Ἐὰν
ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου͵ ὕπαγε
καὶ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ
αὐτοῦ μόνου· ἐάν σου ἀκούσῃ ἐκέρδησας
τὸν ἀδελφόν σου. Ταῦτα δὲ καὶ τὰ
τοιαῦτα τοῦ Χριστοῦ διαλεγομένου
τοῖς μαθηταῖς καὶ φιλοσοφεῖν
διδάσκοντος͵ Πέτρος͵ ὁ τοῦ χοροῦ τῶν
ἀποστόλων κορυφαῖος͵ τὸ στόμα τῶν
μαθητῶν͵ ὁ στῦλος τῆς Ἐκκλησίας͵ τὸ
στερέωμα τῆς πίστεως͵ ὁ τῆς ὁμολογίας
θεμέλιος͵ ὁ τῆς οἰκουμένης ἁλιεὺς͵
ὁ τὸ γένος ἡμῶν ἀπὸ τοῦ βυθοῦ τῆς
πλάνης εἰς τὸν οὐρανὸν ἀναγαγὼν͵ ὁ
πανταχοῦ θερμὸς καὶ παῤῥησίας γέμων͵
μᾶλλον δὲ ἀγάπης͵ ἢ παῤῥησίας͵
σιγώντων ἁπάντων προσελθὼν τῷ
διδασκάλῳ φησί· Ποσάκις ἁμαρτήσει
εἰς ἐμὲ ὁ ἀδελφός μου͵ καὶ ἀφήσω
αὐτῷ; ἕως ἑπτάκις; ὁμοῦ καὶ ἐρωτᾷ
καὶ ὑπισχνεῖται͵ καὶ πρὶν μάθῃ͵
φιλοτιμεῖται. Τὴν γὰρ γνώμην τοῦ
διδασκάλου σαφῶς εἰδὼς͵ ὅτι πρὸς
φιλανθρωπίαν ῥέπει͵ καὶ πλέον ἐκεῖνος
μάλιστα πάντων αὐτῷ χαρίζεται ὁ
μάλιστα πάντων τὰ ἁμαρτήματα τῶν
πλησίον παρατρέχων καὶ μὴ πικρῶς
ἐξετάζων͵ βουλόμενος ἀρέσαι τῷ
νομοθέτῃ͵ φησίν· Ἕως ἑπτάκις; Εἶτα
ἵνα μάθῃς͵ τί μὲν ἄνθρωπος͵ τί δὲ
Θεὸς͵ καὶ πῶς ἡ τούτου φιλοτιμία͵
ὅπουπερ ἂν ἀφίκηται͵ πρὸς τὴν εὐπορίαν
τὴν ἐκείνου συγκρινομένη͵ πενίας
ἐστὶν ἁπάσης εὐτελεστέρα͵ καὶ ὅτι
ὅσον σταγὼν πρὸς πέλαγος ἄπειρον͵
τοσοῦτον ἡμῶν ἡ ἀγαθότης πρὸς τὴν
ἄφατον αὐτοῦ φιλανθρωπίαν͵ εἰ πόντος
αὐτοῦ͵ Ἕως ἑπτάκις; καὶ νομίσαντος
αὐτοῦ μεγάλα φιλοτιμεῖσθαι͵ καὶ
δαψιλεύεσθαι͵ ἄκουσον τί φησιν· Οὐ
λέγω σοι͵ ἕως ἑπτάκις͵ ἀλλ΄ ἕως
ἑβδομηκοντάκις ἑπτά· τινὲς ἑπτὰ
καὶ ἑβδομήκοντα νομίζουσιν͵ οὐκ ἔστι
δέ· ἀλλὰ παρολίγον πεντακοσιοστόν
ἐστι· τὸ γὰρ ἑπτάκις ἑβδομήκοντα͵
τετρακόσια καὶ ἐννενήκοντά ἐστι.
Καὶ μὴ νομίσῃς δύσκολον εἶναι τὸ
ἐπίταγμα͵ ἀγαπητέ. Ἐὰν γὰρ ἅπαξ καὶ
δεύτερον καὶ τρίτον ἁμαρτόντι
συγχωρήσῃς τῆς ἡμέρας͵ κἂν σφόδρα
ᾖ λίθινος͵ κἂν αὐτῶν τῶν δαιμόνων
ἀγριώτερος ὁ λελυπηκὼς͵ οὐκ ἔσται
οὕτως ἀναίσθητος͵ ὡς πάλιν τοῖς
αὐτοῖς περιπεσεῖν͵ ἀλλὰ τῇ πυκνότητι
τῆς συγχωρήσεως σωφρονισθεὶς͵ βελτίων
ἔσται καὶ ἐπιεικέστερος· σύ τε αὖ
ἐὰν ᾖς παρεσκευασμένος τοσαυτάκις
καταφρονεῖν τῶν εἰς σὲ γινομένων
ἁμαρτημάτων͵ ἀπὸ μιᾶς καὶ δευτέρας
καὶ τρίτης συγχωρήσεως γυμνασάμενος͵
οὐδὲ πόνον ἕξεις λοιπὸν ἐν τῇ τοιαύτῃ
φιλοσοφίᾳ͵ μελετήσας καθάπαξ τῇ
πυκνότητι τῆς συγχωρήσεως μηδὲ
πλήττεσθαι παρὰ τῶν τοῦ πέλας
ἁμαρτημάτων.
Ἅγ.
Ἰωάννης ὁ Χρυσόστομος