Ψαλμὸς τῷ Δαυΐδ. - ΚΥΡΙΟΣ ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει. 2 εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, 3 τὴν ψυχήν μου ἐπέστρεψεν. ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. 4 ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾿ ἐμοῦ εἶ· ἡ ράβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν. 5 ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξεναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον. 6 καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.
Τρίτη 30 Σεπτεμβρίου 2014
Δόξα

Παρασκευή 26 Σεπτεμβρίου 2014
Ικεσία λα'
Ψαλμός 142
ΚΥΡΙΕ, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· 2 καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. 3 ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· 4 καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. 5 ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. 6 διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. 7 ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 8 ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· 9 ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. 10 δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. 11 ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· 12 καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Πέμπτη 28 Αυγούστου 2014
Τετάρτη 20 Αυγούστου 2014
ὦ ἡσυχία͵ κλῖμαξ οὐράνιος
Ὦ ἡσυχία͵ προκοπὴ μοναζόντων· ὦ ἡσυχία͵ κλῖμαξ οὐράνιος· ὦ ἡσυχία͵ ὁδὸς βασιλείας οὐρανῶν· ὦ ἡσυχία͵ κατανύξεως μήτηρ· ὦ ἡσυχία͵ ἔσοπτρον ἁμαρτημάτων͵ ἡ δεικνύουσα ἀνθρώπῳ τὰ πλημμελήματα αὐτοῦ· ὦ ἡσυχία͵ ἡ δάκρυα μὴ ἐμποδίζουσα· ὦ ἡσυχία͵ πραότητος γεννήτρια· ὦ ἡσυχία͵ ταπεινοφροσύνης σύσκηνε· ὦ ἡσυχία͵ φόβῳ Θεοῦ συνεζευγμένη͵ διανοίας φωταγωγέ· ὦ ἡσυχία͵ λογισμῶν κατάσκοπε͵ καὶ διακρίσεως σύμπονε· ὦ ἡσυχία͵ γεννήτρια παντὸς ἀγαθοῦ͵ νηστείας ἑδραίωμα͵ καὶ γαστριμαργίας ἐμπόδιον· ὦ ἡσυχία͵ σχόλασις προσευχῆς καὶ ἀναγνώσεως· ὦ ἡσυχία͵ γαλήνη λογισμῶν͵ καὶ λιμὴν εὔδιος· ὦ ἡσυχία͵ ἀμεριμνία ψυχῆς· ὦ ἡσυχία͵ ζυγὸς χρηστὸς καὶ φορτίον ἐλαφρὸν͵ ἀναπαύουσα καὶ βαστάζουσα τὸν βαστάζοντά σε· ὦ ἡσυχία͵ εὐφροσύνη ψυχῆς καὶ καρδίας· ὦ ἡσυχία͵ ὀφθαλμῶν καὶ ἀκοῆς καὶ γλώσσης χαλινός· ὦ ἡσυχία περπερότητος ἀναίρεσις͵ καὶ ἀναιδείας ἐχθρά· ὦ ἡσυχία͵ δεσμωτήριον παθῶν· ὦ ἡσυχία͵ πάσης ἀρετῆς συνεργὲ͵ ἀκτημοσύνης πρόξενε͵ χωρίον Θεοῦ καρποφοροῦν καρποὺς ἀγαθούς· ὦ ἡσυχία͵ τεῖχος καὶ ὀχύρωμα τῶν βουλομένων ἀγωνίσασθαι τὴν βασιλείαν τῶν οὐρανῶν.
Αγ. Ιωάννου του Χρυσοστόμου (PG 63.941)
Πέμπτη 19 Ιουνίου 2014
Μακάριοι οἱ εἰρηνοποιοί
Μακάριοι
γὰρ͵ φησὶν͵ οἱ εἰρηνοποιοί. Εἰρηνοποιὸς
δέ ἐστιν ὁ εἰρήνην διδοὺς ἄλλῳ· οὐκ
ἂν δέ τις ἑτέρῳ παράσχοιτο͵ ὃ μὴ
αὐτὸς ἔχει. Βούλεται τοίνυν πρότερον
εἶναί σε πλήρη τῶν τῆς εἰρήνης καλῶν͵
εἶθ΄ οὕτως ὀρέγειν τοῖς ἐνδεῶς
ἔχουσι τοῦ τοιούτου κτήματος. Καὶ μὴ
λίαν τὴν διὰ βάθους θεωρίαν περιεργαζέσθω
ὁ λόγος· αὔταρκες γὰρ ἡμῖν εἰς ἀγαθοῦ
κτῆσιν͵ καὶ τὸ πρόχειρον νόημα.
Μακάριοι οἱ εἰρηνοποιοί. Πολλῶν
ἀῤῥωστημάτων θεραπείαν ὁ λόγος ἐν
ὀλίγῳ χαρίζεται͵ διὰ τῆς περιλήψεως
ταύτης καὶ γενικωτέρας φωνῆς ἐκπεριλαβὼν
τὰ καθ΄ ἕκαστον͵ τί
ἐστιν ἡ εἰρήνη πρῶτον νοήσωμεν. Τί
ἄλλο͵ ἢ ἀγαπητική τις πρὸς τὸ ὁμόφυλον
συνδιάθεσις; τί οὖν ἐστι ἐξ ἐναντίου
τῇ ἀγάπῃ νοούμενον; Μῖσος͵ ὀργὴ͵
θυμὸς͵ φθόνος͵ μνησικακία͵ ὑπόκρισις͵
ἡ κατὰ πόλεμον συμφορά. Ὁρᾷς ὅσων
καὶ οἴων ἀῤῥωστημάτων ἀντιφάρμακόν
ἐστιν ἡ μία φωνή; Ἡ γὰρ εἰρήνη κατὰ
τὸ ἴσον ἑκάστῳ τῶν εἰρημένων
ἀντικαθίσταται͵ καὶ ἀφανισμὸν ποιεῖ
τοῦ κακοῦ τῇ ἑαυτῆς παρουσίᾳ͵ Ὡς
γὰρ ὑγιείας ἐπιλαβούσης ἡ νόσος
ἐξαφανίζεται͵ καὶ φωτὸς φανέντος
οὐχ ὑπολείπεται σκότος· οὕτως καὶ
τῆς εἰρήνης ἐπιφανείσης͵ λύεται
πάντα τὰ ἐκ τοῦ ἐναντίου συνιστάμενα
πάθη. Τοῦτο δὲ ὅσον ἐστὶν ἀγαθὸν͵
οὐδὲν οἶμαι χρῆναι διεξιέναι τῷ λόγῳ
αὐτός· σὺ κατὰ σεαυτὸν ἐπιλελόγισαι͵
οἷος ὁ βίος τῶν ἀλλήλους δι΄ ὑποψίας
καὶ μίσους ἐχόντων͵ ὧν δυσάντητοι
μὲν αἱ συντυχίαι͵ βδελυκτὰ δὲ αὐτοῖς
τὰ ἀλλήλων πάντα· ἄφθογγα δὲ τὰ
στόματα͵ καὶ ἀπεστραμμένα τὰ βλέμματα·
καὶ ἀκοὴ πεφραγμένη τῇ τοῦ μισοῦντος
καὶ μισουμένου φωνῇ.
Τετάρτη 26 Μαρτίου 2014
Από το Γεροντικόν
Κάποτε οι Πατέρες της σκήτης έδωσαν εντολή να κρατήσουν νηστεία οι Αδελφοί μια εβδομάδα, δηλαδή να μη βάλουν τίποτε στο στόμα τους· ούτε νερό. Συνέβη όμως εκείνες τις ημέρες να επισκεφθούν τον Αββά Μωυσή τον Αιθίοπα Μοναχοί από την Αίγυπτο. Ο φιλόξενος Μωυσής έψησε φακές για να τους περιποιηθεί. Όταν είδαν καπνό να βγαίνει από την καλύβη τους, μερικοί όχι τόσο ενάρετοι Αδελφοί, είπαν στους Γέροντες: «Ο Μωυσής περιφρόνησε την προσταγή σας και ψήνει φαγητό».
Την Κυριακή που μαζεύτηκε στην Εκκλησία όλη η σκήτη, ο Πρεσβύτερος που γνώριζε την μεγάλη αρετή του Οσίου, όταν πλησίασε να πάρει αντίδωρο, του είπε δυνατά, για ν' ακουστή από όλους: «Εύγε, Αββά Μωυσή γιατί παρέβης μεν την εντολή των ανθρώπων, εφύλαξες όμως του Θεού την εντολή».
Δευτέρα 24 Μαρτίου 2014
Πρὸς Φιλιππησίους 2.1-18
Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία Πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί, πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες, μηδὲν κατὰ ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν. μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ πατρός.
Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε· ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας. πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα. Ἀλλ’ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν· τὸ δ’ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι.

Εγγραφή σε:
Αναρτήσεις (Atom)