τῶν κόλπων αὐτοῦ ἀχρόνως καὶ ἀϊδίως, ἂς ἀνανεώσῃ εἰς ἐμὲ τὰς μορφὰς τῆς εἰκόνος σου· σ᾿ ἐγκατέλιπον, μὴ μ᾿ ἐγκαταλείπῃς· ἐχωρίσθην ἀπὸ σοῦ, ἔξελθε εἰς ἀναζήτησίν μου, καὶ εὐρὼν εἰσάγαγέ με εἰς τὰς νομάς σου, καὶ συναρίθμησόν με μετὰ τῶν προϐάτων τῆς ἐκλεκτῆς σου ποίμνης, καὶ διάθρεψόν με μετ᾿ αὐτῶν ἐκ τῆς χλόης τῶν θείων σου μυστηρίων, τῶν ὁποίων ὑπάρχει κατοικητήριον ἡ καθαρὰ καρδία, εἰς τὴν ὁποίαν ἀναφαίνεται ἡ ἔλλαμψις τῶν ἀποκαλύψεών σου, ἡ ὁποία ἔλλαμψις εἶναι παρηγορία καὶ ἀναψυχὴ τῶν κοπιώντων διὰ σὲ ἐν θλίψεσι καὶ διαφόροις μάστιξι· τῆς ὁποίας ἐλλάμψεως εἴθε ν᾿ ἀξιωθῶμεν καὶ ἡμεῖς διὰ τῆς χάριτος καὶ φιλανθρωπίας σου, τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τρίτη 11 Ιουνίου 2013

...

Καν'την καρδιά μου όμορφη
Καν'την δικό Σου κήπο
Καν'τηνα μοναστήρι Σου,
Γλυκιά Παραμυθία..