Παρασκευή 31 Μαΐου 2013

ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς

Αλληλουια. 
Αἰνεῖτε τὸ ὄνομα Kυρίου, αἰνεῖτε, δοῦλοι, Kύριον, 
οἱ ἑστῶτες ἐν οἴκῳ Kυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. 
αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος· ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν· 
ὅτι τὸν Ιακωβ ἐξελέξατο ἑαυτῷ ὁ Κύριος, Ισραηλ εἰς περιουσιασμὸν αὐτοῦ. 
ὅτι ἐγὼ ἔγνων ὅτι μέγας Κύριος καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς· 
πάντα, ὅσα ἠθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις· 
ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν· ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. 
ὃς ἐπάταξεν τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους· ἐξαπέστειλεν σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε, ἐν Φαραω καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ. 
ὃς ἐπάταξεν ἔθνη πολλὰ καὶ ἀπέκτεινεν βασιλεῖς κραταιούς, 
τὸν Σηων βασιλέα τῶν Αμορραίων καὶ τὸν Ωγ βασιλέα τῆς Βασαν καὶ πάσας τὰς βασιλείας Χανααν, 
καὶ ἔδωκεν τὴν γῆν αὐτῶν κληρονομίαν, κληρονομίαν Ισραηλ λαῷ αὐτοῦ. 
Kύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα Κύριε, τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. 
ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται. 
τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· 
στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται, 
ὦτα ἔχουσιν καὶ οὐκ ἐνωτισθήσονται οὐδὲ γάρ ἐστιν πνεῦμα ἐν τῷ στόματι αὐτῶν. 
ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς. 
οἶκος Ισραηλ, εὐλογήσατε τὸν Κύριον· 
οἶκος Ααρων, εὐλογήσατε τὸν Κύριον· 
οἶκος Λευι, εὐλογήσατε τὸν Κύριον· 
οἱ φοβούμενοι τὸν Κύριον, εὐλογήσατε τὸν Κύριον. 
εὐλογητὸς Kύριος ἐκ Σιων ὁ κατοικῶν Ιερουσαλημ.

Ψαλμός 134

Πέμπτη 30 Μαΐου 2013

Αγ.Ρωμανού του Μελωδού

Οὐδέποτε τῶν κακῶν ἀποστῆναι βούλομαι,
Οὐ μνήσκομαι τῶν δεινῶν ὧν ἐκεῖ μέλλω ὁρᾶν,
οὐδὲ λογίζομαι τὴν τοῦ Χριστοῦ εὐσπλαγχνίαν,
πῶς περιῆλθε ζητῶν με τὸν γνώμη πλανώμενον,
δι᾿ ἐμὲ καὶ Φαρισαίῳ συναριστᾷ ὁ τρέφων πάντας,
καὶ δείκνυσι τὴν τράπεζαν θυσιαστήριον
ἐν ταύτῃ ἀνακείμενος καὶ χαριζόμενος
τὴν ὀφειλὴν τοῖς χρεώσταις, ἵνα θαρρῶν πᾶς χρεώστης
προσέλθῃ λέγων «Δέσποτα, λύτρωσαί με
τοῦ βορβόρου τῶν ἔργων μου».

Τετάρτη 29 Μαΐου 2013

Ικεσία ιστ΄



Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με, κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.

Ἄρχοντες κατεδίωξάν με δωρεάν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου.

Νεώτερος ἐγώ εἰμι, καὶ ἐξουδενωμένος,

Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμα σου ζῆσόν με.

Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός, ζήτησον τὸν δοῦλόν σου...

Τρίτη 28 Μαΐου 2013

Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις

Ο άνθρωπος καλείται ελεύθερα να δεχθεί το φως στη ζωή του, την κοινωνία αγάπης με το Χριστό, που θα του χαρίσει την αληθινή χαρά. Ο Χριστός ποτέ δεν επεμβαίνει δυναστικά στη ζωή των ανθρώπων. Ηθελημένα πολλοί, παρασυρμένοι από τα πάθη της οιήσεως και της φιλαυτίας, επέλεξαν το σκοτάδι και όχι το φως στη ζωή τους. Όσοι όμως άφησαν ταπεινά ανοιχτές τις καρδιές τους δέχθηκαν τη χάρη της υιοθεσίας, γινόμενοι χαριτωμένα τέκνα Θεού. Πρόκειται για πράξη αναγεννητική και μεταμορφωτική, προσωπικής αναστάσεως και ανατάσεως, για νέο τρόπο υπάρξεως του ανθρώπου στη χαρισματική κοινωνία του Θεού. Ο Χριστός από αγάπη προσέλαβε στη θεία του φύση την ανθρώπινη φύση, δίχως την αμαρτία, όχι για να την αφομοιώσει, αλλά για να μας παρουσιάσει τον αληθινό άνθρωπο και να τον ανυψώσει με την ένδοξη ανάστασή του στα δεξιά του Ουρανίου Πατρός. 
Ο Αναστηθείς Χριστός, η Αυτοαλήθεια, μας δωρίζει νέο τρόπο υπάρξεως. Ο πιστός μετέχοντας σε προσωπική κοινωνία με τον ζώντα Χριστό χριστοποιείται, χαριτώνεται, αγιάζεται. Μόνο τότε και έτσι ο άνθρωπος ζει την αληθινή ζωή, την χριστοζωή, γιατί νεκρώνει τη ζωή της αμαρτίας, των αντίθεων παθών, του φοβερού εγωκεντρισμού και του αυτονομιστικού ατομισμού. Ο αληθινός χριστιανός δεν ζει για τον εαυτό του, αλλά για τον «υπέρ ημών αποθανόντα και αναστάντα Κύριον». Συνδεόμενος θυσιαστικά με τον Σταυροαναστηθέντα Χριστό ζει την προσωπική του αναγέννηση και ανάσταση. 
Με την ανάσταση του Χριστού, την ακράδαντη πίστη σε αυτή και τη ζωή της χάριτος, λαμβάνουμε τα χαρίσματα του Αγίου Πνεύματος. Μας τ’ αναφέρει λεπτομερώς ο θεσπέσιος Απόστολος Παύλος στην ωραία επιστολή του προς τους Γαλάτες: «ο καρπός του Πνεύματος έστιν αγάπη, χαρά, ειρήνη, μακροθυμία, χρηστότης, αγαθωσύνη, πίστις, πραότης, εγκρά­τεια». Τα χαρίσματα δεν είναι απλά συναισθήματα, αποτελέσματα ωραίων σκέψεων, είναι η θεία Χάρη, η ευλογία του Θεού, οι ουράνιες δωρεές, στον ταπεινό αγωνιστή, στον σταυροφόρο και σταυρωμένο χριστιανό. Είναι τα δώρα που δεχόμαστε μέσα στην Εκκλησία με την ανάσταση του Χριστού.

"Χριστός χριστιανούς χαρά χαρίζει",  π.Μωυσή Αγιορείτου 

Δευτέρα 27 Μαΐου 2013

Δεῦτε λαοὶ ὑμνήσωμεν, καὶ προσκυνήσωμεν Χριστόν, δοξάζοντες αὐτοῦ τὴν ἐκ νεκρῶν ἀνάστασιν· ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ, τὸν κόσμον λυτρωσάμενος.


Δόξα σοι τῷ δείξαντι τὸ φῶς.
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε, Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.



Κυριακή 26 Μαΐου 2013

Χαῖρε ὅτι ῥόδα καὶ κρίνα ἀνθίζεις .. Χαῖρε ὅτι Πάσχα καὶ ἔαρ μυρίζεις..



Τείχισόν μου τὰς φρένας, Σωτήρ μου· 
τὸ γὰρ τεῖχος τοῦ κόσμου ἀνυμνῆσαι τολμῶ, 
τὴν ἄχραντον Μητέρα Σου... 
Σὺ οὖν μοι δώρησαι γλῶτταν, προφοράν, 
καὶ λογισμὸν ἀκαταίσχυντον· 
 πᾶσα γὰρ δόσις ἐλλάμψεως παρὰ Σοῦ καταπέμπεται, 
Φωταγωγέ, ὁ μήτραν οἰκήσας ἀειπάρθενον

Σάββατο 25 Μαΐου 2013

Θεοτόκε η ελπίς πάντων των Χριστιανών, σκέπε, φρούρει, φύλαττε τους ελπίζοντας εις σε.


Ακατάληπτον εστίν το τελούμενον εν σοί
και αγγέλοις και βροτείς, μητροπάρθενε αγνή.
Αγκαλίζεται χερσίν ο πρεσβύτης Συμεών
τον του νόμου ποιητήν και δεσπότην του παντός.
Βουληθείς ο πλαστουργός, ίνα σώση τον Αδάμ,
μήτραν ώκησε την σήν της παρθένοου και αγνής.
Γένος άπαν των βροτών μακαρίζει σε, αγνή,
και δοξάζει σε πιστώς ως μητέρα του Θεού.
Δεύτε ίδετε Χριστόν τον δεσπότην του παντός,
ον βαστάζει Συμεών σήμερον εν τω ναώ.
Επιβλέπις προς την γην και ποιείς τρέμειν αυτήν
και πως γέρων κεκμηκώς σε κατέχει εν χερσί;
Ζήσας έτι Συμεών, έως είδε τον Χριστόν,
και εβόα προς αυτόν νύν απόλυσιν ζητείς.
Η λαβίς η μυστική, ή τον άνθρακα Χριστόν
συλλαβούσα εν γαστρί, σύ υπάρχεις Μαριάμ.
Θέλων ανηνθρώπισας ο προάναρχος Θεός
και ναώ προσφέρεσαι τεσσερακονθήμερος.
Κατελθόντ' εξ ουρανού τον δεσπότην του παντός
υπεδέξατο αυτόν Συμεών ο ιερεύς.
Λάμπρυνόν μου την ψυχήν και το φως το αισθητόν,
όπως ίδω καθαρώς και κηρύξω σε Θεόν.
Μητροπάρθενε αγνή, τι προσφέρεις τω ναώ
νέον βρέφος αποδούσ' εν αγκάλαις Συμεών;
Νύν απόλυσιν ζητώ απ σού του πλαστουργού,
ότι ειδόν σε, Χριστέ, το σωτήριόν μου φως.
Ον οι άνω λειτουργοί τρόμω λιτανεύουσι,
κάτω νυν ο Συμεών αγκαλίζεται χερσίν.
Η τη φύσει μεν μονάς, τοίς προσώποις δε τριάς
φύλαττε τους δούλους σου, τους πιστεύοντας εις σε.
Θεοτόκε η ελπίς πάντων των Χριστιανών,
σκέπε, φρούρει, φύλαττε τους ελπίζοντας εις σε.