Κυριακή 31 Μαρτίου 2013

Ικεσία στ'

Μνήσθητι, Κύριε,
πάντων τῶν μισούντων καί ἀγαπώντων ἡμᾶς
καί ὁδήγησον αὐτούς εἰς ὁδόν ἀληθείας.
Δώρησαι πᾶσι τήν εἰρήνην σου,
συγχώρησον αὐτούς τῇ δυνάμει σου,
παραμύθησον τάς καρδίας αὐτῶν.
Ὁ γαληνεύσας τήν τρικυμίαν τῆς θαλάσσης,
γαλήνευσον ἐν αὐτοῖς τόν λογισμόν
καί πράυνον τήν διάνοιαν,
τῷ φωτί τοῦ προσώπου σου.
Ὅτι σύ εἶ ὁ μόνος δυνάμενος
ἐξαγαγεῖν ἡμᾶς εἰς ἀναψυχήν
και σοί παρακατατιθέμεθα
τήν ζωήν ἡμῶν ἅπασαν
καί τήν ἐλπίδαν.
Ἀμήν.


26-1-2011

Σάββατο 30 Μαρτίου 2013

Ικεσία ε'

Δεν σου ζητώ τίποτα, Κύριε
γιατί γνωρίζεις
καλύτερα από μένα...

Ναι. Αμήν. Έρχου.
     ...και σώσον με.

Παρασκευή 29 Μαρτίου 2013

Δέξαι μου τὴν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην σοι δέησιν

Ἄσπιλε, 
ἀμόλυντε, 
ἄφθορε, 
ἄχραντε, 
ἁγνὴ Παρθένε, 
Θεόνυμφε Δέσποινα, 
ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις, τῇ παραδόξῳ σου κυήσει, ἑνώσασα, 
καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα, 
ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπίς, καὶ τῶν πολεμουμένων βοήθεια, 
ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον, 
μὴ βδελύξῃ με τὸν ἁμαρτωλόν, 
τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, 
καὶ τῇ τῶν ἡδονῶν τοῦ βίου ῥᾳθυμίᾳ γνώμης, δοῦλον γενόμενον. 
Ἀλλ᾿ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, 
φιλανθρώπως σπλαγχνίσθητι ἐπ᾿ ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτῳ, 
καὶ δέξαι μου τὴν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην σοι δέησιν, 
καὶ τὸν σὸν Υἱόν, καὶ ἡμῶν Δεσπότην καὶ Κύριον, 
τῇ μητρικῇ σου παῤῥησίᾳ χρωμένη, δυσώπησον,
ἵνα ἀνοίξῃ κἀμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὑτοῦ ἀγαθότητος, 
καί, παριδών μου τὰ ἀναρίθμητα πταίσματα, 
ἐπιστρέψῃ με πρὸς μετάνοιαν, 
καὶ τῶν αὑτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με. 
Καὶ πάρεσό μοι ἀεὶ ὡς ἐλεήμων, καὶ συμπαθής, καὶ φιλάγαθος, 
ἐν μὲν τῷ παρόντι βίῳ, θερμὴ προστάτις καὶ βοηθός, 
τὰς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα, 
καὶ πρὸς σωτηρίαν καθοδηγοῦσά με, 
καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου, 
τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα, 
καὶ τὰς σκοτεινὰς ὄψεις τῶν πονηρῶν δαιμόνων πόῤῥω αὐτῆς ἀπελαύνουσα· 
ἐν δὲ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, 
τῆς αἰωνίου με ῥυομένη κολάσεως, 
καὶ τῆς ἀποῤῥήτου δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον με ἀποδεικνύουσα. 
Ἧς καὶ τύχοιμι, 
Δέσποινά μου, 
ὑπεραγία Θεοτόκε, 
διὰ τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως· 
χάριτι καὶ φιλανθρωπίᾳ, τοῦ μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. 
ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, 
σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 
Ἀμήν.



Πέμπτη 28 Μαρτίου 2013

Ικεσία δ΄


     Κύριε ὁ Θεός ἡμῶν, ὁ ἀπαρχήν χρόνου δημιουργήσας καί καιρούς καί χρόνους εἰς τήν ἰδίαν ἐξουσίαν θέμενος, τόν νέον ἐνιαυτόν τῆς χρηστότητός σου δώρησαι ἡμῖν, διαφυλάσσων ἡμᾶς τῇ δυνάμει σου ἀπό πάσης ταραχῆς καί ἐπιθέσεως τοῦ ἀντικειμένου.
     Ναί, Κύριε ὁ Θεός ἡμῶν, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν καί ὁδήγησον ἡμᾶς ἐπἰ λιμένα τῆς σῆς ἀγαθότητος, κατευθύνων τά διαβήματα ἡμῶν πρός ἐργασίαν τῶν ἐντολῶν σου, ἵνα διά παντός τόν χρόνον τῆς ζωῆς ἡμῶν ἄγωμεν εἰς δόξαν τοῦ ἁγίου ὀνόματός σου, τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

(1-1-11)

Τετάρτη 27 Μαρτίου 2013

Μονάχος δεν είμαι,όπου κι αν είμαι


Αν θέλεις εμένα
δος μου Παρθένα
ταπείνωση να'χω 
μες τη καρδιά
Αν θέλεις Παρθένα μου
γλυκιά Παναγία
πάρε με κι εμένα
για πάντα Εσύ

Τρίτη 26 Μαρτίου 2013

Χαίρε και αγάλλου

Δευτέρα 25 Μαρτίου 2013

Ψίθυροι

Κι αν κρίνεις ότι εγώ μπορώ
κι άλλο να περιμένω
να δω της δόξα της χαράς
και την απάντησή Σου
σε προσευχές και προσμονές
σε θλίψεις και αγώνες..
Στείλε μου Εσύ τη δύναμη,
στείλε μου το κουράγιο,
στείλε μου ξημερώματα
και φώτα της αυγής,
στείλε ένα μήνυμα
τον ήλιο να προσμένω,
στείλε μου και χαρές μικρές
και κάτι να γελώ..
Στείλε μου και το τόξο Σου
μετά απ'τις βροχές μου...
Στείλε μου ό,τι θες Εσύ..
Μόνο να θυμηθείς
πως θέλω να Σε νιώθω
της προσευχής μου απάντηση
κι απόκριμα του νου,
σ'εκείνες τις στιγμές
που πάλι θα δειλιάσω,
πάλι το φως θα κλονιστεί
τη νύχτα να παλέψει,
για να'βγει νικητής η αυγή
να'ρθει η απάντησή Σου....