Κυριακή 19 Οκτωβρίου 2014

Τί τοίνυν παίζεις ἐν οὐ παικτοῖς;


Αγίου Ιωάννου του Χρυσοστόμου
 
Ὁ οἰκέτης ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὑτοῦ͵ καὶ μὴ ποιήσας͵ δαρήσεται πολλά. Εἰ δὲ οὐκ ἔστι βίου δοῦναι λόγον͵ ἀλλ΄ ἁπλῶς ταῦτα εἴρηται͵ οὐδὲ ὁ διάβολος τιμωρηθήσεται· καὶ γὰρ τὸν Θεὸν οἶδε͵ καὶ ἀνθρώπων μᾶλλον πολλῶν· καὶ οἱ δαίμονες δὲ πάντες καὶ ἴσασιν αὐτὸν͵ καὶ φρίττουσι͵ καὶ κριτὴν ὁμολογοῦσιν. Εἰ τοίνυν βίου οὐκ ἔστι δοῦναι λόγον͵ οὐδὲ πονηρῶν πράξεων͵ διαφεύξονται καὶ οὗτοι. Οὐκ ἔστι ταῦτα͵ οὐκ ἔστι· μὴ ἑαυτοὺς ἀπατᾶτε͵ ἀγαπητοί. Εἰ γὰρ μὴ ἔστι γέεννα͵ πῶς κρινοῦσι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ οἱ ἀπόστολοι; πῶς φησιν ὁ Παῦλος· Οὐκ οἴδατε͵ ὅτι ἀγγέλους κρινοῦμεν; μήτι γε βιωτικά; πῶς ὁ Χριστὸς ἔλεγεν· Ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει͵ καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην; καὶ͵ Ἀνεκτότερον ἔσται γῇ Σοδόμων ἐν ἡμέρᾳ κρίσεως; Τί τοίνυν παίζεις ἐν οὐ παικτοῖς; τί ἀπατᾷς σαυτὸν καὶ παραλογίζῃ τὴν ψυχήν σου͵ ἄνθρωπε; τί τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ μάχῃ; Διὰ γὰρ τοῦτο καὶ ἡτοίμασεν αὐτὴν καὶ ἠπείλησεν͵ ἵνα μὴ ἐμπέσωμεν͵ τῷ φόβῳ γενόμενοι βελτίους. Ὥστε ὁ τὸν περὶ τούτων ἀναιρῶν λόγον͵ οὐδὲν ἕτερον λανθάνει ποιῶν͵ ἢ εἰς αὐτὴν αὑτὸν ὠθεῖ καὶ ἐμβάλλει διὰ τῆς ἀπάτης ταύτης. Μὴ τοίνυν ἐκλύσῃς τὰς χεῖρας τῶν ὑπὲρ ἀρετῆς πονούντων͵ μηδὲ ἐπιτείνῃςτὴν ῥᾳθυμίαν τῶν καθευδόντων.

PG 60.674

Πέμπτη 16 Οκτωβρίου 2014

ᾠδὴ ἀναστάσεως




Ψαλμός 65

Εἰς τὸ τέλος· ᾠδὴ ψαλμοῦ· ἀναστάσεως.
ΑΛΑΛΑΞΑΤΕ τῷ Κυρίῳ πᾶσα ἡ γῆ,
2 ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ. δότε δόξαν αἰνέσει αὐτοῦ.
3 εἴπατε τῷ Θεῷ· ὡς φοβερὰ τὰ ἔργα σου· ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
4 πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου.
5 δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ· φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων,
6 ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν, ἐν ποταμῷ διελεύσονται ποδί. ἐκεῖ εὐφρανθησόμεθα ἐπ᾿ αὐτῷ,
7 τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος. οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν, οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς.
8 εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν καὶ ἀκουτίσασθε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ,
9 τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωήν, καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου.
10 ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεός, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον·

Τρίτη 30 Σεπτεμβρίου 2014

Δόξα




Ψαλμὸς τῷ Δαυΐδ. - ΚΥΡΙΟΣ ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει. 2 εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, 3 τὴν ψυχήν μου ἐπέστρεψεν. ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. 4 ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾿ ἐμοῦ εἶ· ἡ ράβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν. 5 ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξεναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον. 6 καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.

Παρασκευή 26 Σεπτεμβρίου 2014

Ικεσία λα'





Ψαλμός 142

ΚΥΡΙΕ, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· 2 καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. 3 ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· 4 καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. 5 ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. 6 διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. 7 ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 8 ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· 9 ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. 10 δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. 11 ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· 12 καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Πέμπτη 28 Αυγούστου 2014

Ικεσία λ'



Καὶ ποῦ λοιπόν, ἄλλην εὑρήσω ἀντίληψιν;
ποῦ προσφύγω; Ποῦ δὲ καὶ σωθήσομαι;
Τίνα θερμὴν ἔξω βοηθόν, θλίψεσι τοῦ βίου καὶ ζάλαις - οἴμοι! - κλονούμενος;
Εἰς σὲ μόνην ἐλπίζω, καὶ θαρρῶ καὶ καυχῶμαι,
καὶ προστρέχω τῇ σκέπῃ σου, σῶσον με.

Τετάρτη 20 Αυγούστου 2014

ὦ ἡσυχία͵ κλῖμαξ οὐράνιος





Ὦ ἡσυχία͵ προκοπὴ μοναζόντων· ὦ ἡσυχία͵ κλῖμαξ οὐράνιος· ὦ ἡσυχία͵ ὁδὸς βασιλείας οὐρανῶν· ὦ ἡσυχία͵ κατανύξεως μήτηρ· ὦ ἡσυχία͵ ἔσοπτρον ἁμαρτημάτων͵ ἡ δεικνύουσα ἀνθρώπῳ τὰ πλημμελήματα αὐτοῦ· ὦ ἡσυχία͵ ἡ δάκρυα μὴ ἐμποδίζουσα· ὦ ἡσυχία͵ πραότητος γεννήτρια· ὦ ἡσυχία͵ ταπεινοφροσύνης σύσκηνε· ὦ ἡσυχία͵ φόβῳ Θεοῦ συνεζευγμένη͵ διανοίας φωταγωγέ· ὦ ἡσυχία͵ λογισμῶν κατάσκοπε͵ καὶ διακρίσεως σύμπονε· ὦ ἡσυχία͵ γεννήτρια παντὸς ἀγαθοῦ͵ νηστείας ἑδραίωμα͵ καὶ γαστριμαργίας ἐμπόδιον· ὦ ἡσυχία͵ σχόλασις προσευχῆς καὶ ἀναγνώσεως· ὦ ἡσυχία͵ γαλήνη λογισμῶν͵ καὶ λιμὴν εὔδιος· ὦ ἡσυχία͵ ἀμεριμνία ψυχῆς· ὦ ἡσυχία͵ ζυγὸς χρηστὸς καὶ φορτίον ἐλαφρὸν͵ ἀναπαύουσα καὶ βαστάζουσα τὸν βαστάζοντά σε· ὦ ἡσυχία͵ εὐφροσύνη ψυχῆς καὶ καρδίας· ὦ ἡσυχία͵ ὀφθαλμῶν καὶ ἀκοῆς καὶ γλώσσης χαλινός· ὦ ἡσυχία περπερότητος ἀναίρεσις͵ καὶ ἀναιδείας ἐχθρά· ὦ ἡσυχία͵ δεσμωτήριον παθῶν· ὦ ἡσυχία͵ πάσης ἀρετῆς συνεργὲ͵ ἀκτημοσύνης πρόξενε͵ χωρίον Θεοῦ καρποφοροῦν καρποὺς ἀγαθούς· ὦ ἡσυχία͵ τεῖχος καὶ ὀχύρωμα τῶν βουλομένων ἀγωνίσασθαι τὴν βασιλείαν τῶν οὐρανῶν.


Αγ. Ιωάννου του Χρυσοστόμου (PG 63.941)
 

Πέμπτη 19 Ιουνίου 2014

Μακάριοι οἱ εἰρηνοποιοί

Μακάριοι γὰρ͵ φησὶν͵ οἱ εἰρηνοποιοί. Εἰρηνοποιὸς δέ ἐστιν ὁ εἰρήνην διδοὺς ἄλλῳ· οὐκ ἂν δέ τις ἑτέρῳ παράσχοιτο͵ ὃ μὴ αὐτὸς ἔχει. Βούλεται τοίνυν πρότερον εἶναί σε πλήρη τῶν τῆς εἰρήνης καλῶν͵ εἶθ΄ οὕτως ὀρέγειν τοῖς ἐνδεῶς ἔχουσι τοῦ τοιούτου κτήματος. Καὶ μὴ λίαν τὴν διὰ βάθους θεωρίαν περιεργαζέσθω ὁ λόγος· αὔταρκες γὰρ ἡμῖν εἰς ἀγαθοῦ κτῆσιν͵ καὶ τὸ πρόχειρον νόημα. Μακάριοι οἱ εἰρηνοποιοί. Πολλῶν ἀῤῥωστημάτων θεραπείαν ὁ λόγος ἐν ὀλίγῳ χαρίζεται͵ διὰ τῆς περιλήψεως ταύτης καὶ γενικωτέρας φωνῆς ἐκπεριλαβὼν τὰ καθ΄ ἕκαστον͵ τί ἐστιν ἡ εἰρήνη πρῶτον νοήσωμεν. Τί ἄλλο͵ ἢ ἀγαπητική τις πρὸς τὸ ὁμόφυλον συνδιάθεσις; τί οὖν ἐστι ἐξ ἐναντίου τῇ ἀγάπῃ νοούμενον; Μῖσος͵ ὀργὴ͵ θυμὸς͵ φθόνος͵ μνησικακία͵ ὑπόκρισις͵ ἡ κατὰ πόλεμον συμφορά. Ὁρᾷς ὅσων καὶ οἴων ἀῤῥωστημάτων ἀντιφάρμακόν ἐστιν ἡ μία φωνή; Ἡ γὰρ εἰρήνη κατὰ τὸ ἴσον ἑκάστῳ τῶν εἰρημένων ἀντικαθίσταται͵ καὶ ἀφανισμὸν ποιεῖ τοῦ κακοῦ τῇ ἑαυτῆς παρουσίᾳ͵ Ὡς γὰρ ὑγιείας ἐπιλαβούσης ἡ νόσος ἐξαφανίζεται͵ καὶ φωτὸς φανέντος οὐχ ὑπολείπεται σκότος· οὕτως καὶ τῆς εἰρήνης ἐπιφανείσης͵ λύεται πάντα τὰ ἐκ τοῦ ἐναντίου συνιστάμενα πάθη. Τοῦτο δὲ ὅσον ἐστὶν ἀγαθὸν͵ οὐδὲν οἶμαι χρῆναι διεξιέναι τῷ λόγῳ αὐτός· σὺ κατὰ σεαυτὸν ἐπιλελόγισαι͵ οἷος ὁ βίος τῶν ἀλλήλους δι΄ ὑποψίας καὶ μίσους ἐχόντων͵ ὧν δυσάντητοι μὲν αἱ συντυχίαι͵ βδελυκτὰ δὲ αὐτοῖς τὰ ἀλλήλων πάντα· ἄφθογγα δὲ τὰ στόματα͵ καὶ ἀπεστραμμένα τὰ βλέμματα· καὶ ἀκοὴ πεφραγμένη τῇ τοῦ μισοῦντος καὶ μισουμένου φωνῇ.