Δευτέρα 7 Οκτωβρίου 2013

Ψαλμ. 110

Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ.
μεγάλα τὰ ἔργα Κυρίου, ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ·
ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, 
καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ, ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος·
ροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν, μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ.
ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλε τῷ λαῷ αὐτοῦ τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐθνῶν.
ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις· πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ,
ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι.
λύτρωσιν ἀπέστειλε τῷ λαῷ αὐτοῦ, 
ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὐτοῦ· 
ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ.
ἀρχὴ σοφίας φόβος Κυρίου, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. 
ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.


Κυριακή 6 Οκτωβρίου 2013

Αγ.Ιωάννου του Χρυσοστόμου

Διὸ νήφωμεν͵ παρακαλῶ͵ καὶ εἰδότες αὐτοῦ τὰς ἐπιβουλὰς͵ μάλιστα κατὰ τὸν καιρὸν ἐκεῖνον σπουδάζωμεν͵ ὡσανεὶ παρόντα καὶ πρὸ τῶν ὀφθαλμῶν ἡμῶν ἑστῶτα ὁρῶντες͵ οὕτως αὐτὸν διακρούεσθαι͵ καὶ πάντα λογισμὸν διατα ράττοντα ἡμῶν τὴν διάνοιαν ἀπωθεῖσθαι͵ καὶ ὅλους ἑαυ τοὺς συντείνειν͵ καὶ ἀκριβῆ ποιεῖσθαι τὴν ἔντευξιν͵ ἵνα μὴ μόνον ἡ γλῶττα φθέγγηται͵ ἀλλὰ καὶ ἡ διάνοια συμ βαίνῃ τοῖς λεγομένοις. Ἐὰν γὰρ ἡ γλῶττα μὲν προφέρῃ τὰ ῥήματα͵ ἡ δὲ διάνοια ἔξω ῥέμβηται͵ τὰ κατὰ τὴν οἰκίαν περισκοποῦσα͵ τὰ κατὰ τὴν ἀγορὰν φανταζομένη͵ οὐδὲν ἡμῖν ὄφελος ἔσται͵ τάχα δὲ καὶ πλείων ἡ κατάκρι σις. Εἰ γὰρ ἀνθρώπῳ προσιόντες τοσαύτην ἐπιδεικνύ μεθα τὴν σπουδὴν͵ ὡς μηδὲ τοὺς πλησίον παρεστῶτας πολλάκις ὁρᾷν͵ ἀλλὰ συντείνειν ἑαυτῶν τὴν διάνοιαν͵ κἀκεῖνον μόνον φαντάζεσθαι͵ ᾧ προσίωμεν· πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ τοῦτο ποιεῖν ἡμᾶς χρὴ͵ καὶ συνε χῶς καὶ ἀδιαλείπτως ταῖς προσευχαῖς προσκαρτερεῖν. Διὰ γὰρ τοῦτο καὶ Παῦλος γράφων ἔλεγε͵ Προσευχό μενοι ἐν παντὶ καιρῷ͵ προσεύχεσθε καὶ ἐν πνεύ ματι·ῃ μὴ γλώσσῃ μόνον͵ καὶ μετὰ ἀγρυπνίας διηνε κοῦς͵ φησὶν͵ ἀλλὰ καὶ ἐν αὐτῇ τῇ ψυχῇ͵ Ἐν πνεύματι.ῃ Πνευματικὰ γὰρ͵ φησὶν͵ ἔστω ὑμῶν τὰ αἰτήματα͵ νη φέτω ὁ λογισμὸς͵ συντεινέσθω ἡ διάνοια τοῖς λεγομέ νοις. Τοιαῦτα αἰτεῖσθε͵ οἷα εἰκὸς παρὰ τοῦ Θεοῦ αἰτεῖν͵ ἵνα καὶ τῶν αἰτουμένων ἐπιτύχητε· καὶ εἰς αὐτὸ ἀγρυ πνῆτε διεγηγερμένοι͵ νήφοντες͵ ἐγρηγορότες τὴν διά νοιαν͵ μὴ χασμώμενοι͵ καὶ κνώμενοι͵ καὶ ὧδε κἀκεῖσε τὸν λογισμὸν περιαγόμενοι͵ ἀλλὰ μετὰ φόβου καὶ τρό μου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε. 

Σάββατο 5 Οκτωβρίου 2013

Αγ.Νεκταρίου Πενταπόλεως

Σύ βοηθός ἁμαρτωλῶν,
παράκλησις πασχόντων,
Σύ ὀρφανῶν ἀντίληψις,
ἐνίσχυσις καμνόντων.
Χειμαζομένων εἰ λιμήν,
πτωχῶν παρηγοριά,
ἀβοηθήτων δύναμις,
χηρῶν παραμυθία.
Σύ εὐσεβῶν τό στήριγμα,
ἐλπίς ἀπηλπισμένων,
τῶν ἐναθλούντων ἔρεισμα,
χαρά τῶν τεθλιμμένων.
Σύ σκέπη καί ἀντίληψις
τῶν Σοί καταφευγόντων,
Σύ εἰ στερέωμα πιστῶν,
ρύστις κινδυνευόντων.
Σήν κραταιάν ἀντίληψιν
παράσχου μοί, Κυρία,
ἐπί τήν Σήν ἐνίσχυσιν
θαρρῶ, ὤ Παναγιά.
Σύ σκέπε, φρουρεῖ, φύλαττε,
ἀπό παντός κινδύνου,
Σύ τῶν παγίδων ρύσαι μέ
τοῦ δυσμενοῦς ἐκείνου.
Σύ μοί γενού βοήθεια,
σθένος καί προστασία,
Σύ μοί, Παρθένε, ἄχραντε,
γενού μοί σωτηρία.
Σέ δυσωπῶ μεσίτευσον
πρός λύσιν ὀφλημάτων
τῷ Σῷ Υἱῶ καί ἄφεσιν
πολλῶν πλημμελημάτων,
Κόρη σεμνή Βασίλισσα,
κόσμου ἡ σωτηρία.
Σύ ἔσο μοί παράκλησις,
χαρά, παραμυθία,
ἴνα ἀπαύστως ἐν χαρᾷ
ὑμνῶ τό ὄνομά Σου,
καί ψάλλων μεγαλύνω Σέ
καί τά θαυμάσια Σου.

Παρασκευή 4 Οκτωβρίου 2013

Aγ.Εφραίμ του Σύρου

Καθώς η αρχή και το τέλος των αγαθών είναι η ταπεινοφροσύνη, ούτως η αρχή και το τέλος των κακών είναι η υψηλοφροσύνη. Πανούργο δε και πολύμορφο είναι το ακάθαρτο αυτό πνεύμα της υπερηφάνειας· γι’ αυτό αγωνίζεται να υποδουλώσει τους πάντες και σε καθένα στήνει ιδιαίτερη παγίδα· το σοφό ζητεί να τον παγιδεύσει με τη σοφία· τον ισχυρό με την ισχύ· τον όμορφο με την ομορφιά· τον εύγλωττο με την ευγλωττία, τον καλλίφωνο με την καλλιφωνία.
Ομοίως δεν σταματά από το να πειράζει και αυτούς που καταγίνονται με τα πνευματικά· αυτόν που αποτάσσεται τον κόσμο με την αποταγή· τον εγκρατή με την εγκράτεια, τον ακτήμονα με την ακτημοσύνη· τον πολυμαθή με την πολυμάθεια· τον ευλαβή με την ευλάβεια…
Γι’ αυτό και ο Κύριος επειδή γνωρίζει το δεινό αυτό πάθος,έδωσε σε μας την ταπεινοφροσύνη σαν τρόπαιο κατ’ αυτού, όταν είπε· «Όταν κάνετε όλα όσα έχουν διαταχθεί σε σας, να λέτε ότι είμαστε αχρείοι δούλοι»…

Πέμπτη 3 Οκτωβρίου 2013

Αγ.Γρηγορίου Νύσσης

Λογισώμεθα τοίνυν πότε μᾶλλον τῷ ἀρχετύπῳ κάλλει προσεγγίζει ἡ ἀνθρωπίνη φύσις͵ ἐν τῷ διὰ σαρκὸς ζῆν ἢ ὅταν ἔξω ταύτης γενώμεθα. ἀλλὰ παντὶ δῆλον τὸ τοιοῦτόν ἐστιν͵ ὅτι ὥσπερ ἡ σὰρξ ὑλώδης οὖσα τῇ ὑλικῇ ταύτῃ ζωῇ προσῳκείωται͵ οὕτω καὶ ἡ ψυχὴ τότε μετέχει τῆς νοερᾶς καὶ ἀΰλου ζωῆς͵ ὅταν τὴν περιέχουσαν αὐτὴν ὕλην ἀποτινάξη ται. τί οὖν ἐν τούτοις συμφορᾶς ἐστιν ἄξιον; εἰ μὲν γὰρ σῶμα ἦν τὸ ἀληθῶς ἀγαθὸν͵ δυσχεραίνειν ἡμᾶς ἔδει πρὸς τὴν τῆς σαρκὸς ἀλλοτρίωσιν ὡς ἐκπιπτόντων ἡμῶν ἐκείνου συναπο βαλλομένης πάντως μετὰ τοῦ σώματος καὶ τῆς πρὸς τὸ ἀγαθὸν οἰκειότητος. ἐπειδὴ δὲ νοερόν τε καὶ ἀσώματον τὸ ὑπὲρ πᾶσαν ἔννοιαν ἀγαθὸν οὗ κατ΄ εἰκόνα γεγόναμεν͵ ἀκόλουθον ἂν εἴη πεπεῖσθαι͵ ὅταν διὰ τοῦ θανάτου πρὸς τὸ ἀσώματον μεταβαίνωμεν͵ προσεγγίζειν ἐκείνῃ τῇ φύσει ἣ πάσης σωματικῆς παχυμερείας κεχώρισται͵ καὶ οἷόν τι προσωπεῖον εἰδεχθὲς τὴν σαρκώδη περιβολὴν ἐκδυομένους εἰς τὸ οἰκεῖον ἐπανιέναι κάλλος͵ ἐν ᾧ κατ΄ ἀρχὰς ἐμορφώθημεν κατ΄ εἰκόνα τοῦ ἀρχετύπου γενόμενοι. ἡ δὲ τοιαύτη διάνοια εὐφροσύνης οὐ κατηφείας γένοιτ΄ ἂν τοῖς λεγομένοις ὑπόθεσις͵ ὅτι τὴν ἀναγκαίαν ταύτην λειτουργίαν ἀποπληρώσας ὁ ἄνθρωπος οὐκέτι ἐν ἀλλοτρίοις ζῇ ἀποδοὺς μὲν ἑκάστῳ τῶν στοιχείων τὸ ἴδιον ὃ παρ΄ αὐτῶν ἠρανίσατο͵ εἰς δὲ τὴν οἰκείαν αὐτῷ καὶ κατὰ φύσιν ἐπανελθὼν ἑστίαν τὴν καθαρὰν καὶ ἀσώματον. ξένη γάρ τίς ἐστιν ὄντως καὶ ἀλλοδαπὴς τῇ ἀσωμάτῳ φύσει ἡ τοῦ σώματος ὕλη͵ ᾗ κατ΄ ἀνάγκην ὁ νοῦς ἐν τῇ ζωῇ ταύτῃ συμπεπλεγμένος ἐνταλαιπωρεῖ τῷ ἀλλοφύλῳ βίῳ συνδιαιτώμενος. τῆς γὰρ τῶν στοιχείων πρὸς ἄλληλα συμπλοκῆς ὥσπερ τινῶν ἀλλογλώσσων τε καὶ ἀπεξενωμένων τοῖς ἤθεσιν ἀνθρώπων ἐκ διαφόρων ἐθνῶν ἕνα δῆμον ἀνα πληρούντων βεβιασμένη τε καὶ ἀσύμφωνος γίνεται ἡ κοινωνία͵ ἰσχὺν ἑαυτοῦ δι΄ ἡσυχίας ἀναλαμβάνων.

Τετάρτη 2 Οκτωβρίου 2013

Προς Ρωμαίους κεφ 14

13 Μηκέτι οὖν ἀλλήλους κρίνωμεν, ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. 
14 οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ ᾿Ιησοῦ ὅτι οὐδὲν κοινὸν δι᾿ αὐτοῦ· εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν. 
15 εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανε. 
16 μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν. 
17 οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν Πνεύματι ῾Αγίῳ· 
18 ὁ γὰρ ἐν τούτοις δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ Θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις. 
19 ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους. 
20 μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ. πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι. 
21 καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ. 
22 σὺ πίστιν ἔχεις; κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ Θεοῦ. μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει. 
23 ὁ δὲ διακρινόμενος ἐὰν φάγῃ, κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν. 

Τρίτη 1 Οκτωβρίου 2013

Προς Ρωμαίους κεφ. 14

1 Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. 
2 ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. 
3 ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω· ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο. 
4 σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ Κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν. 
5 ὃς μὲν κρίνει ἡμέραν παρ᾿ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν. ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω. 
6 ὁ φρονῶν τὴν ἡμέραν Κυρίῳ φρονεῖ, καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν Κυρίῳ οὐ φρονεῖ. καὶ ὁ ἐσθίων Κυρίῳ ἐσθίει· εὐχαριστεῖ γὰρ τῷ Θεῷ· καὶ ὁ μὴ ἐσθίων Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ. 
7 οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῆ καὶ οὐδεὶς ἑαυτῷ ἀποθνήσκει· 
8 ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τῷ Κυρίῳ ἀποθνήσκομεν. ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνήσκωμεν, τοῦ Κυρίου ἐσμέν. 
9 εἰς τοῦτο γὰρ Χριστὸς καὶ ἀπέθανε καὶ ἀνέστη καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. 
10 Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ. 
11 γέγραπται γάρ· ζῶ ἐγώ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ. 
12 ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ.