Κυριακή 7 Ιουλίου 2013

Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλη τῇ φωνῇ.
Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου·
καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί,
καὶ θνήσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί·
ἀλλ᾽ ὡς θυσίαν ἄμωμον προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι.
Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

Σάββατο 6 Ιουλίου 2013

μηκέτι ἐμαυτῷ ζῶ, ἀλλὰ σοὶ τῷ ἡμετέρῳ Δεσπότῃ καὶ εὐεργέτῃ

Μαρία Μήτηρ Θεου, της ευωδίας το σεπτον σκήνωμα, ταις Σαις ευχαις, σκευος εκλογης με απέργασαι, όπως των αγιασμάτων μετέχω του τόκου Σου.

Παρασκευή 5 Ιουλίου 2013

Αγ.Γρηγορίου του Παλαμά

Ὑπεράγαθε Δέσποινα Θεοτόκε,
ἐπάκουσον τῆς οἰκτρᾶς μου δεήσεως
καί μή καταισχύνης μέ ἀπό τῆς προσδοκίας μου,
ἡ μετά Θεόν ἐλπίς πάντων τῶν περάτων τῆς γής.
Τόν βρασμόν τῆς σαρκός μου κατασβεσον.
Τόν ἐν τή ψυχή μου ἀγριότατον κλύδωνα κατεύνασον.
Τόν πικρόν θυμόν καταπράϋνον.
Τόν τύφον καί τήν ἀλαζονείαν τῆς ματαίας οἰήσεως
ἐκ τοῦ νοός μου ἀφάνισον.
Τάς νυκτερινᾶς φαντασίας τῶν πονηρῶν πνευμάτων
καί τάς μεθημερινᾶς τῶν ἀκαθάρτων ἐννοιῶν προσβολᾶς
ἐκ τῆς καρδίας μου μείωσον.
Παίδευσον μέ τήν γλώσσαν λαλεῖν τά συμφέροντα.
Δίδαξον τούς ὀφθαλμούς μου
βλέπειν ὀρθῶς τῆς ἀρετῆς τήν εὐθύτητα.
Τούς πόδας μου τρέχειν ἀνυποσκελίστως
ποίησον τήν μακαρίαν ὁδόν τῶν τοῦ Θεοῦ ἐντολῶν.
Τάς χείρας μου ἁγιασθῆναι παρασκεύασον,
ἴνα ἀξίως αἴρω αὐτᾶς πρός τόν Ὕψιστον.
Καθαρόν μου τό στόμα,
ἴνα μετά παρρησίας ἐπικαλεῖται Πατέρα
τόν φοβερόν Θεόν καί πανάγιον.
Ἀνοιξόν μου τά ὦτα, ἴνα ἀκούω αἰσθητῶς καί νοητῶς
τά ὑπέρ μέλι καί κηρίον γλυκύτερα τῶν ἁγίων Γραφῶν λόγια ,
καί βιῶ κάτ ‘ αὐτά ἀπό σου κραταιούμενος.
…Δία γάρ σου, πανύμνητε καί ὑπεράγαθε Δέσποινα,
περισώζεται πάσα βροτεία φύσις αἰνοῦσα καί εὐλογοῦσα
Πατέρα, Υἱόν καί Ἅγιον Πνεῦμα,
τήν παναγίαν Τριάδα καί ὁμοούσιον,
πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ἀμήν.

Πέμπτη 4 Ιουλίου 2013

Ἀλλὰ κόπασον, Κύριε· ἄνες, Κύριε· ἱλάσθητι, Κύριε


Μή μοι γένοιτο μετὰ τῶν ἄλλων πληγῶν, καὶ ταῦτα ὀνειδισθῆναι παρὰ τοῦ Ἀγαθοῦ, πορευομένου πρὸς μὲ θυμῷ πλαγίῳ διὰ τὴν ἐμὴν πλαγιότητα· Ἐπάταξα ὑμᾶς ἐν ἰκτέρῳ, καὶ ἐν πυρώσει, καὶ σφακελισμῷ· καὶ οὐδὲν πλέον. Ἔξωθεν ἠτέκνωσεν ὑμᾶς μάχαιρα, καὶ οὐδ᾿ ὣς ἐπεστρέψατε πρός με, λέγει Κύριος. Μὴ γενοίμην ἀμπελὼν τοῦ ἠγαπημένου, μετὰ τὸ φυτευθῆναι καὶ χαρακωθῆναι, καὶ φραγμῷ, καὶ πύργῳ, καὶ πᾶσιν ἀσφαλισθῆναι, ὡς ἐνῆν μάλιστα, χερσομανῶν καὶ ἀκανθοφορῶν, καὶ διὰ τοῦτο καταφρονούμενος, ὡς καθαιρεθῆναι τὸν πύργον, καὶ περιαιρεθῆναι τὸν φραγμὸν, καὶ μὴ τμηθῆναι, μηδὲ σκαφῆναι, ἀλλὰ γενέσθαι πᾶσιν εἰς διαρπαγὴν, καὶ κοινὴν ὕβριν, καὶ καταπάτημα. Ταῦτα μὲν ὁ ἐμὸς φόβος καὶ λόγος· καὶ οὕτως ἐγὼ δυσφορῶ πρὸς τὴν πληγὴν, καὶ τοιαύτην εὔχομαι τὴν εὐχὴν, ἣν καὶ προσθήσω τοῖς εἰρημένοις· Ἡμάρτομεν, ἠνομήσαμεν, ἠσεβήσαμεν, ὅτι ἐπελαθόμεθα τῶν ἐντολῶν σου, καὶ ὀπίσω τῆς διανοίας ἡμῶν τῆς πονηρᾶς ἐπορεύθημεν· ὅτι ἀναξίως τῆς κλήσεως καὶ τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ σου πεπολιτεύμεθα, καὶ τῶν ἁγίων αὐτοῦ παθημάτων, καὶ τῆς ὑπὲρ ἡμῶν κενώσεως· ὅτι ἐγενήθημεν ὄνειδος τῷ ἀγαπητῷ σου. Ἱερεὺς καὶ λαὸς ἐξέστημεν ἐπὶ τὸ αὐτό· πάντες ἐξεκλίναμεν, ἅμα ἠχρειώθημεν. Οὐκ ἔστι ποιῶν κρῖμα καὶ δικαιοσύνην, οὐκ ἔστιν ἕως ἑνός. Ἀπεκλείσαμεν τοὺς οἰκτιρμούς σου, καὶ τὴν φιλανθρωπίαν σου, καὶ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, διὰ τὴν κακίαν ἡμῶν, καὶ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων ἡμῶν, μεθ᾿ ἧς ἀνεστράφημεν. Σὺ χρηστὸς, ἀλλ᾿ ἡμεῖς ἠνομήσαμεν· σὺ μακρόθυμος, ἀλλ᾿ ἡμεῖς πληγῶν ἄξιοι. Γινώσκομέν σου τὴν ἀγαθότητα, καίπερ ἀσυνετοῦντες· ὀλίγα ὧν ἡμάρτομεν μεμαστιγώμεθα. Σὺ φοβερός, καὶ τίς ἀντιστήσεταί σοι; τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ μεγέθει βραχίονός σου τίς ἀντερίσει; Ἐὰν κλείσῃς τὸν οὐρανὸν, τίς ἀνοίξει; καὶ ἐὰν λύσῃς τοὺς καταῤῥάκτας σου, τίς συνέξει; Κοῦφον ἐν ὀφθαλμοῖς σου πτωχίσαι καὶ πλουτίσαι, ζωῶσαι καὶ θανατῶσαι, πατάξαι καὶ ἰάσασθαι· καὶ τὸ θελῆσαί σου, πρᾶξίς ἐστι συντετελεσμένη. Σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν, λέγει τις τῶν πάλαι ἀνθομολογούμενος. Ἐμοὶ δὲ καὶ τὸ ἐναντίον καιρὸς εἰπεῖν· Ἡμεῖς ἡμάρτομεν, καὶ σὺ ὠργίσθης· διὰ τοῦτο ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν. Ἀπέστρεψας τὸ πρόσωπόν σου, καὶ ἀτιμίας ἐπλήσθημεν. Ἀλλὰ κόπασον, Κύριε· ἄνες, Κύριε· ἱλάσθητι, Κύριε· μὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὰς ἀνομίας ἡμῶν, μηδὲ διὰ τῶν ἡμετέρων παιδεύσῃς ἄλλους μαστίγων, ἐνὸν ἡμᾶς διὰ τῆς ἑτέρων βασάνου σωφρονισθῆναι· τίνων τούτων; Ἐθνῶν τῶν οὐ γινωσκόντων σε, καὶ βασιλειῶν, αἳ τῷ σῷ κράτει οὐχ ὑπετάγησαν. Ἡμεῖς δὲ λαός σου, Κύριε, καὶ ῥάβδος κληρονομίας σου. Διὰ τοῦτο παίδευσον ἡμᾶς, πλὴν ἐν χρηστότητι, καὶ μὴ ἐν τῷ θυμῷ σου· ἵνα μὴ ὀλιγοστοὺς ἡμᾶς ποιήσῃς, καὶ παρὰ πάντας τοὺς κατοικοῦντας τὴν γῆν, ἐξουδένωμα.

Αγ.Γρηγορίου του Θεολόγου

Τετάρτη 3 Ιουλίου 2013

Ικεσία κβ΄



Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου [...].

ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου
καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός,
καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου
καὶ τὸ πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.
ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου
καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. [...]

θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον,
καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην
ὁ Θεὸς οὐκ ἐξουδενώσει.

Τρίτη 2 Ιουλίου 2013

Ψυχή μου

Ψυχή μου ψυχή μου, ἀνάστα, τί καθεύδεις; 
τὸ τέλος ἐγγίζει, καὶ μέλλεις θορυβεῖσθαι,
ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός, 
ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.


Δευτέρα 1 Ιουλίου 2013

Ικεσία κα΄



Τοῦ εὐχαρίστως ἀνυμνεῖν ἐκ καρδίας, 
καὶ ἐξαιτεῖσθαι ἐκτενῶς Θεοτόκε, 
τὰ σὰ ἐλέη δώρησαι τοῖς δούλοις σου, 
κράζουσι καὶ λέγουσι· Παναγία Παρθένε, 
πρόφθασον καὶ λύτρωσαι, ἐξ ἐχθρῶν ἀοράτων, 
καὶ ὁρατῶν καὶ πάσης ἀπειλῆς· 
σὺ γὰρ ὑπάρχεις, ἡμῶν ἡ ἀντίληψις.