Σάββατο 13 Ιουλίου 2013

Αγίου Ιωάννου του Σιναΐτου


Ὥσπερ ἀγάπη ὁ Θεὸς ὀνομάζεται, οὕτως καὶ εὐθύτης. Διὸ ὁ σοφὸς ἐν τοῖς ᾌσμασί φησι πρὸς τὴν καθαρὰν καρδίαν· Εὐθύτης ἠγάπησέ σε. Καὶ πάλιν ὁ τούτου πατήρ· Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος. Καὶ τοὺς συνωνύμους αὐτοῦ σώζεσθαι λέγει· φησὶ γάρ· Τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. Καὶ πάλιν· Εὐθύτητας ψυχῶν εἶδε, καὶ ἐπεσκέψατο τὸ πρόσωπον αὐτοῦ.

....

Πάντες οἱ τὸν Κύριον ἑαυτοῖς ἐπισπάσασθαι βουλόμενοι, ἁπλῶς καὶ ἀπλάστως, καὶ ἀποικίλως, καὶ ἀπονήρως ὡς διδασκάλῳ ἐν τοῖς μαθήμασιν ἀπεριέργως προσέλθωμεν. Ἁπλοῦς γὰρ ὢν, καὶ ἀσύνθετος, ἁπλᾶς τινας καὶ ἀκεραίους τὰς ἑαυτῷ προσερχομένας ψυχὰς εἶναι βούλεται. Οὐκ ἔστι γὰρ ἁπλότητα ἀπηλλαγμένην ταπεινώσεως θεάσασθαί ποτε.

......

Ἁπλοῦς μοναχὸς, ἄλογον λογικὸν, ὑπήκοον, τὸ οἰκεῖον φορτίον τελείως τῷ ἄγοντι ἀποθέμενος. Οὐκ ἀντείπει ζῶον τῷ δεσμοῦντι· οὐδὲ ψυχὴ εὐθὴς τῷ ἐπιστατοῦντι· ἕπεται τῷ ἕλκοντι ὡς βούλεται, καὶ μέχρι θύσεως ἀντιλέγειν οὐκ ἐπίσταται.

Παρασκευή 12 Ιουλίου 2013

Προς Τιμόθεον κεφ. Α

ΟΣΟΙ εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται. οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν, ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσι καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι.  Ταῦτα δίδασκε καὶ παρακάλει. εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῇ κατ' εὐσέβειαν διδασκαλίᾳ,  τετύφωται, μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημίαι, ὑπόνοιαι πονηραί,  παραδιατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν. ἀφίστασο ἀπὸ τῶν τοιούτων.  ἔστι δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας.  οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα·  ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.  οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν.  ρίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς.  Σὺ δέ, ὦ ἄνθρωπε τοῦ Θεοῦ, ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πρᾳότητα.  ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως· ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν καὶ ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων.  παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν,  τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,  ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων,  ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον· ἀμήν.  Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ' ἐν τῷ Θεῷ τῷ ζῶντι, τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν, ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς,  ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς αἰωνίου ζωῆς.  Ὦ Τιμόθεε, τὴν παρακαταθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως,  ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν. Ἡ χάρις μετὰ σοῦ· ἀμήν.

Πέμπτη 11 Ιουλίου 2013

Ικεσία κγ΄



Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα...
Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νῦν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν...
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

Τετάρτη 10 Ιουλίου 2013

Ἴασαι τῆς ψυχῆς μου τόν πόνον, Παναγία, ἡ Ὀρθοδόξων προστάτης καί πρόμαχος· Σῆ γάρ προσπίπτω, Κόρη, τῇ Σῇ ἐπιστασίᾳ καί γηθοσύνως κραυγάζω Σοι· ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.



Ἄχραντε Θεοτόκε, Παρθένε παναγία Ἁγνὴ εὐλογημένη, Θεόνυμφε Μαρία Ἀνύμφευτε Παρθένε Θεῷ κεχαρισμένη, Κόρη δεδοξασμένη καὶ κεχαριτωμένη, Προσπίπτω Σοι κραυγάζων, Δέσποινα, φύλαξόν με, Τῶν ὀδυνῶν μου ῥῦσαι, πυρὸς ἐξάρπασόν με, Ἡ τὸν Θεὸν ἀφράστως, Παρθένε, συλλαβοῦσα Καὶ ὡς υἱὸν ἐν χρόνῳ τὸν ἄχρονον τεκοῦσα, Αὐτὸν, ἐκδυσωπῶ Σε, δυσώπει Σαῖς πρεσβείαις Καὶ λύτρωσαί με, Κόρη, ἐκ πάσης δυσμενείας. Ἀντιλαβοῦ μου, Κόρη, ἀντιβολῶ Σε, ῥῦσαι Ἐν δεξιοῖς τῆς δόξης τοῦ δικαστοῦ μου στῆσον.

Τρίτη 9 Ιουλίου 2013

Aγ.Νικοδήμου του Αγιορείτου

Θέλοντας νὰ προστρέξης στὴν Θεοτόκο μὲ πίστι καὶ θάρρος γιὰ κάθε σου ἀνάγκη, μπορεῖς νὰ τὸ πετύχης ὅταν σκεφθῇς:
Α´) Ὅτι ὅλα ἐκεῖνα τὰ δοχεῖα (ὅπως τὸ γνωρίζεις ἀπὸ τὴν πεῖρα σου) στὰ ὁποῖα ἔχει τοποθετηθῆ μόσχος ἢ ἄλλο παρόμοιο ἄρωμα πολύτιμο, μολονότι δὲν ὑπάρχει μέσα τους τὸ ἄρωμα, τὰ ἀγγεῖα αὐτὰ διατηροῦν τὴν εὐωδία τοῦ ἀρώματος ἐκείνου. Καὶ ὅσο περισσότερο χρονικὸ διάστημα παρέμεινε τὸ ἄρωμα μέσα στὸ δοχεῖο, τόσο περισσότερο τὰ δοχεῖα ἐκεῖνα διατηροῦν τὴν εὐωδία· καὶ μάλιστα τόσο περισσότερο εὐωδιάζουν ἐκεῖνα, ὅσο περισσότερο παραμείνει τὸ ἄρωμα μέσα, μολονότι ἐκεῖνος ὁ μόσχος ἢ τὸ παρόμοιο ἄρωμα εἶναι μιᾶς περιοριστικῆς καὶ περιωρισμένης δυνάμεως. Παρόμοια νὰ σκεφθῇς ὅτι καὶ ἕνας ποὺ στέκεται κοντὰ σὲ μία μεγάλη πυρκαϊά, διατηρεῖ τὴν θερμότητα γιὰ πολὺ καιρὸ καὶ μετὰ τὴν ἀπομάκρυνσί του ἀπὸ τὴν φωτιά. Καὶ ἐπειδὴ αὐτὰ εἶναι ἀληθινά, ἄραγε ἀπὸ ποιὰ ἄρρητη εὐωδία φιλανθρωπίας, ἀπὸ ποιὰ φλόγα ἀγάπης καὶ ἀπὸ ποιοὺς λογισμοὺς ἐλέους καὶ εὐσπλαγχνίας μποροῦμε νὰ ποῦμε ὅτι εἶναι γεμάτα τὰ σπλάγχνα τῆς Θεοτόκου, ποὺ γιὰ ἐννέα μῆνες κράτησε στὰ σπλάγχνα της τὸ Χριστό, τὸ ἀκένωτο μύρο, ποὺ κρατεῖ πάντοτε στὸ στῆθος της καὶ στὴν ἀγάπη της, τὸν Υἱὸ τοῦ Θεοῦ, ποὺ εἶναι ἡ ἴδια ἡ αὐτοαγάπη καὶ τὸ ἴδιο αὐτοέλεος καὶ αὐτοευσπλαγχνία καὶ ὄχι περιορισμένης δυνάμεως καὶ μικρῆς διάρκειας, ἀλλὰ ἀτέλειωτης καὶ ἀπεριόριστης;
Ἔτσι ὅπως ὅποιος ἀγγίζει στὰ δοχεῖα ποὺ ἔχουν τὸ μύρο, δέχεται τὴν εὐωδία πάνω του, καὶ ὅποιος πλησιάζει σὲ μία μεγάλη πυρκαϊά, δὲν μπορεῖ παρὰ νὰ δεχθῆ ἀπὸ τὴν θερμότητά της, ἔτσι καὶ πολὺ περισότερο κάθε φτωχὸς ποὺ ἔχει ἀνάγκη καὶ πλησιάζει μὲ ταπείνωσι καὶ πίστι στὸ οὐράνιο μύρο, στὴν φωτιὰ τῆς ἀγάπης, τοῦ ἐλέους καὶ τῆς εὐσπλαγχνίας, ποὺ πάντοτε εὐωδιάζει καὶ πάντοτε ἀνάβει στὸ στῆθος τῆς Παρθένου, ὁπωσδήποτε θὰ δεχθῆ βοήθειες, εὐεργεσίες καὶ χάριτες, τόσο περισσότερες, ὅσο περισσότερο συχνὰ καὶ μὲ μεγαλύτερη πίστι καὶ θάρρος πλησιάση.
Β´) Ὅτι κανένα κτίσμα δὲν ἀγάπησε τόσο τὸν Ἰησοῦ Χριστό, τὸν Υἱὸ τοῦ Θεοῦ, οὔτε συμμορφώθηκε τόσο μὲ τὸ θέλημά Του, ὅσο ἡ Παναγία του Μητέρα, ἀφενὸς μὲν διότι τὸν γέννησε μόνη χωρὶς ἄνδρα, ἀφετέρου διότι γέννησε μόνο αὐτὸν καὶ κανένα ἄλλον, καὶ ἔτσι δὲν μοιράσθηκε καθόλου μὲ ἄλλον ἡ ἀγάπη της. Ἂν λοιπὸν αὐτὸς ὁ Υἱὸς τοῦ Θεοῦ καὶ ἀγαπητὸς Υἱὸς τῆς Παρθένου, ἔδωσε ὅλη του τὴ ζωὴ καὶ ὅλο του τὸν ἑαυτὸ γιὰ τὶς ἀνάγκες ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἔδωσε τὴν μητέρα του ὡς μητέρα μας καὶ συνήγορο γιὰ νὰ μᾶς βοηθᾷ, καὶ μετὰ ἀπὸ αὐτὸν ἀποτελεῖ μέσον τῆς σωτηρίας μας, πῶς καὶ μὲ ποιὸ τρόπο θὰ μπορέσῃ κάποτε αὐτὴ ἡ ἀγαπημένη του μητέρα καὶ δική μας συνήγορος νὰ γίνῃ ἀποστάτης τῆς θελήσεως τοῦ τόσο ἀγαπημένου της Υἱοῦ καὶ νὰ μὴ μᾶς βοηθήσῃ;
Γι᾿ αὐτὸ ἀγαπητέ, πρόστρεχε, πρόστρεχε μὲ θάρρος γιὰ κάθε σου ἀνάγκη στὴν Παναγία Θεοτόκο. Γιατὶ ἐκείνη ἡ ἐπιστοσύνη καὶ τὸ θάρρος ποὺ δείχνεις σ᾿ αὐτήν, εἶναι πλούσια καὶ μακαρία καὶ ἀσφαλὲς καταφύγιο καὶ πάντοτε δίνει στὴν καρδιά σου χάριτες καὶ ἐλεημοσύνες.
Αόρατος Πόλεμος

Δευτέρα 8 Ιουλίου 2013

Ἔγγισον ἡμῖν, ἔγγισον ὁ πανταχοῦ

Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου, Ἰησοῦ, ἐν τῷ ἀκηδιάσαι τὰ πνεύματα ἡμῶν, μὴ χωρίζου τῶν ψυχῶν ἡμῶν ἐν θλίψεσι, μὴ μακρύνου τῶν φρενῶν ἡμῶν ἐν περιστάσεσιν, ἀλλὰ ἀεὶ ἡμᾶς πρόφθασον. Ἔγγισον ἡμῖν, ἔγγισον ὁ πανταχοῦ, ὥς περ καὶ τοῖς Ἀποστόλοις σου πάντοτε συνῇς, οὕτω καὶ τοῖς σὲ ποθοῦσιν ἕνωσον σαυτὸν οἰκτίρμον, ἵνα συνημμένοι σοι ὑμνῶμεν, καὶ δοξολογῶμεν τὸ πανάγιόν σου Πνεῦμα.

Κυριακή 7 Ιουλίου 2013

Ἀλληλούϊα.

Ψαλμός 151ος

[οὗτος ὁ ψαλμὸς ἰδιόγραφος εἰς Δαυΐδ καὶ ἔξωθεν τοῦ ἀριθμοῦ• ὅτε ἐμονομάχησε τῷ Γολιάθ.]

ΜΙΚΡΟΣ ἤμην ἐν τοῖς ἀδελφοῖς μου καὶ νεώτερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου• ἐποίμαινον τὰ πρόβατα τοῦ πατρός μου.
2 αἱ χεῖρές μου ἐποίησαν ὄργανον, καὶ οἱ δάκτυλοί μου ἥρμοσαν ψαλτήριον. 
3 καὶ τίς ἀναγγελεῖ τῷ Κυρίῳ μου; αὐτὸς Κύριος, αὐτὸς εἰσακούσει. 
4 αὐτὸς ἐξαπέστειλε τὸν ἄγγελον αὐτοῦ καὶ ἦρέ με ἐκ τῶν προβάτων τοῦ πατρός μου καὶ ἔχρισέ με ἐν τῷ ἐλαίῳ τῆς χρίσεως αὑτοῦ. 
5 οἱ ἀδελφοί μου καλοὶ καὶ μεγάλοι, καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς ὁ Κύριος. 
6 ἐξῆλθον εἰς συνάντησιν τῷ ἀλλοφύλῳ, καὶ ἐπικατηράσατό με ἐν τοῖς εἰδώλοις αὐτοῦ• 
7 ἐγὼ δέ, σπασάμενος τὴν παρ᾿ αὐτοῦ μάχαιραν, ἀπεκεφάλισα αὐτὸν καὶ ἦρα ὄνειδος ἐξ υἱῶν Ἰσραήλ.

--------------

Ψυχή μου,
μη φοβού πού 'σαι μικρή,
μη σκιάζεσαι τους γίγαντες,
Θαρσει,
ζεί Κύριος ο Θεός
και άγνωσται αι βουλαί Αυτού.