Πέμπτη 31 Οκτωβρίου 2013

Ψαλμ. 126

Ἐάν  μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· 
ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. 
εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν, ἐγείρεσθαι μετὰ τὸ καθῆσθαι, οἱ ἐσθίοντες ἄρτον ὀδύνης, 
ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον. 
Ἰδοὺ ἡ κληρονομία Κυρίου υἱοί, ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός. 
ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. 
μακάριος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν· 
οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλαις.

Τρίτη 29 Οκτωβρίου 2013

Δευτέρα 28 Οκτωβρίου 2013

Ἰδοὺ ἡ Παντάνασσα ἐφήπλωσεν ἡμῖν, τὴν Σκέπην τὴν πάντιμον αὐτῆς καὶ ἱεράν· προσέλθετε πάντες ἐν τῷ οἴκῳ αὐτῆς, καὶ λάβετε, χάριν, δωρεῶν ἀκενώτων.


Τῆς Σκέπης σου Παρθένε, ἀvuμνοῦμεν τάς χαρίτας, 
ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, 
καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς. 
Σὲ γὰρ σκέπην καὶ προστάτιν καὶ βοηθόν, κεκτήμεθα βοῶντές σοι· 
Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, 
δόξα τῇ θείᾳ Σκέπῃ σου, 
δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ Ἄχραντε.

Κυριακή 27 Οκτωβρίου 2013

Αγ.Ιωάννου του Χρυσοστόμου


Μόνος γάρ ἐστιν ἐλεύθερος͵ καὶ μόνος ἄρχων͵ καὶ τῶν βασιλέων βασιλικώτερος͵ ὁ τῶν παθῶν ἀπηλλαγμένος. Ταῦτ΄ οὖν εἰδότες͵ διώξω μεν τὴν ἀληθῆ ἐλευθερίαν͵ καὶ τῆς πονηρᾶς δουλείας ἀπαλλάξωμεν ἑαυτούς· καὶ μήτε ἀρχῆς ὄγκον͵ μήτε πλούτου τυραννίδα͵ μήτε ἄλλο τι τοιοῦτον μακαριστὸν νομίζωμεν͵ ἀλλὰ ἀρετὴν μόνην. Οὕτω γὰρ καὶ τῆς ἐν ταῦθα ἀπολαυσόμεθα ἀδείας͵ καὶ τῶν μελλόντων ἐπιτευ ξόμεθα ἀγαθῶν͵ χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ͵ ᾧ ἡ δόξα καὶ τὸ κράτος͵ σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι͵ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 
Ἀμήν.

Σάββατο 26 Οκτωβρίου 2013

Χαίροις τῶν Μαρτύρων ἡ καλλονή, καί Θεσσαλονίκης, πολιοῦχος ὁ εὐκλεής, χαίροις Μυροβλύτα, Δημήτριε παμμάκαρ ἠμῶν πρός τόν Σωτήρα, πρέσβυς θερμοτατος.

Φρούρησον πανεύφημε, τὴν σὲ μεγαλύνουσαν πόλιν, ἀπὸ τῶν ἐναντίων προσβολῶν, παρρησίαν ὡς ἔχων, πρὸς Χριστὸν τόν σὲ δοξάσαντα. Αοίδημε Δημήτριε, φρούρησον την σε τιμώσαν πόλιν, τους άνακτας συμμάχησον, την πόλιν σου στερέωσον, τους σε τιμώντας ευσεβώς αοίδιμε Δημήτριε, παρρησίαν ως έχων πρός Χριστόν τον σε δοξάσαντα
 

Παρασκευή 25 Οκτωβρίου 2013

Αγ.Γρηγορίου Νύσσης



      ἐκ τούτων γὰρ καὶ τῶν τοιούτων͵ τῶν τε κατὰ τὸ κρεῖττον καὶ τῶν κατὰ τὸ ἐναντίον ἐπιθεωρουμένων ἰδιωμάτων͵ οἷον εἰς διαφόρους ἰδέας οἱ καθ΄ ἕκαστον ἀπ΄ ἀλλήλων μερίζονται͵ ἕως ἂν τοῦ ἐσχάτου ἐχθροῦ καταργηθέντος ὥς φησιν ὁ ἀπόστολος καὶ τῆς κακίας καθόλου πάντων τῶν ὄντων ἐξοικισθείσης ἓν τὸ θεοειδὲς κάλλος ἐπαστράψῃ τοῖς πᾶσιν͵ ᾧ κατ΄ ἀρχὰς ἐμορφώθημεν. τοῦτο δέ ἐστι φῶς καὶ καθαρότης καὶ ἀφθαρσία καὶ ζωὴ καὶ ἀλήθεια καὶ τὰ τοιαῦτα͵ [οὐδὲ γὰρ ἀπεικός ἐστιν ἡμέρας τέκνα καὶ φωτὸς εἶναί τε καὶ φαίνεσθαι] φωτὸς δὲ καὶ καθαρότητος καὶ ἀφθαρσίας οὐδεμία παραλλαγὴ οὐδὲ διαφορὰ πρὸς τὸ ὁμογενὲς εὑρεθήσεται͵ ἀλλὰ μία χάρις ἐπιλάμψει τοῖς πᾶσιν͵ ὅταν υἱοὶ φωτὸς γενόμενοι λάμψωσιν ὡς ὁ ἥλιος κατὰ τὴν ἀψευδῆ τοῦ κυρίου φωνήν. ἀλλὰ καὶ τὸ πάντας ἔσεσθαι τετελειωμένους εἰς τὸ ἓν κατὰ τὴν ἐπαγγελίαν τοῦ θεοῦ λόγου τῆς αὐτῆς ἔχεται διανοίας τῷ μίαν καὶ τὴν αὐτὴν τοῖς πᾶσιν ἐπιφανήσεσθαι χάριν͵ ὡς τὴν αὐτὴν εὐφροσύνην ἕκαστον τῷ πέλας ἀντι χαρίζεσθαι͵ δι΄ οὗ ἕκαστος καὶ εὐφραίνεται τοῦ ἑτέρου τὸ κάλλος βλέπων καὶ ἀντευφραίνει μηδεμιᾶς κακίας μεταμορφούσης τὸ εἶδος εἰς εἰδεχθῆ χαρακτῆρα.