Κυριακή 20 Σεπτεμβρίου 2015

Περί τοῦ κακοῦ


Τὸ κακὸν οὔτε ἦν οὔτε ἔστιν οὔτε ἔσται κατ΄ οἰκείαν φύσιν ὑφεστώς οὔτε γὰρ ἔχει καθοτιοῦν οὐσίαν ἢ φύσιν ἢ ὑπόστασιν ἢ δύναμιν ἢ ἐνέργειαν ἐν τοῖς οὖσιν͵ οὔτε ποιότης ἐστὶν οὔτε ποσότης οὔτε σχέσις οὔτε τόπος οὔτε χρόνος οὔτε θέσις οὔτε ποίησις οὔτε κίνησις οὔτε ἕξις οὔτε πάθος͵ φυσικῶς τῶν ὄντων τινὶ ἐνθεωρούμενον οὔτε μὴν ἐν τούτοις πᾶσιν τὸ παράπαν κατ΄ οἰκείωσιν φυσικὴν ὑφέστηκεν͵ οὔτε ἀρχὴ οὔτε μεσότης οὔτε τέλος ἐστίν͵ ἀλλ΄ ἵνα ὡς ἐν ὅρῳ περιλαβὼν εἴπω͵ τὸ κακὸν τῆς πρὸς τὸ τέλος τῶν ἐγκειμένων τῇ φύσει δυνάμεων ἐνεργείας ἐστὶν ἔλλειψις͵ καὶ ἄλλο καθάπαξ οὐδέν.

Άγ. Μάξιμος ο Ομολογητής

Κυριακή 9 Αυγούστου 2015

Γρηγορεῖτε


«Ἀδελφοί, γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε· πάντα ὑμῶν ἐν ἀγάπῃ γενέσθω» (Α´ Κορ. 16.13)

Ταῦτα δὲ λέγων͵ δοκεῖ μὲν παραινεῖν͵ καθάπτεται δὲ αὐτῶν ὡς ῥᾳθυμούντων. Διὸ λέγει· Γρηγορεῖτε͵ ὡς καθευδόντων· Στήκετε͵ ὡς σαλευομένων· Ἀνδρίζεσθε͵ κραταιοῦσθε, ὡς μαλακιζομένων· Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω͵ ὡς στασιαζόντων. Καὶ τὸ μὲν πρὸς τοὺς ἀπατῶντας͵ τὸ Γρηγορεῖτε͵ στήκετε· τὸ δὲ πρὸς τοὺς ἐπιβουλεύοντας͵ τὸ Ἀνδρίζεσθε· τὸ δὲ πρὸς τοὺς στασιάζοντας καὶ διασπᾷν ἐπιχειροῦντας͵ τὸ Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω͵ ὅπερ σύνδεσμός ἐστι τελειότητος͵ καὶ ῥίζα καὶ πηγὴ τῶν ἀγαθῶν. Τί δέ ἐστι τὸ͵ Πάντα ἐν ἀγάπῃ; Εἴτε ἐπιτιμᾷ τις͵ φησὶν͵ εἴτε ἄρχει͵ εἴτε ἄρχεται͵ εἴτε μανθάνει͵ εἴτε διδάσκει͵ πάντα μετὰ ἀγάπης.

Αγ. Ιωάννης ο Χρυσόστομος

Πέμπτη 26 Φεβρουαρίου 2015

Εἰς τούς ψαλμούς



Ψαλμὸς γαλήνη ψυχῶν͵ βραβευτὴς εἰρήνης͵ τὸ θορυβοῦν καὶ κυμαῖνον τῶν λογισμῶν καταστέλλων. Μαλάσσει μὲν γὰρ τῆς ψυχῆς τὸ θυμούμενον͵ τὸ δὲ ἀκόλαστον σωφρονίζει. Ψαλμὸς φιλίας συναγωγὸς͵ ἕνωσις διεστώτων͵ ἐχθραινόντων διαλλακτήριον. Τίς γὰρ ἔτι ἐχθρὸν ἡγεῖσθαι δύναται μεθ΄ οὗ μίαν ἀφῆκε πρὸς Θεὸν τὴν φωνήν; Ὥστε καὶ τὸ μέγιστον τῶν ἀγαθῶν τὴν ἀγάπην ἡ ψαλμῳδία παρέχεται͵ οἱονεὶ σύνδεσμόν τινα πρὸς τὴν ἕνωσιν τὴν συνῳδίαν ἐπινοήσασα͵ καὶ εἰς ἑνὸς χοροῦ συμφωνίαν τὸν λαὸν συναρμόζουσα. Ψαλμὸς δαιμόνων φυγαδευτήριον͵ τῆς τῶν ἀγγέλων βοηθείας ἐπαγωγή· ὅπλον ἐν φόβοις νυκτερινοῖς͵ ἀνάπαυσις κόπων ἡμερινῶν· νηπίοις ἀσφάλεια͵ ἀκμάζουσιν ἐγκαλλώπισμα͵ πρεσβυτέροις παρηγορία͵ γυναιξὶ κόσμος ἁρμοδιώτατος. Τὰς ἐρημίας οἰκίζει͵ τὰς ἀγορὰς σωφρονίζει· εἰσαγομένοις στοιχείωσις͵ προκοπτόντων αὔξησις͵ τελειουμένων στήριγμα͵ Ἐκκλησίας φωνή. Οὗτος τὰς ἑορτὰς φαιδρύνει͵ οὗτος τὴν κατὰ Θεὸν λύπην δημιουργεῖ. Ψαλμὸς γὰρ καὶ ἐκ λιθίνης καρδίας δάκρυον ἐκκαλεῖται· ψαλμὸς τὸ τῶν ἀγγέλων ἔργον͵ τὸ οὐράνιον πολίτευμα͵ τὸ πνευματικὸν θυμίαμα. Ὢ τῆς σοφῆς ἐπινοίας τοῦ διδασκάλου͵ ὁμοῦ τε ᾄδειν ἡμᾶς καὶ τὰ λυσιτελῆ μανθάνειν μηχανωμένου! 

Μέγας Βασίλειος

Τετάρτη 25 Φεβρουαρίου 2015

Ικεσία λε'

Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργείας, φιλαρχίας καὶ ἀργολογίας μή μοι δῶς.
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ.
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παρασκευή 20 Φεβρουαρίου 2015

Περί αγάπης


"Αγαπήσεις Κύριον τον Θεόν σου εξ όλης της καρδίας σου και εξ όλης της ψυχής σου και εξ όλης της διανοίας σου και εξ όλης της ισχύος σου".

Πρώτον. Αγαπούμε τον Θεό, διότι είμαστε δημιουργήματά Του. Αγαπούμε τον Θεό, γιατί πρώτος Εκείνος μας αγάπησε και μας εξαγόρασε με το Τίμιο Αίμα Του.
"Εξηγόρασας ημάς εκ της κατάρας του νόμου τω τιμίω σου αίματι τω σταυρώ προσηλωθείς και τη λόγχη κεντηθείς" ψάλλει γεμάτος θαυμασμό ο ιερός υμνογράφος. Γι αυτό και ο Απόστολος Παύλος είναι αποκαλυπτικός: "ουκ εστέ εαυτών ... ηγοράσθητε γαρ τιμής".

Δεύτερον. Αγαπώ τον Θεό σημαίνει: Τον τοποθετώ, Τον προτιμώ πάνω από κάθε τι άλλο του κόσμου τούτου.
Ο λόγος Του "ο φιλών πατέρα η μητέρα υπέρ εμέ ουκ έστι μου άξιος ..." δεν ισχύει μόνο για τους Μοναχούς, αλλά για κάθε Κληρικό ιδιαιτέρως, και συγχρόνως για κάθε Χριστιανό. Δεν υπάρχει άλλο Ευαγγέλιο για τους Μοναχούς και άλλο Ευαγγέλιο για τους Κληρικούς, αλλά ένα και το αυτό.

Τρίτον. Αγαπώ τον Θεό σημαίνει ότι αγαπώ τον πλησίον μου ως εαυτόν.
Αγαπώ τον Θεό σημαίνει αγαπώ την δικαιοσύνη Του, την ταπείνωση και την πραότητα.
Αγαπώ την σωφροσύνη και την αγνότητα.
Αγαπώ την εκούσια πτωχεία, την προσφορά και την διακονία.
Αγαπώ την αυταπάρνηση και την θυσία.
Αγαπώ την ανεξικακία και την συγχωρητικότητα.
Αυτές οι αρετές δεν είναι απλώς ιδεολογήματα, αλλά ενυπόστατες. Και η υπόσταση είναι το πρόσωπο του Χριστού.
Αν έχω τον Χριστό μέσα μου, συμπεριφέρομαι όπως και ο Χριστός. Δεν κάνω και δεν λέγω ότι δεν έκαμε και δεν έλεγε ο Χριστός.


Πέμπτη 19 Φεβρουαρίου 2015

A' Κορ. 12, 12-27

Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι καὶ μέλη ἔχει πολλά, πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνός, πολλὰ ὄντα, ἕν ἐστι σῶμα, οὕτω καὶ ὁ Χριστός· 13 καὶ γὰρ ἐν ἑνὶ Πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ πάντες εἰς ἓν Πνεῦμα ἐποτίσθημεν. 14 καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά. 15 ἐὰν εἴπῃ ὁ πούς, ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, - οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; 16 καὶ ἐὰν εἴπῃ τὸ οὖς, ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, - οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; 17 εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις; 18 νυνὶ δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησεν. 19 εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; 20 νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα. 21 οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί· χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσί· χρείαν ὑμῶν οὐκ ἔχω· 22 ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστι, 23 καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν, καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει, 24 τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει. ἀλλ' ὁ Θεὸς συνεκέρασε τὸ σῶμα, τῷ ὑστεροῦντι περισσοτέραν δοὺς τιμήν, 25 ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη· 26 καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη, εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. 27 Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους.

Δευτέρα 16 Φεβρουαρίου 2015

Ὁσίου Μάρκου τοῦ Ἀσκητοῦ


Ἄκουσε λογική ψυχή μου, ἐσύ πού γνωρίζεις τά βαθύτερα σημεῖα τοῦ εἶναι μου. Ἄκουσέ με, γιατί θέλω νά σοῦ μιλήσω, γιά κάποιο θέμα μυστικό καί (κοινοῦ ἐνδιαφέροντος) μά πού ἀπασχολεῖ γενικώτερα τούς ἀνθρώπους. Αὐτό πού κατάλαβα εἶναι ὅτι δέν θά καθαριστεῖς τελικά ἀπό τά πάθη ἀλλά, μέ τή Χάρη τοῦ Θεοῦ, λίγο θά ἀνακουφιστεῖς.
Ξέρω καλά ψυχή μου, ὅτι καί ἐγώ καί ἐσύ κινούμαστε «παρά φύσιν». Ξέρω ὅτι εἴμαστε πλανεμένοι ἀπό τήν ἄγνοια καί γι᾿ αὐτό κατηγοροῦμε τούς ἄλλους γιά τίς ἁμαρτίες μας, λέγοντας ὅτι ἡ κακία βρίσκεται ἔξω καί μακριά ἀπό ἐμᾶς. Ἐξαιτίας αὐτῆς τῆς πλάνης μας, τή μιά τά ρίχνουμε στόν Ἀδάμ, ἄλλοτε μᾶς φταίει ὁ σατανᾶς καί ἄλλοτε θεωροῦμε ὑπεύθυνους γιά ὅ,τι κακό μᾶς συμβαίνει τούς ἀνθρώπους. Κι ἐνῶ νομίζουμε ὅτι κάνοντας αὐτό, πολεμᾶμε ἄλλους, πολεμᾶμε τόν ἴδιο τόν ἑαυτό μας. Καί ἐνῶ νομίζουμε ὅτι ὁ ἕνας μας ὑπερασπίζει τόν ἄλλο καί εἶναι φίλος μας, τήν ἄλλη ὥρα, στήν καθημερινότητα γινόμαστε ἐχθροί μεταξύ μας. Καί ἐνῶ νομίζουμε ὅτι εὐεργετοῦμε τούς ἑαυτούς μας, τούς βασανίζουμε, φορτώνοντας πάνω μας δικαιώματα, κόπους καί ντροπές πού σέ τίποτε δέν θά μᾶς ὠφελήσουν.
Ἔχουμε τήν ἐντύπωση ὅτι ἀγαποῦμε τίς ἐντολές τοῦ Θεοῦ, ἀλλά στήν πραγματικότητα μισοῦμε καί ἀποφεύγουμε τίς αἰτίες πού μᾶς προκαλοῦν νά τίς ἐφαρμόσουμε. Κατάλαβα λοιπόν πολύ καλά ὅτι δέν ἑλκόμαστε ἄδικα καί ἀναγκαστικά ἀπό κάποια ἄλλη ἐξουσία ἔξω ἀπό ἐμᾶς, οὔτε πρός τό καλό, οὔτε πρός τό κακό.