Δευτέρα 20 Οκτωβρίου 2014

Πρός Θεσσαλονικεῖς

κεφ. 5

4 ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ· 5 πάντες ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους. 6 ἄρα οὖν μὴ καθεύδωμεν ὡς καὶ οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. 7 οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσι, καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν· 8 ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας· 9 ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργὴν, ἀλλ' εἰς περιποίησιν σωτηρίας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 10 τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν, ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν.

Κυριακή 19 Οκτωβρίου 2014

Τί τοίνυν παίζεις ἐν οὐ παικτοῖς;


Αγίου Ιωάννου του Χρυσοστόμου
 
Ὁ οἰκέτης ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὑτοῦ͵ καὶ μὴ ποιήσας͵ δαρήσεται πολλά. Εἰ δὲ οὐκ ἔστι βίου δοῦναι λόγον͵ ἀλλ΄ ἁπλῶς ταῦτα εἴρηται͵ οὐδὲ ὁ διάβολος τιμωρηθήσεται· καὶ γὰρ τὸν Θεὸν οἶδε͵ καὶ ἀνθρώπων μᾶλλον πολλῶν· καὶ οἱ δαίμονες δὲ πάντες καὶ ἴσασιν αὐτὸν͵ καὶ φρίττουσι͵ καὶ κριτὴν ὁμολογοῦσιν. Εἰ τοίνυν βίου οὐκ ἔστι δοῦναι λόγον͵ οὐδὲ πονηρῶν πράξεων͵ διαφεύξονται καὶ οὗτοι. Οὐκ ἔστι ταῦτα͵ οὐκ ἔστι· μὴ ἑαυτοὺς ἀπατᾶτε͵ ἀγαπητοί. Εἰ γὰρ μὴ ἔστι γέεννα͵ πῶς κρινοῦσι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ οἱ ἀπόστολοι; πῶς φησιν ὁ Παῦλος· Οὐκ οἴδατε͵ ὅτι ἀγγέλους κρινοῦμεν; μήτι γε βιωτικά; πῶς ὁ Χριστὸς ἔλεγεν· Ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει͵ καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην; καὶ͵ Ἀνεκτότερον ἔσται γῇ Σοδόμων ἐν ἡμέρᾳ κρίσεως; Τί τοίνυν παίζεις ἐν οὐ παικτοῖς; τί ἀπατᾷς σαυτὸν καὶ παραλογίζῃ τὴν ψυχήν σου͵ ἄνθρωπε; τί τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ μάχῃ; Διὰ γὰρ τοῦτο καὶ ἡτοίμασεν αὐτὴν καὶ ἠπείλησεν͵ ἵνα μὴ ἐμπέσωμεν͵ τῷ φόβῳ γενόμενοι βελτίους. Ὥστε ὁ τὸν περὶ τούτων ἀναιρῶν λόγον͵ οὐδὲν ἕτερον λανθάνει ποιῶν͵ ἢ εἰς αὐτὴν αὑτὸν ὠθεῖ καὶ ἐμβάλλει διὰ τῆς ἀπάτης ταύτης. Μὴ τοίνυν ἐκλύσῃς τὰς χεῖρας τῶν ὑπὲρ ἀρετῆς πονούντων͵ μηδὲ ἐπιτείνῃςτὴν ῥᾳθυμίαν τῶν καθευδόντων.

PG 60.674

Πέμπτη 16 Οκτωβρίου 2014

ᾠδὴ ἀναστάσεως




Ψαλμός 65

Εἰς τὸ τέλος· ᾠδὴ ψαλμοῦ· ἀναστάσεως.
ΑΛΑΛΑΞΑΤΕ τῷ Κυρίῳ πᾶσα ἡ γῆ,
2 ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ. δότε δόξαν αἰνέσει αὐτοῦ.
3 εἴπατε τῷ Θεῷ· ὡς φοβερὰ τὰ ἔργα σου· ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
4 πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου.
5 δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ· φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων,
6 ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν, ἐν ποταμῷ διελεύσονται ποδί. ἐκεῖ εὐφρανθησόμεθα ἐπ᾿ αὐτῷ,
7 τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος. οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν, οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς.
8 εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν καὶ ἀκουτίσασθε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ,
9 τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωήν, καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου.
10 ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεός, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον·