Τετάρτη 31 Ιουλίου 2013
Τρίτη 30 Ιουλίου 2013
ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήσαμεν τὸν Θεόν, ἀλλ᾿ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς
1 Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ Θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. 2 ἐν τούτῳ γινώσκετε τὸ πνεῦμα τοῦ Θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ ᾿Ιησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἔστι· 3 καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν ᾿Ιησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ οὐκ ἔστι· καὶ τοῦτό ἐστι τὸ τοῦ ἀντιχρίστου ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη. 4 ῾Υμεῖς ἐκ τοῦ Θεοῦ ἐστε, τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ. 5 αὐτοὶ ἐκ τοῦ κόσμου εἰσί· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσι καὶ ὁ κόσμος αὐτῶν ἀκούει. 6 ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμεν· ὁ γινώσκων τὸν Θεὸν ἀκούει ἡμῶν. ὃς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ οὐκ ἀκούει ἡμῶν. ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης. 7 ᾿Αγαπητοί, ἀγαπῶμεν ἀλλήλους, ὅτι ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστι, καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ Θεοῦ γεγέννηται καὶ γινώσκει τὸν Θεόν. 8 ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν Θεόν, ὅτι ὁ Θεὸς ἀγάπη ἐστίν. 9 ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ Θεοῦ ἐν ἡμῖν, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ Θεὸς εἰς τὸν κόσμον ἵνα ζήσωμεν δι᾿ αὐτοῦ. 10 ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήσαμεν τὸν Θεόν, ἀλλ᾿ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀπέστειλε τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν. 11 ᾿Αγαπητοί, εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν. 12 Θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν. 13 ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. 14 Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκε τὸν υἱὸν σωτῆρα τοῦ κόσμου. 15 ὃς ἂν ὁμολογήσῃ ὅτι ᾿Ιησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ Θεῷ. 16 καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν. ῾Ο Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ. 17 ᾿Εν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ᾿ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστι, καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ. 18 φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ᾿ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ. 19 ῾Ημεῖς ἀγαπῶμεν αὐτόν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς. 20 ἐάν τις εἴπῃ ὅτι ἀγαπῶ τὸν Θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν ὃν ἐώρακε, τὸν Θεόν ὃν οὐχ ἑώρακε πῶς δύναται ἀγαπᾶν; 21 καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ᾿ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.
Iω. Α΄ 4
Δευτέρα 29 Ιουλίου 2013
Oσ.Ισαάκ του Σύρου
Γενηθήτω το θέλημα σου, έως ου τελειώσω το έργον το αγαθόν, όπερ ποιήσαι επεθύμησα, εάν περ αρέσκη τω θεληματί σου. Το θελήσαι γαρ εν αυτώ ευχερές μοί εστί, το ποιήσαι δε αυτό, εκτός χαρίσματος εκ σου γινομένου, ου δύναμαι, και εάν τα δύο εκ σου ώσι, το τε θέλειν και το ενεργείν. Ου γαρ χωρίς της χάριτος σου ταυτήν την επιθυμίαν την κινηθείσαν εν εμοί δέξασθαι επείσθην ή επτοήθην εξ αυτής. Τούτο γαρ το έθος τω επιθυμούντι το αγαθόν εν τη διακρίσει του νου εργάζεσθαι δια προσευχής προς βοήθειαν της εργασίας αυτής και σοφίαν την διαιρούσαν την αληθειαν εκ του νόθου. Εν προσευχαίς γαρ πολλαίς και εργασία και φυλακή και πόθω απαύστω το αγαθόν διακρίνεται, εν συνεχέσι τε δάκρυσι και εν ταπεινώσει και ουρανίω αντιλήψει, μάλιστα ότε έχει εναντίους λογισμούς της υπερηφανείας. Ούτε γαρ κωλύουσι την βοήθειαν του Θεού εξ ημών, καταργούμεν δε τούτους δια προσευχής.
Κυριακή 28 Ιουλίου 2013
Περί μετανοίας
Πηγή
Ἡ δύναμις τῆς μετανοίας εἶναι θεμελιωμένη στὴν δύναμη τοῦ Θεοῦ. Ὁ Ἰατρὸς εἶναι πανίσχυρος, καὶ ἡ ἴασις ποὺ Ἐκεῖνος χαρίζει εἶναι παντοδύναμος.
...
...
Ἡ δύναμις τῆς μετανοίας εἶναι θεμελιωμένη στὴν δύναμη τοῦ Θεοῦ. Ὁ Ἰατρὸς εἶναι πανίσχυρος, καὶ ἡ ἴασις ποὺ Ἐκεῖνος χαρίζει εἶναι παντοδύναμος.
...
Ὢ σεῖς, οἱ ὁδοιπόροι τῆς γῆς. Ὢ σεῖς,
ὅλοι ὅσοι ἀναλίσκεσθε ἢ σύρεσθε στὴν εὐρύχωρη ὁδό, μέσα στὸν ἀκατάπαυστο
θόρυβο τῶν γηίνων μεριμνῶν, περισπασμῶν καὶ διασκεδάσεων, ἀνάμεσα σὲ
ἄνθη ἀνάμικτα μὲ ἀγκάθια, σεῖς ποὺ σπεύδετε καὶ ἀκολουθεῖτε αὐτὸ τὸν
δρόμο, κατευθυνόμενοι πρὸς τὸ τέλος, ποὺ εἶναι σὲ ὅλους γνωστὸν καὶ ὅμως
ὅλοι τὸ λησμονοῦν: ὁ σκοτεινὸς τάφος καὶ ἡ ἀκόμη σκοτεινοτέρα καὶ
φοβερωτέρα αἰωνιότης.
Σταματῆστε! Ἀποτινάξτε τὴν γοητείαν
αὐτοῦ τοῦ κόσμου, ποὺ σᾶς κρατεῖ μονίμως σὲ αἰχμαλωσία! Ἀκοῦστε αὐτὸ ποὺ
σᾶς εὐαγγελίζεται ὁ Σωτὴρ ἡμῶν Χριστός, δῶστε στὰ λόγια του τὴν προσοχὴ
ποὺ τοὺς ἁρμόζει: «Μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.
Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν»...
Θὰ μᾶς προδώσουν, ἀδελφοί, ὁπωσδήποτε θὰ
μᾶς προδώσουν ὅλα τὰ φθαρτὰ ἀγαθά. Τοὺς πλουσίους καὶ τοὺς πάμπλουτους
θὰ τοὺς προδώση ὁ πλοῦτος τους, τοὺς ἐνδόξους ἡ δόξα τους, τοὺς νέους ἡ
νεότης τους, τοὺς σοφοὺς ἡ σοφία τους.
Ἕνα μόνον αἰώνιο καὶ οὐσιῶδες ἀγαθὸ
μπορεῖ νὰ ἀποκτήση ὁ ἄνθρωπος κατὰ τὴν διέλευσή του ἀπὸ τὴν γῆ. Αὐτὸ
εἶναι ἡ ἀληθὴς γνῶσις τοῦ Θεοῦ καὶ ἡ συμφιλίωσίς του μὲ τὸν Θεό, τὴν
ὁποία χαρίζει ὁ Χριστός. Γιὰ νὰ λάβη ὅμως κανεὶς τὰ κορυφαῖα καὶ
ὑπέρτατα αὐτὰ ἀγαθά, πρέπει νὰ ἐγκαταλείψη τὴν ἁμαρτωλὴν ζωὴ καὶ νὰ τὴν
μισήση. Μετανοεῖτε!
...
Ἐκεῖνος ποὺ ἔχει θεσπίσει τὴν μετάνοια
εἶναι ὁ Δημιουργός σου, ὁ ὁποῖος σὲ ἐδημιούργησε ἐκ τοῦ μηδενός.
Εὐκολώτερα λοιπὸν τώρα ποὺ σὲ ἔχει ἤδη φέρει στὴν ὕπαρξη μπορεῖ νὰ σὲ
ἀναπλάση καὶ νὰ μεταμορφώση τὴν καρδία σου, ἀπὸ φιλαμαρτήμονα νὰ τὴν
κάνη φιλόθεο, ἀπὸ φιλήδονο, ἀπὸ φιλόσαρκο, ἀπὸ κακόβουλο καὶ ἀπὸ ἡδυπαθῆ
νὰ τὴν κάνη καθαράν, πνευματικήν, ἁγία.
Ἀδελφοί! Ἂς γνωρίσουμε τὴν ἀνέκφραστη
ἀγάπη τοῦ Θεοῦ πρὸς τὸ βυθισμένο στὴν ἁμαρτία ἀνθρώπινο γένος. Ὁ Κύριος
οἰκονόμησε τὴν ἐνανθρώπησή του, ἔτσι ὥστε μέσω τῆς ἀνθρωπίνης φύσεώς του
νὰ μπορέση νὰ δεχθῆ τὶς τιμωρίες ποὺ οἱ ἄνθρωποι ἀξίζουν νὰ δεχθοῦν.
Καὶ μὲ τὸ νὰ δεχθῆ τιμωρία Ἐκεῖνος ὁ Πανάγιος, νὰ ἐξαγοράση καὶ νὰ
λυτρώση τοὺς ἐνόχους ἀπὸ τὴν τιμωρία. Τί τὸν προσείλκυσε κοντά μας, ἐδῶ
στὴν γῆ, στὸν τόπο τῆς ἐξορίας μας; Μήπως οἱ δικαιοσύνες μας; Ὄχι! Τὸν
εἵλκυσε σὲ μᾶς ἡ ὀλεθρία ἐκείνη κατάστασις στὴν ὁποία μᾶς ἔριξε ἡ
ἁμαρτία μας.
...
«Ζῶ Ἐγώ, λέγει Κύριος», ἀναγκαζόμενος νὰ ἐνισχύση μὲ αὐτὸν τὸν τρόπο τὴν
διαβεβαίωση ἐνώπιον τῶν ἀπίστων, καὶ νὰ διεγείρη τὴν προσοχὴ τῶν
ἀπροσέκτων. «Ζῶ Ἐγώ, λέγει Κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἀσεβοῦς,
ὡς τὸ ἀποστρέψαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, καὶ ζῆν αὐτόν… ἵνα τί
ἀποθνήσκετε οἶκος Ἰσραήλ;».
Ἄγ. Ἰγνάτιος Μπριαντσιανίνωφ
Σάββατο 27 Ιουλίου 2013
Αγ.Ιωάννου του Δαμασκηνού
Καὶ τόσον αὐτῷ τῆς ἐγκρατείας
τὸ περιὸν͵ ὡς λανθάνειν͵ εἴτε καὶ ὅ τι͵ καὶ ὅσον προσεφέρετο βρώσεώς τε καὶ πόσεως.
Ἡ μὲν γὰρ φύσις ἐπίκηρος͵ καὶ τὸ σαρκίον ῥευστὸν καὶ κινούμενον͵ καὶ ὥσπερ πνεύματος
ἐνδεές· ἀναπνοῆς γὰρ ἄνευ ζῇν τῶν ἀμη χάνων͵ καὶ τῶν λοιπῶν οὕτω χρεὼν ἀναπληροῦσθαι
τὴν ἔνδειαν. Τρία γὰρ τὰ κενούμενα͵ ξηρὸν͵ καὶ ὑγρὸν καὶ πνεῦμα· ὧν ἑκάστου ἡ κατάλληλος
ἀναπλήρω σις συνιστᾷν τόδε τὸ σῶμα φυσικῶς πρὸς τοῦ κτί σαντος ὥρισται. Ἄλλ΄ ἡ χάρις
τοῦ Πνεύματος οὐχ ὑπείκει φύσεως ὅροις. Οὐ γὰρ ἐν ἄρτῳ μόνῳ ζή σεται ὁ ἄνθρωπος͵
ἀλλ΄ ἐπὶ παντὶ ῥήματι ἐκ πορευομένῳ διὰ στόματος Θεοῦ.ῃ Τίς οὕτω καθαρὸς καὶ ψυχὴν
καὶ διάνοιαν πρὸς τῷ σώματι͵ ὡς μαρ τυρεῖσθαι αὐτῷ καὶ τὸ πρὸς μίξεις ἠλίθιον; Ἀλλ΄
οὐκ ἠλίθιον ὄντως· οὐ γὰρ ἄλογον͵ οὐδὲ φύσεως τὸ ἀῤῥώστημα͵ λόγου δὲ ἐπικράτεια
ἡνιοχοῦντος τὸ ἄλογον͵ καὶ πᾶσαν τὴν ἔφεσιν πρὸς Θεὸν ἀνατείνον τος͵ ἐφ΄ ᾧ καὶ δεδημιούργητο͵
ἀποστρεφομένου μὲν τὸ λεῖον τῆς ἡδονῆς ὡς πυρὸς ὑπέκκαυμα͵ προαιρου μένου δὲ τὸ
τραχὺ τῆς ἀρετῆς φέρον πρὸς ῥᾳστώνην ἀΐδιον. Οὕτως ἑαυτὸν συνεθίζων͵ ἐκ μικροῦ προβαί
νων͵ ὡσημέραι ἀεὶ ἐγίνετο ἑαυτοῦ ἐγκρατέστερος͵ ἕως τὸ πάθος ἐκοίμησε τέλεον͵ ἀσκητικῇ
τέχνῃ τι θασσεύσας καὶ δράσας ὑφήνιον͵ εἰς ἕξιν τοῦ ἔθους τῷ χρόνῳ καὶ προβάδην
εἰς φύσιν ἐλάσαντος. Πόνος γὰρ θείας ἐπικουρίας τυχὼν͵ ἀπάθειαν χαρίζεσθαι πέφυκε.
Παρασκευή 26 Ιουλίου 2013
Εξομολόγηση
Ψυχή μου τι ζητάς στα σκότη;
ανατολές γυρεύεις, φως και φωτιά
και συ θρηνείς το χτες και το γιατί;
μη εκλαμβάνεις ως εξ ιδίων τα αλλότρια,
κι αντί να ξαλαφρώνεις μη βαραίνεις
με σαβούρες χτεσινές...
και πρόσεχε, τα παιδιά που σε κοιτούνε
μη και τα κάνεις να δακρύσουν εξαιτίας σου
γιατί τότε αλί
και τρισαλί
και κρίμα....
ανατολές γυρεύεις, φως και φωτιά
και συ θρηνείς το χτες και το γιατί;
μη εκλαμβάνεις ως εξ ιδίων τα αλλότρια,
κι αντί να ξαλαφρώνεις μη βαραίνεις
με σαβούρες χτεσινές...
και πρόσεχε, τα παιδιά που σε κοιτούνε
μη και τα κάνεις να δακρύσουν εξαιτίας σου
γιατί τότε αλί
και τρισαλί
και κρίμα....
Πέμπτη 25 Ιουλίου 2013
η θλίψις εις χαράν γενήσεται...
20 Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 21 μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. 22 μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 23 χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν. 24 πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν. 25 οὐαὶ ὑμῖν οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσετε. οὐαί ὑμῖν οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε. 26 οὐαὶ ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν. 27 Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, 28 εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. 29 τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. 30 παντὶ δὲ τῷ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει. 31 καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. 32 καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. 33 καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι. 34 καὶ ἐὰν δανείζητε παρ' ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπολάβωσι τὰ ἴσα. 35 πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. 36 Γίνεσθε οὖν οἰκτίρμονες καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί. 37 Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε· μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε· ἀπολύετε, καὶ ἀπολυθήσεσθε· 38 δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλὸν, πεπιεσμένον καὶ σεσαλευμένον καὶ ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν· τῷ γὰρ αὐτῷ μέτρῳ, ᾧ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.
Λουκ. 21, 20-38
Λουκ. 21, 20-38
Εγγραφή σε:
Αναρτήσεις (Atom)
