Τρίτη 30 Ιουλίου 2013

ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήσαμεν τὸν Θεόν, ἀλλ᾿ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς

1 Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ Θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. 2 ἐν τούτῳ γινώσκετε τὸ πνεῦμα τοῦ Θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ ᾿Ιησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἔστι· 3 καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν ᾿Ιησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ οὐκ ἔστι· καὶ τοῦτό ἐστι τὸ τοῦ ἀντιχρίστου ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη. 4 ῾Υμεῖς ἐκ τοῦ Θεοῦ ἐστε, τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ. 5 αὐτοὶ ἐκ τοῦ κόσμου εἰσί· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσι καὶ ὁ κόσμος αὐτῶν ἀκούει. 6 ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμεν· ὁ γινώσκων τὸν Θεὸν ἀκούει ἡμῶν. ὃς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ οὐκ ἀκούει ἡμῶν. ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης. 7 ᾿Αγαπητοί, ἀγαπῶμεν ἀλλήλους, ὅτι ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστι, καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ Θεοῦ γεγέννηται καὶ γινώσκει τὸν Θεόν. 8 ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν Θεόν, ὅτι ὁ Θεὸς ἀγάπη ἐστίν. 9 ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ Θεοῦ ἐν ἡμῖν, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ Θεὸς εἰς τὸν κόσμον ἵνα ζήσωμεν δι᾿ αὐτοῦ. 10 ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήσαμεν τὸν Θεόν, ἀλλ᾿ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀπέστειλε τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν. 11 ᾿Αγαπητοί, εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν. 12 Θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν. 13 ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. 14 Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκε τὸν υἱὸν σωτῆρα τοῦ κόσμου. 15 ὃς ἂν ὁμολογήσῃ ὅτι ᾿Ιησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ Θεῷ. 16 καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν. ῾Ο Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ. 17 ᾿Εν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ᾿ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστι, καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ. 18 φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ᾿ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ. 19 ῾Ημεῖς ἀγαπῶμεν αὐτόν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς. 20 ἐάν τις εἴπῃ ὅτι ἀγαπῶ τὸν Θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν ὃν ἐώρακε, τὸν Θεόν ὃν οὐχ ἑώρακε πῶς δύναται ἀγαπᾶν; 21 καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ᾿ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.

Iω. Α΄ 4

Δευτέρα 29 Ιουλίου 2013

Oσ.Ισαάκ του Σύρου

Γενηθήτω το θέλημα σου, έως ου τελειώσω το έργον το αγαθόν, όπερ ποιήσαι επεθύμησα, εάν περ αρέσκη τω θεληματί σου. Το θελήσαι γαρ εν αυτώ ευχερές μοί εστί, το ποιήσαι δε αυτό, εκτός χαρίσματος εκ σου γινομένου, ου δύναμαι, και εάν τα δύο εκ σου ώσι, το τε θέλειν και το ενεργείν. Ου γαρ χωρίς της χάριτος σου ταυτήν την επιθυμίαν την κινηθείσαν εν εμοί δέξασθαι επείσθην ή επτοήθην εξ αυτής. Τούτο γαρ το έθος τω επιθυμούντι το αγαθόν εν τη διακρίσει του νου εργάζεσθαι δια προσευχής προς βοήθειαν της εργασίας αυτής και σοφίαν την διαιρούσαν την αληθειαν εκ του νόθου. Εν προσευχαίς γαρ πολλαίς και εργασία και φυλακή και πόθω απαύστω το αγαθόν διακρίνεται, εν συνεχέσι τε δάκρυσι και εν ταπεινώσει και ουρανίω αντιλήψει, μάλιστα ότε έχει εναντίους λογισμούς της υπερηφανείας. Ούτε γαρ κωλύουσι την βοήθειαν του Θεού εξ ημών, καταργούμεν δε τούτους δια προσευχής.

Κυριακή 28 Ιουλίου 2013

Περί μετανοίας

Πηγή


Ἡ δύναμις τῆς μετανοίας εἶναι θεμελιωμένη στὴν δύναμη τοῦ Θεοῦ. Ὁ Ἰατρὸς εἶναι πανίσχυρος, καὶ ἡ ἴασις ποὺ Ἐκεῖνος χαρίζει εἶναι παντοδύναμος.

...
Ὢ σεῖς, οἱ ὁδοιπόροι τῆς γῆς. Ὢ σεῖς, ὅλοι ὅσοι ἀναλίσκεσθε ἢ σύρεσθε στὴν εὐρύχωρη ὁδό, μέσα στὸν ἀκατάπαυστο θόρυβο τῶν γηίνων μεριμνῶν, περισπασμῶν καὶ διασκεδάσεων, ἀνάμεσα σὲ ἄνθη ἀνάμικτα μὲ ἀγκάθια, σεῖς ποὺ σπεύδετε καὶ ἀκολουθεῖτε αὐτὸ τὸν δρόμο, κατευθυνόμενοι πρὸς τὸ τέλος, ποὺ εἶναι σὲ ὅλους γνωστὸν καὶ ὅμως ὅλοι τὸ λησμονοῦν: ὁ σκοτεινὸς τάφος καὶ ἡ ἀκόμη σκοτεινοτέρα καὶ φοβερωτέρα αἰωνιότης.
Σταματῆστε! Ἀποτινάξτε τὴν γοητείαν αὐτοῦ τοῦ κόσμου, ποὺ σᾶς κρατεῖ μονίμως σὲ αἰχμαλωσία! Ἀκοῦστε αὐτὸ ποὺ σᾶς εὐαγγελίζεται ὁ Σωτὴρ ἡμῶν Χριστός, δῶστε στὰ λόγια του τὴν προσοχὴ ποὺ τοὺς ἁρμόζει: «Μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ. Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν»
...
Θὰ μᾶς προδώσουν, ἀδελφοί, ὁπωσδήποτε θὰ μᾶς προδώσουν ὅλα τὰ φθαρτὰ ἀγαθά. Τοὺς πλουσίους καὶ τοὺς πάμπλουτους θὰ τοὺς προδώση ὁ πλοῦτος τους, τοὺς ἐνδόξους ἡ δόξα τους, τοὺς νέους ἡ νεότης τους, τοὺς σοφοὺς ἡ σοφία τους.
Ἕνα μόνον αἰώνιο καὶ οὐσιῶδες ἀγαθὸ μπορεῖ νὰ ἀποκτήση ὁ ἄνθρωπος κατὰ τὴν διέλευσή του ἀπὸ τὴν γῆ. Αὐτὸ εἶναι ἡ ἀληθὴς γνῶσις τοῦ Θεοῦ καὶ ἡ συμφιλίωσίς του μὲ τὸν Θεό, τὴν ὁποία χαρίζει ὁ Χριστός. Γιὰ νὰ λάβη ὅμως κανεὶς τὰ κορυφαῖα καὶ ὑπέρτατα αὐτὰ ἀγαθά, πρέπει νὰ ἐγκαταλείψη τὴν ἁμαρτωλὴν ζωὴ καὶ νὰ τὴν μισήση. Μετανοεῖτε!
...
Ἐκεῖνος ποὺ ἔχει θεσπίσει τὴν μετάνοια εἶναι ὁ Δημιουργός σου, ὁ ὁποῖος σὲ ἐδημιούργησε ἐκ τοῦ μηδενός. Εὐκολώτερα λοιπὸν τώρα ποὺ σὲ ἔχει ἤδη φέρει στὴν ὕπαρξη μπορεῖ νὰ σὲ ἀναπλάση καὶ νὰ μεταμορφώση τὴν καρδία σου, ἀπὸ φιλαμαρτήμονα νὰ τὴν κάνη φιλόθεο, ἀπὸ φιλήδονο, ἀπὸ φιλόσαρκο, ἀπὸ κακόβουλο καὶ ἀπὸ ἡδυπαθῆ νὰ τὴν κάνη καθαράν, πνευματικήν, ἁγία.
Ἀδελφοί! Ἂς γνωρίσουμε τὴν ἀνέκφραστη ἀγάπη τοῦ Θεοῦ πρὸς τὸ βυθισμένο στὴν ἁμαρτία ἀνθρώπινο γένος. Ὁ Κύριος οἰκονόμησε τὴν ἐνανθρώπησή του, ἔτσι ὥστε μέσω τῆς ἀνθρωπίνης φύσεώς του νὰ μπορέση νὰ δεχθῆ τὶς τιμωρίες ποὺ οἱ ἄνθρωποι ἀξίζουν νὰ δεχθοῦν. Καὶ μὲ τὸ νὰ δεχθῆ τιμωρία Ἐκεῖνος ὁ Πανάγιος, νὰ ἐξαγοράση καὶ νὰ λυτρώση τοὺς ἐνόχους ἀπὸ τὴν τιμωρία. Τί τὸν προσείλκυσε κοντά μας, ἐδῶ στὴν γῆ, στὸν τόπο τῆς ἐξορίας μας; Μήπως οἱ δικαιοσύνες μας; Ὄχι! Τὸν εἵλκυσε σὲ μᾶς ἡ ὀλεθρία ἐκείνη κατάστασις στὴν ὁποία μᾶς ἔριξε ἡ ἁμαρτία μας.
...
«Ζῶ Ἐγώ, λέγει Κύριος», ἀναγκαζόμενος νὰ ἐνισχύση μὲ αὐτὸν τὸν τρόπο τὴν διαβεβαίωση ἐνώπιον τῶν ἀπίστων, καὶ νὰ διεγείρη τὴν προσοχὴ τῶν ἀπροσέκτων. «Ζῶ Ἐγώ, λέγει Κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ ἀσεβοῦς, ὡς τὸ ἀποστρέψαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, καὶ ζῆν αὐτόν… ἵνα τί ἀποθνήσκετε οἶκος Ἰσραήλ;».

Ἄγ. Ἰγνάτιος Μπριαντσιανίνωφ

Σάββατο 27 Ιουλίου 2013

Αγ.Ιωάννου του Δαμασκηνού



Καὶ τόσον αὐτῷ τῆς ἐγκρατείας τὸ περιὸν͵ ὡς λανθάνειν͵ εἴτε καὶ ὅ τι͵ καὶ ὅσον προσεφέρετο βρώσεώς τε καὶ πόσεως. Ἡ μὲν γὰρ φύσις ἐπίκηρος͵ καὶ τὸ σαρκίον ῥευστὸν καὶ κινούμενον͵ καὶ ὥσπερ πνεύματος ἐνδεές· ἀναπνοῆς γὰρ ἄνευ ζῇν τῶν ἀμη χάνων͵ καὶ τῶν λοιπῶν οὕτω χρεὼν ἀναπληροῦσθαι τὴν ἔνδειαν. Τρία γὰρ τὰ κενούμενα͵ ξηρὸν͵ καὶ ὑγρὸν καὶ πνεῦμα· ὧν ἑκάστου ἡ κατάλληλος ἀναπλήρω σις συνιστᾷν τόδε τὸ σῶμα φυσικῶς πρὸς τοῦ κτί σαντος ὥρισται. Ἄλλ΄ ἡ χάρις τοῦ Πνεύματος οὐχ ὑπείκει φύσεως ὅροις. Οὐ γὰρ ἐν ἄρτῳ μόνῳ ζή σεται ὁ ἄνθρωπος͵ ἀλλ΄ ἐπὶ παντὶ ῥήματι ἐκ πορευομένῳ διὰ στόματος Θεοῦ.ῃ Τίς οὕτω καθαρὸς καὶ ψυχὴν καὶ διάνοιαν πρὸς τῷ σώματι͵ ὡς μαρ τυρεῖσθαι αὐτῷ καὶ τὸ πρὸς μίξεις ἠλίθιον; Ἀλλ΄ οὐκ ἠλίθιον ὄντως· οὐ γὰρ ἄλογον͵ οὐδὲ φύσεως τὸ ἀῤῥώστημα͵ λόγου δὲ ἐπικράτεια ἡνιοχοῦντος τὸ ἄλογον͵ καὶ πᾶσαν τὴν ἔφεσιν πρὸς Θεὸν ἀνατείνον τος͵ ἐφ΄ ᾧ καὶ δεδημιούργητο͵ ἀποστρεφομένου μὲν τὸ λεῖον τῆς ἡδονῆς ὡς πυρὸς ὑπέκκαυμα͵ προαιρου μένου δὲ τὸ τραχὺ τῆς ἀρετῆς φέρον πρὸς ῥᾳστώνην ἀΐδιον. Οὕτως ἑαυτὸν συνεθίζων͵ ἐκ μικροῦ προβαί νων͵ ὡσημέραι ἀεὶ ἐγίνετο ἑαυτοῦ ἐγκρατέστερος͵ ἕως τὸ πάθος ἐκοίμησε τέλεον͵ ἀσκητικῇ τέχνῃ τι θασσεύσας καὶ δράσας ὑφήνιον͵ εἰς ἕξιν τοῦ ἔθους τῷ χρόνῳ καὶ προβάδην εἰς φύσιν ἐλάσαντος. Πόνος γὰρ θείας ἐπικουρίας τυχὼν͵ ἀπάθειαν χαρίζεσθαι πέφυκε.



Παρασκευή 26 Ιουλίου 2013

Εξομολόγηση

Ψυχή μου τι ζητάς στα σκότη;
ανατολές γυρεύεις, φως και φωτιά
και συ θρηνείς το χτες και το γιατί;

μη εκλαμβάνεις ως εξ ιδίων τα αλλότρια,
κι αντί να ξαλαφρώνεις μη βαραίνεις
με σαβούρες χτεσινές...


και πρόσεχε, τα παιδιά που σε κοιτούνε
μη και τα κάνεις να δακρύσουν εξαιτίας σου
γιατί τότε αλί
και τρισαλί
και κρίμα....




Πέμπτη 25 Ιουλίου 2013

η θλίψις εις χαράν γενήσεται...

20 Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 21 μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. 22 μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 23 χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν. 24 πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν. 25 οὐαὶ ὑμῖν οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσετε. οὐαί ὑμῖν οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε. 26 οὐαὶ ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν. 27 Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, 28 εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν, προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς. 29 τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. 30 παντὶ δὲ τῷ αἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει. 31 καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. 32 καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. 33 καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι. 34 καὶ ἐὰν δανείζητε παρ' ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπολάβωσι τὰ ἴσα. 35 πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. 36 Γίνεσθε οὖν οἰκτίρμονες καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί. 37 Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε· μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε· ἀπολύετε, καὶ ἀπολυθήσεσθε· 38 δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλὸν, πεπιεσμένον καὶ σεσαλευμένον καὶ ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν· τῷ γὰρ αὐτῷ μέτρῳ, ᾧ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.


Λουκ. 21, 20-38

Τετάρτη 24 Ιουλίου 2013

Ψαλμ.56


ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἕως οὗ παρέλθῃ ἡ ἀνομία. 
κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ῞Υψιστον, τὸν Θεὸν τὸν εὐεργετήσαντά με. 
ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με, ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με. ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ 
καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων. ἐκοιμήθην τεταραγμένος· υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα. 
ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. 
παγίδα ἡτοίμασαν τοῖς ποσί μου καὶ κατέκαμψαν τὴν ψυχήν μου· ὤρυξαν πρὸ προσώπου μου βόθρον καὶ ἐνέπεσαν εἰς αὐτόν. 
ἑτοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου. 
ἐξεγέρθητι, ἡ δόξα μου· ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα· ἐξεγερθήσομαι ὄρθρου. 
ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι, 
ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. 
ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ  πᾶσαν τὴν γῆν ἡ δόξα 




Τρίτη 23 Ιουλίου 2013

Αγ.Κυρίλλου Αλεξανδρείας

Φιλάνθρωπος ὁ Θεὸς͵ φιλάνθρωπος δὲ οὐκ ὀλί γον. Μὴ εἴπῃς· Ἐπόρνευσα͵ ἐμοίχευσα͵ τὰ δεινά μοι πέπρακται· ἆρα συγχωρήσει ὁ Θεός; Ἄκουε τί λέγει ὁ Ψαλμῳδός· Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότη τός σου͵ Κύριεῃ Οὐ νικᾶ σου τὰ συναχθέντα ἁμαρ τήματα τὸ πλῆθος τῶν οἰκτιρμῶν τοῦ Θεοῦ· οὐ νικᾷ σου τὰ τραύματα τὴν ἰατρικὴν ἐμπειρίαν. Δὸς μόνον σεαυτὸν διὰ πίστεως· λέγε τῷ ἰατρῷ τὴν κάκωσιν͵ εἰπὲ καὶ αὐτὸς κατὰ τὸν Δαβίδ· Εἶπα· Ἐξαγορεύσω κατ΄ ἐμοῦ τὴν ἁμαρτίαν μου τῷ Κυρίῳ͵ καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.

Δευτέρα 22 Ιουλίου 2013

Ψαλμός 91

Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, ὕψιστε,
τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα
ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ’ ᾠδῆς ἐν κιθάρᾳ.
ὅτι εὔφρανάς με, κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι.
ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, κύριε· σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου.
ἀνὴρ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα.
ἐν τῷ ἀνατεῖλαι τοὺς ἁμαρτωλοὺς ὡς χόρτον καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅπως ἂν ἐξολεθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
σὺ δὲ ὕψιστος εἰς τὸν αἰῶνα, κύριε·
 ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται, καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,
καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι,
καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου, καὶ ἐν τοῖς ἐπανιστανομένοις ἐπ’ ἐμὲ πονηρευομένοις ἀκού σεται τὸ οὖς μου.
δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
πεφυτευμένοι ἐν τῷ οἴκῳ κυρίου ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἡμῶν ἐξανθήσουσιν·
ἔτι πληθυνθήσονται ἐν γήρει πίονι καὶ εὐπαθοῦντες ἔσονται
τοῦ ἀναγγεῖλαι ὅτι εὐθὴς κύριος ὁ θεός μου καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Κυριακή 21 Ιουλίου 2013

Ὦ Παρθένε θεία καί νῦν οὐρανία, πῶς σου τό πᾶν ἐξείπω;








Τίς οὖν τό θεαυγές κάλλος ὑπογράψει Παρθενομῆτορ λόγος; Οὐ γάρ ἔστι τά σά λογισμοῖς καί λόγοις ὁρίζειν, πάντα γάρ ὑπερβαίνει καί νοῦν καί λόγον. 

Ὑμνεῖν δ΄ ὅμως ἔξεστι, σοῦ φιλανθρώπως προσιεμένης, σύ γάρ καί χαρίτων ἁπασῶν χωρίον καί πλήρωμα καλοκαγαθίας παντοίας καί πίναξ καί εἰκών ἔμψυχος ἀγαθοῦ παντός καί χρηστότητος πάσης, ὡς μόνη πάντων ἠξιωμένη συλλήβδην τῶν τοῦ πνεύματος χαρισμάτων...

Αγ.Γρηγορίου του Παλαμά

Σάββατο 20 Ιουλίου 2013

ἀπορῶ καί δειλιῶ, ἀλλά βοήθει μοι.

Πῶς μου θρηνήσω τόν βίον τόν ῥυπαρόν, και τα πλήθη Δέσποινα, τῶν ἀμέτρων μου κακῶν; 
τί δέ ἐξαγγείλω σοι ἀγνή; ἀπορῶ καί δειλιῶ, ἀλλά βοήθει μοι.
Πόθεν ἀπάρξομαι λέγειν τα πονηρά, καί δεινά μου πταίσματα, ὁ ταλαίπωρος ἐγώ;
οἴμοι, τί γενήσομαι λοιπόν; ἀλλά Δέσποινα κἀμέ,πρό τέλους οἴκτειρον.
Πᾶσαν ὁδόν παροδεύσας ἁμαρτιῶν, σωτηρίας ἄχραντε τρίβον εὗρων οὐδαμῶς' 
ἀλλά σοί προστρέχω ἀγαθή, μή παρίδῃς, ἐκ ψυχῆς μετανοοῦντα με.
Τοῦ μέν θανάτου τήν ὥραν διηνεκῶς, ἐννοῶ πανάχραντε, καί τό βῆμα τό φρικτόν, 
συνηθείᾳ ὅλως δέ κακῶν, δελεάζομαι δεινῶς, ἀλλά βοήθει μοι.
Τῶν ἀγαθῶν ὁ φθορεύς με νῦν καθορῶν, γυμνόν ἀπροστάτευτον, 
καί μακράν ἀπό Θεοῦ, γεγονότα θείων ἀρετῶν, καταπίνειν με ὁρμᾷ, Δέσποινα πρόφθασον.

Παρασκευή 19 Ιουλίου 2013

Ποῦ γὰρ, εἰπέ μοι, σωματικῆς χρεία δυνάμεως, ὅταν συντρίψαι δέῃ καρδίαν, ὅταν εὔξασθαι νήφοντα καὶ διεγηγερμένον, ὅταν ἀναλογίσασθαι τὰ ἁμαρτήματα, ὅταν καταλῦσαι τῦφον καὶ ἀπόνοιαν, ὅταν ταπεινῶσαι λογισμόν;



[...]

Καὶ γὰρ, εἰ μὴ τὸ πῦρ ἐκεῖνο ἠπείλητο ἡμῖν, μηδὲ ἀθάνατοι κολάσεις ἡμᾶς ἔμενον, αὐτὸ μόνον τὸ ἀλλοτριωθῆναι τοῦ Χριστοῦ, τοῦ πράου καὶ φιλανθρώπου, τοῦ παραδόντος ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς θάνατον, καὶ πάντα παθόντος, ἵνα ἡμᾶς ἐξαιρήσηται τῆς κολάσεως ἐκείνης, καὶ καταλλάξῃ ἡμᾶς τῷ ἑαυτοῦ Πατρὶ ἐχθροὺς ὄντας τοῖς πταίσμασιν, εἰ καὶ μὴ τῶν προκειμένων ἐκείνων ἀνεκλαλήτων ἀγαθῶν καὶ ἀθανάτων ἐκπίπτειν μέλλομεν, πάσης κολάσεως μεῖζόν ἐστι, καὶ ἱκανὸν διεγεῖραι ψυχὰς, καὶ πεῖσαι νήφειν διαπαντός.
Εἰ γὰρ ἀναγινώσκοντες μόνον τὸ ὑπόδειγμα τῶν πέντε παρθένων, ἃς ἔξω τοῦ νυμφῶνος ἡ τοῦ ἐλαίου σπάνις ἀπέκλεισεν, ἐξ ἴσης ἐκείναις αὐταῖς ἀλγοῦμεν ἐπὶ τοῖς ἐκείνων κακοῖς, καὶ θορυβούμεθα·
ἂν ἐννοήσωμεν ὅτι καὶ αὐτοὶ τοῦτο πεισόμεθα ῥᾳθυμήσαντες, τίς οὕτως ἔσται λίθινος λοιπὸν, ὡς, τοῦ παραδείγματος αὐτὸ τοῦτο συνεχῶς στρέφοντος τὴν ψυχὴν, εἰς ὀλιγωρίαν ἐμπεσεῖν;
Ἐνῆν μὲν οὖν καὶ εἰς μεῖζον μῆκος ἐκτεῖναι τὸν λόγον, ἀλλ' ἐπειδὴ μόνον ὑπακοῆς καὶ οὐκ ἄλλης χρείας ἕνεκεν ἡμῖν εἴρηται, καὶ ταῦτα πέρα τοῦ δέοντος γέγραπται.
Εὖ γὰρ οἶδα ὅτι πᾶσαν τῆς κατανύξεως τὴν ἀρετὴν αὐτός τε ἔχεις ἀκριβῶς, καὶ ἄλλοις ἂν μεταδοίης καὶ σιωπῶν, ἂν μόνον βραχὺ τῇ εὐλαβείᾳ συζῆσαι ἀξιωθεῖεν τῇ σῇ, καὶ τὸν ἐσταυρωμένον βίον ἰδεῖν.
Ὥστε εἰ χρὴ κατάνυξιν μαθεῖν τοὺς μὲν νῦν ζῶντας, εἰς τὸ σὸν βαδίζειν δεῖ καταγώγιον·
τοὺς δὲ μετὰ ταῦτα, ἀκούειν τὰ σά·
πολλὴν γὰρ οἶμαι ῥοπὴν παρέξειν πρὸς τοῦτο τὴν διήγησιν μόνον τοῦ βίου τοῦ σοῦ.
∆ιὸ δέομαι καὶ παρακαλῶ τὴν ἀμοιβὴν ἡμῖν ἀποτῖσαι λοιπὸν, καὶ τὰς εὐχὰς ἀντιδοῦναι τὰς σὰς, ὥστε μὴ λέγειν περὶ κατανύξεως μόνον, ἀλλὰ καὶ διὰ τῶν ἔργων τὸ πρᾶγμα ἐπιδείκνυσθαι τοῦτο·
ἐπειδὴ τὸ διδάσκειν ἄνευ τοῦ ποιεῖν, οὐ μόνον κέρδος οὐδὲν, ἀλλὰ καὶ ζημίαν πολλὴν καὶ κατάκρισιν φέρει τῷ μετὰ τοσαύτης ἀπροσεξίας διοικοῦντι τὸν βίον τὸν ἑαυτοῦ.
Οὐ γὰρ πᾶς, φησὶν, ὁ λέγων μοι, Κύριε, Κύριε, ἀλλ' ὃς δ' ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.


Αγ.Ιωάννου του Χρυσοστόμου

Πέμπτη 18 Ιουλίου 2013

Aγ.Γρηγορίου του Παλαμά

Εἰ δέ καί κατά τόν ψαλμῳδόν «πᾶσα ἡ δόξα τῆς θυγατρός τοῦ βασιλέως
ἔσωθεν», πῶς ἡμεῖς αὐτήν ἔξω που ζητήσομεν; Εἰ δέ καί κατά τόν ἀπόστολον ὁ Θεός
ἔδωκεν αὐτοῦ τό Πνεῦμα κρᾶζον ἐν ταῖς καρδίαις ἡμῶν, ἀββᾶ ὁ πατήρ, πῶς ἡμεῖς
οὐκ ἐν αὐταῖς συνευξόμεθα τῷ Πνεύματι; Εἰ δέ καί κατά τόν προφητῶν καί
ἀπόστολον Κύριον «ἡ βασιλεία τῶν οὐρανῶν ἐντός ἡμῶν ἐστι», πῶς οὐκ ἔξω καί τῆς
οὐρανῶν βασιλείας γένοιτ᾿ ἄν ὁ τῶν ἐντός ἑαυτοῦ τόν νοῦν ἐξάγειν διά σπουδῆς
ποιούμενος; «Καρδία ὀρθή», φησίν ὁ Σολομών, «ζητεῖ αἴσθησιν», ἥν ὁ αὐτός νοεράν
καί θείαν ἀλλαχοῦ προσείρηκε, πρός ἥν οἱ πατέρες πάντας προτρεπόμενοι,
«νοῦς, φασί, νοερός πάντως καί νοεράν αἴσθησιν περιβέβληται, ἥν ἐν ἡμῖν καί οὐκ
ἐν ἡμῖν οὖσαν ἐκζητοῦντες μή παυσώμεθα». Ὁρᾷς ὅτι κἄν πρός τήν ἁμαρτίαν
ἀντικαταστῆναί τις προθυμηθῇ, κἄν τήν ἀρετήν προσκτήσασθαι, κἄν τοῦ κατ᾿
ἀρετήν ἄθλου τό βραβεῖον, μᾶλλον δέ τόν ἀρραβῶνα τοῦ κατ᾿ἀρετήν βραβείου, τήν
αἴσθησιν τήν νοεράν εὑρεῖν, ἐντός τοῦ τε σώματος καί ἑαυτοῦ τόν νοῦν ἐπαναγαγεῖν
ἀνάγκη; Τό δ᾿ἔξω τόν νοῦν, οὐ τοῦ σωματικοῦ φρονήματος, ἀλλ᾿ αὐτοῦ τοῦ σώματος
ποιεῖν, ὡς ἐκεῖ νοεροῖς θεάμασιν ἐντύχοι, τῆς ἑλληνικῆς ἐστι πλάνης αὐτό τό
κράτιστον καί πάσης κακοδοξίας ρίζα καί πηγή, δαιμόνων εὕρημα καί παίδευμα,
γεννητικόν ἀνοίας καί γέννημα τῆς ἀπονοίας. ∆ιό καί οἱ λαλοῦντες ἐκ τῆς τῶν
δαιμόνων ἐπιπνοίας ἐξεστηκότες ἑαυτῶν εἰσι, μηδ᾿ αὐτό τοῦτο συνιέντες ὅ τι λέγουσιν. 

Ἡμεῖς δέ, μή μόνον εἴσω τοῦ σώματος καί τῆς καρδίας, ἀλλά καί τόν
αὐτόν αὐτοῦ πάλιν εἴσω πέμπομεν τόν νοῦν.

Τετάρτη 17 Ιουλίου 2013

Ψαλμός 81


Ὁ Θεός ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ. ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε;
κρίνατε ὀρφανῷ καὶ πτωχῷ, ταπεινὸν καὶ πένητα δικαιώσατε·
ἐξέλεσθε πένητα καὶ πτωχόν, ἐκ χειρὸς ἁμαρτωλοῦ ρύσασθε αὐτόν.
οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται·
σαλευθήσονται πάντα τὰ θεμέλια τῆς γῆς.ἐγὼ εἶπα·
θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες·
ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε.
ἀνάστα, ὁ Θεός, κρίνων τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.

Τρίτη 16 Ιουλίου 2013

Οσίου Ισαάκ του Σύρου

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅστις ἔκλαυσας ἐπὶ Λαζάρῳ, καὶ ἔχυσας δάκρυα λύπης καὶ συμπαθείας ἐπάνω εἰς αὐτόν, δέξαι τὰ τῆς πικρίας μου δάκρυα· ἰάτρευσον διὰ τῶν ἁγίων σου παθημάτων τὰ πάθη μου· θεράπευσον διὰ τῶν πληγῶν σου τὰς ψυχικάς μου πληγάς· διὰ τοῦ τιμίου σου αἵματος καθάρισόν μου τὸ αἷμα, καὶ ἕνωσον τὴν εὐωδίαν τοῦ ζωοποιοῦ σου σώματος τῷ σώματί μου· ἡ χολή, τὴν ὁποίαν παρὰ τῶν ἐχθρῶν ἐποτίσθης, ἂς γλυκάνῃ τὴν ψυχήν μου ἀπὸ τὴν πικρίαν, τὴν ὁποίαν ὁ ἀντίδικός μου διάϐολος μ᾿ ἐπότισε· τὸ πανάγιόν σου σῶμα, τὸ ὁποῖον ἐτανύσθη ἐπὶ τοῦ σταυροῦ, ἂς ἀναπτερώσῃ πρὸς σὲ τὸν νοῦν μου, ὅστις ἐσύρθη κάτω ὑπὸ τῶν δαιμόνων· ἡ παναγία σου κεφαλή, τὴν ὁποίαν ἔκλινας ἐπὶ τοῦ σταυροῦ, ἂς ὑψώση τὴν κεφαλήν μου, τὴν πειϋϐρισθεῖσαν ὑπὸ τῶν ἀντιπάλων δαιμόνων· αἱ πανάγιαί σου χεῖρες, αἱ καθηλωθεῖσαι ὑπὸ τῶν παρανόμων ἐν τῷ σταυρῳ, ἂς μὲ ἀναϐιϐάσωσι πρὸς σὲ ἐκ τοῦ χάσματος τῆς ἀπωλείας, καθὼς ὑπεσχέθη τὸ πανάγιόν σου στόμα· τὸ πρόσωπόν σου, τὸ δεξάμενον ραπίσματα καὶ ἐμπτύσματα ὑπὸ τῶν καταράτων Ἰουδαίων, ἂς μοῦ λαμπρύνῃ τὸ πρόσωπον, τὸ ὁποῖον ἐμολύνθη ἀπὸ τὰς ἁμαρτίας· ἡ ψυχή σου, τὴν ὁποίαν ἐπὶ τοῦ σταυροῦ ὑπάρχον, παρέδωκας εἰς τὸν πατέρα σου, ἂς μὲ ὁδηγήσῃ πρὸς σὲ διὰ τῆς χάριτός σου.
Δὲν ἔχω καρδίαν θλιϐομένην προς ἀναζήτησίν σου, δὲν ἔχω μετάνοιαν, δὲν ἔχω κατάνυξη, οὐδὲ δάκρυα, τὰ ὁποῖα ἐπαναφέρουσι τὰ τέκνα εἰς τὴν ἰδίαν αὐτῶν πατρίδα. Δὲν ἔχω, δέσποτα, δάκρυον παρακλητικόν· ἐσκοτίσθη ὁ νοῦς μου ἀπὸ τὴν ματαιότητα τοῦ κόσμου, καὶ δὲν δύναται ν᾿ ἀτενίσῃ πρὸς σὲ μετὰ πόνου· ἐψυχράνθη ἡ καρδία μου ἀπὸ τὸ πλῆθος τῶν πειρασμῶν, καὶ δὲν δύναται νὰ θερμανθῇ διὰ τῶν δακρύων τῆς πρὸς σὲ ἀγάπης.
Ἀλλὰ σύ, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, ὁ θησαυρὸς τῶν ἀγαθῶν, δώρησαί μοι τελείαν μετάνοιαν καὶ καρδίαν ἐπίπονον, ἵνα ὁλοψύχως ἐξέλθω εἰς ἀναζήτησίν σου· διότι ἄνευ σοῦ θέλω ἀποξενωθῇ ἀπὸ παντὸς ἀγαθοῦ. Χάρισαί μοι λοιπόν, ὦ ἀγαθέ, τὴν χάριν σου· ὁ πατήρ, ὅστις σ᾿ ἐγέννησεν ἐκ τῶν κόλπων αὐτοῦ ἀχρόνως καὶ ἀϊδίως, ἂς ἀνανεώσῃ εἰς ἐμὲ τὰς μορφὰς τῆς εἰκόνος σου· σ᾿ ἐγκατέλιπον, μὴ μ᾿ ἐγκαταλείπῃς· ἐχωρίσθην ἀπὸ σοῦ, ἔξελθε εἰς ἀναζήτησίν μου, καὶ εὐρὼν εἰσάγαγέ με εἰς τὰς νομάς σου, καὶ συναρίθμησόν με μετὰ τῶν προϐάτων τῆς ἐκλεκτῆς σου ποίμνης, καὶ διάθρεψόν με μετ᾿ αὐτῶν ἐκ τῆς χλόης τῶν θείων σου μυστηρίων, τῶν ὁποίων ὑπάρχει κατοικητήριον ἡ καθαρὰ καρδία, εἰς τὴν ὁποίαν ἀναφαίνεται ἡ ἔλλαμψις τῶν ἀποκαλύψεών σου, ἡ ὁποία ἔλλαμψις εἶναι παρηγορία καὶ ἀναψυχὴ τῶν κοπιώντων διὰ σὲ ἐν θλίψεσι καὶ διαφόροις μάστιξι· τῆς ὁποίας ἐλλάμψεως εἴθε ν᾿ ἀξιωθῶμεν καὶ ἡμεῖς διὰ τῆς χάριτος καὶ φιλανθρωπίας σου, τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δευτέρα 15 Ιουλίου 2013

Αναζήτηση

φως, ζητάς, ψυχή, και είσαι φως
καις και φωτίζεις θες δε θες
γι αυτό σου λέω θάρσει
ήλιος και να μη γίνεις
στη σκοτεινιά του κόσμου συ σαν το λυχνάρι
δε μπορεί, κάποιες σκιές θα τις φωτίσεις
μη καυχηθείς ποτέ γι αυτό,
-σ' Άλλον ανήκει η δόξα,
σ΄ Εκείνον που σ' ανέβασε στο φανοστάτη-
δέξου το έλεος, δώσ'  το στο φως
και λάμψε



«ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον ἀλλ' ἐπὶ τὴν λυχνίαν καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ. οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς». 
(Ματθ 5, 14-16)

Κυριακή 14 Ιουλίου 2013

Αγ.Ιωάννου Σιναϊτου

Ὑπακοή ἐστιν ἄρνησις ψυχῆς οἰκείας παντελὴς διὰ σώματος ἐπιδεικνυμένη ἐνεργῶς. Ἢ τάχα τὸ ἔμπαλιν, ὑπακοή ἐστι· νέκρωσις μελῶν ἐν ζώσῃ διανοίᾳ. Ὑπακοή ἐστιν ἀνεξέταστος κίνησις, ἑκούσιος θάνατος, ἀπερίεργος ζωὴ, ἀμέριμνος κίνδυνος, ἀμελέγητος [ἀμελέτητος] Θεοῦ ἀπολογία· ἀφοβία θανάτου, ἀκίνδυνος πλοῦς, ὑπνοῦσα ὁδοιπορία. Ὑπακοή ἐστι μνῆμα θελήσεως, καὶ ἔγερσις ταπεινώσεως· οὐκ ἀντερεῖ, ἢ διακρίνει νεκρὸς ἐν ἀγαθοῖς, ἢ τὸ δοκεῖν πονηροῖς. Ὁ γὰρ θανατώσας αὑτοῦ εὐσεβῶς τὴν ψυχὴν, ὑπὲρ πάντων ἀπολογήσεται. Ὑπακοή ἐστιν ἀπόθεσις διακρίσεως ἐν πλούτῳ διακρίσεως, ἀρχὴ μὲν νεκρώσεως, καὶ ψυχῆς θελήματος, καὶ μέλους σώματος πόνος· μεσότης δέ ποτε μὲν πόνος, ποτὲ δὲ ἀπονία· τέλος δὲ ἀναισθησία λοιπὸν πᾶσα, καὶ ἀκινησία πόνου· τότε πονῶν ὁρᾶται, καὶ ἀλγυνόμενος ὁ ζῶν νεκρὸς οὗτος ὁ μακαρίτης, ὅταν ἑαυτὸν ὄψεται τὸ οἰκεῖον ποιοῦντα θέλημα, δεδοικότα τὴν βασταγὴν τοῦ ἑαυτοῦ κρίματος.
Κλίμαξ

Σάββατο 13 Ιουλίου 2013

Αγίου Ιωάννου του Σιναΐτου


Ὥσπερ ἀγάπη ὁ Θεὸς ὀνομάζεται, οὕτως καὶ εὐθύτης. Διὸ ὁ σοφὸς ἐν τοῖς ᾌσμασί φησι πρὸς τὴν καθαρὰν καρδίαν· Εὐθύτης ἠγάπησέ σε. Καὶ πάλιν ὁ τούτου πατήρ· Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος. Καὶ τοὺς συνωνύμους αὐτοῦ σώζεσθαι λέγει· φησὶ γάρ· Τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. Καὶ πάλιν· Εὐθύτητας ψυχῶν εἶδε, καὶ ἐπεσκέψατο τὸ πρόσωπον αὐτοῦ.

....

Πάντες οἱ τὸν Κύριον ἑαυτοῖς ἐπισπάσασθαι βουλόμενοι, ἁπλῶς καὶ ἀπλάστως, καὶ ἀποικίλως, καὶ ἀπονήρως ὡς διδασκάλῳ ἐν τοῖς μαθήμασιν ἀπεριέργως προσέλθωμεν. Ἁπλοῦς γὰρ ὢν, καὶ ἀσύνθετος, ἁπλᾶς τινας καὶ ἀκεραίους τὰς ἑαυτῷ προσερχομένας ψυχὰς εἶναι βούλεται. Οὐκ ἔστι γὰρ ἁπλότητα ἀπηλλαγμένην ταπεινώσεως θεάσασθαί ποτε.

......

Ἁπλοῦς μοναχὸς, ἄλογον λογικὸν, ὑπήκοον, τὸ οἰκεῖον φορτίον τελείως τῷ ἄγοντι ἀποθέμενος. Οὐκ ἀντείπει ζῶον τῷ δεσμοῦντι· οὐδὲ ψυχὴ εὐθὴς τῷ ἐπιστατοῦντι· ἕπεται τῷ ἕλκοντι ὡς βούλεται, καὶ μέχρι θύσεως ἀντιλέγειν οὐκ ἐπίσταται.

Παρασκευή 12 Ιουλίου 2013

Προς Τιμόθεον κεφ. Α

ΟΣΟΙ εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται. οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν, ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσι καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι.  Ταῦτα δίδασκε καὶ παρακάλει. εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῇ κατ' εὐσέβειαν διδασκαλίᾳ,  τετύφωται, μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημίαι, ὑπόνοιαι πονηραί,  παραδιατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν. ἀφίστασο ἀπὸ τῶν τοιούτων.  ἔστι δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας.  οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα·  ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.  οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν.  ρίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς.  Σὺ δέ, ὦ ἄνθρωπε τοῦ Θεοῦ, ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πρᾳότητα.  ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως· ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν καὶ ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων.  παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν,  τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,  ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων,  ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον· ἀμήν.  Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ' ἐν τῷ Θεῷ τῷ ζῶντι, τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν, ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς,  ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς αἰωνίου ζωῆς.  Ὦ Τιμόθεε, τὴν παρακαταθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως,  ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν. Ἡ χάρις μετὰ σοῦ· ἀμήν.

Πέμπτη 11 Ιουλίου 2013

Ικεσία κγ΄



Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα...
Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νῦν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν...
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

Τετάρτη 10 Ιουλίου 2013

Ἴασαι τῆς ψυχῆς μου τόν πόνον, Παναγία, ἡ Ὀρθοδόξων προστάτης καί πρόμαχος· Σῆ γάρ προσπίπτω, Κόρη, τῇ Σῇ ἐπιστασίᾳ καί γηθοσύνως κραυγάζω Σοι· ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.



Ἄχραντε Θεοτόκε, Παρθένε παναγία Ἁγνὴ εὐλογημένη, Θεόνυμφε Μαρία Ἀνύμφευτε Παρθένε Θεῷ κεχαρισμένη, Κόρη δεδοξασμένη καὶ κεχαριτωμένη, Προσπίπτω Σοι κραυγάζων, Δέσποινα, φύλαξόν με, Τῶν ὀδυνῶν μου ῥῦσαι, πυρὸς ἐξάρπασόν με, Ἡ τὸν Θεὸν ἀφράστως, Παρθένε, συλλαβοῦσα Καὶ ὡς υἱὸν ἐν χρόνῳ τὸν ἄχρονον τεκοῦσα, Αὐτὸν, ἐκδυσωπῶ Σε, δυσώπει Σαῖς πρεσβείαις Καὶ λύτρωσαί με, Κόρη, ἐκ πάσης δυσμενείας. Ἀντιλαβοῦ μου, Κόρη, ἀντιβολῶ Σε, ῥῦσαι Ἐν δεξιοῖς τῆς δόξης τοῦ δικαστοῦ μου στῆσον.

Τρίτη 9 Ιουλίου 2013

Aγ.Νικοδήμου του Αγιορείτου

Θέλοντας νὰ προστρέξης στὴν Θεοτόκο μὲ πίστι καὶ θάρρος γιὰ κάθε σου ἀνάγκη, μπορεῖς νὰ τὸ πετύχης ὅταν σκεφθῇς:
Α´) Ὅτι ὅλα ἐκεῖνα τὰ δοχεῖα (ὅπως τὸ γνωρίζεις ἀπὸ τὴν πεῖρα σου) στὰ ὁποῖα ἔχει τοποθετηθῆ μόσχος ἢ ἄλλο παρόμοιο ἄρωμα πολύτιμο, μολονότι δὲν ὑπάρχει μέσα τους τὸ ἄρωμα, τὰ ἀγγεῖα αὐτὰ διατηροῦν τὴν εὐωδία τοῦ ἀρώματος ἐκείνου. Καὶ ὅσο περισσότερο χρονικὸ διάστημα παρέμεινε τὸ ἄρωμα μέσα στὸ δοχεῖο, τόσο περισσότερο τὰ δοχεῖα ἐκεῖνα διατηροῦν τὴν εὐωδία· καὶ μάλιστα τόσο περισσότερο εὐωδιάζουν ἐκεῖνα, ὅσο περισσότερο παραμείνει τὸ ἄρωμα μέσα, μολονότι ἐκεῖνος ὁ μόσχος ἢ τὸ παρόμοιο ἄρωμα εἶναι μιᾶς περιοριστικῆς καὶ περιωρισμένης δυνάμεως. Παρόμοια νὰ σκεφθῇς ὅτι καὶ ἕνας ποὺ στέκεται κοντὰ σὲ μία μεγάλη πυρκαϊά, διατηρεῖ τὴν θερμότητα γιὰ πολὺ καιρὸ καὶ μετὰ τὴν ἀπομάκρυνσί του ἀπὸ τὴν φωτιά. Καὶ ἐπειδὴ αὐτὰ εἶναι ἀληθινά, ἄραγε ἀπὸ ποιὰ ἄρρητη εὐωδία φιλανθρωπίας, ἀπὸ ποιὰ φλόγα ἀγάπης καὶ ἀπὸ ποιοὺς λογισμοὺς ἐλέους καὶ εὐσπλαγχνίας μποροῦμε νὰ ποῦμε ὅτι εἶναι γεμάτα τὰ σπλάγχνα τῆς Θεοτόκου, ποὺ γιὰ ἐννέα μῆνες κράτησε στὰ σπλάγχνα της τὸ Χριστό, τὸ ἀκένωτο μύρο, ποὺ κρατεῖ πάντοτε στὸ στῆθος της καὶ στὴν ἀγάπη της, τὸν Υἱὸ τοῦ Θεοῦ, ποὺ εἶναι ἡ ἴδια ἡ αὐτοαγάπη καὶ τὸ ἴδιο αὐτοέλεος καὶ αὐτοευσπλαγχνία καὶ ὄχι περιορισμένης δυνάμεως καὶ μικρῆς διάρκειας, ἀλλὰ ἀτέλειωτης καὶ ἀπεριόριστης;
Ἔτσι ὅπως ὅποιος ἀγγίζει στὰ δοχεῖα ποὺ ἔχουν τὸ μύρο, δέχεται τὴν εὐωδία πάνω του, καὶ ὅποιος πλησιάζει σὲ μία μεγάλη πυρκαϊά, δὲν μπορεῖ παρὰ νὰ δεχθῆ ἀπὸ τὴν θερμότητά της, ἔτσι καὶ πολὺ περισότερο κάθε φτωχὸς ποὺ ἔχει ἀνάγκη καὶ πλησιάζει μὲ ταπείνωσι καὶ πίστι στὸ οὐράνιο μύρο, στὴν φωτιὰ τῆς ἀγάπης, τοῦ ἐλέους καὶ τῆς εὐσπλαγχνίας, ποὺ πάντοτε εὐωδιάζει καὶ πάντοτε ἀνάβει στὸ στῆθος τῆς Παρθένου, ὁπωσδήποτε θὰ δεχθῆ βοήθειες, εὐεργεσίες καὶ χάριτες, τόσο περισσότερες, ὅσο περισσότερο συχνὰ καὶ μὲ μεγαλύτερη πίστι καὶ θάρρος πλησιάση.
Β´) Ὅτι κανένα κτίσμα δὲν ἀγάπησε τόσο τὸν Ἰησοῦ Χριστό, τὸν Υἱὸ τοῦ Θεοῦ, οὔτε συμμορφώθηκε τόσο μὲ τὸ θέλημά Του, ὅσο ἡ Παναγία του Μητέρα, ἀφενὸς μὲν διότι τὸν γέννησε μόνη χωρὶς ἄνδρα, ἀφετέρου διότι γέννησε μόνο αὐτὸν καὶ κανένα ἄλλον, καὶ ἔτσι δὲν μοιράσθηκε καθόλου μὲ ἄλλον ἡ ἀγάπη της. Ἂν λοιπὸν αὐτὸς ὁ Υἱὸς τοῦ Θεοῦ καὶ ἀγαπητὸς Υἱὸς τῆς Παρθένου, ἔδωσε ὅλη του τὴ ζωὴ καὶ ὅλο του τὸν ἑαυτὸ γιὰ τὶς ἀνάγκες ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἔδωσε τὴν μητέρα του ὡς μητέρα μας καὶ συνήγορο γιὰ νὰ μᾶς βοηθᾷ, καὶ μετὰ ἀπὸ αὐτὸν ἀποτελεῖ μέσον τῆς σωτηρίας μας, πῶς καὶ μὲ ποιὸ τρόπο θὰ μπορέσῃ κάποτε αὐτὴ ἡ ἀγαπημένη του μητέρα καὶ δική μας συνήγορος νὰ γίνῃ ἀποστάτης τῆς θελήσεως τοῦ τόσο ἀγαπημένου της Υἱοῦ καὶ νὰ μὴ μᾶς βοηθήσῃ;
Γι᾿ αὐτὸ ἀγαπητέ, πρόστρεχε, πρόστρεχε μὲ θάρρος γιὰ κάθε σου ἀνάγκη στὴν Παναγία Θεοτόκο. Γιατὶ ἐκείνη ἡ ἐπιστοσύνη καὶ τὸ θάρρος ποὺ δείχνεις σ᾿ αὐτήν, εἶναι πλούσια καὶ μακαρία καὶ ἀσφαλὲς καταφύγιο καὶ πάντοτε δίνει στὴν καρδιά σου χάριτες καὶ ἐλεημοσύνες.
Αόρατος Πόλεμος

Δευτέρα 8 Ιουλίου 2013

Ἔγγισον ἡμῖν, ἔγγισον ὁ πανταχοῦ

Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου, Ἰησοῦ, ἐν τῷ ἀκηδιάσαι τὰ πνεύματα ἡμῶν, μὴ χωρίζου τῶν ψυχῶν ἡμῶν ἐν θλίψεσι, μὴ μακρύνου τῶν φρενῶν ἡμῶν ἐν περιστάσεσιν, ἀλλὰ ἀεὶ ἡμᾶς πρόφθασον. Ἔγγισον ἡμῖν, ἔγγισον ὁ πανταχοῦ, ὥς περ καὶ τοῖς Ἀποστόλοις σου πάντοτε συνῇς, οὕτω καὶ τοῖς σὲ ποθοῦσιν ἕνωσον σαυτὸν οἰκτίρμον, ἵνα συνημμένοι σοι ὑμνῶμεν, καὶ δοξολογῶμεν τὸ πανάγιόν σου Πνεῦμα.

Κυριακή 7 Ιουλίου 2013

Ἀλληλούϊα.

Ψαλμός 151ος

[οὗτος ὁ ψαλμὸς ἰδιόγραφος εἰς Δαυΐδ καὶ ἔξωθεν τοῦ ἀριθμοῦ• ὅτε ἐμονομάχησε τῷ Γολιάθ.]

ΜΙΚΡΟΣ ἤμην ἐν τοῖς ἀδελφοῖς μου καὶ νεώτερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου• ἐποίμαινον τὰ πρόβατα τοῦ πατρός μου.
2 αἱ χεῖρές μου ἐποίησαν ὄργανον, καὶ οἱ δάκτυλοί μου ἥρμοσαν ψαλτήριον. 
3 καὶ τίς ἀναγγελεῖ τῷ Κυρίῳ μου; αὐτὸς Κύριος, αὐτὸς εἰσακούσει. 
4 αὐτὸς ἐξαπέστειλε τὸν ἄγγελον αὐτοῦ καὶ ἦρέ με ἐκ τῶν προβάτων τοῦ πατρός μου καὶ ἔχρισέ με ἐν τῷ ἐλαίῳ τῆς χρίσεως αὑτοῦ. 
5 οἱ ἀδελφοί μου καλοὶ καὶ μεγάλοι, καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς ὁ Κύριος. 
6 ἐξῆλθον εἰς συνάντησιν τῷ ἀλλοφύλῳ, καὶ ἐπικατηράσατό με ἐν τοῖς εἰδώλοις αὐτοῦ• 
7 ἐγὼ δέ, σπασάμενος τὴν παρ᾿ αὐτοῦ μάχαιραν, ἀπεκεφάλισα αὐτὸν καὶ ἦρα ὄνειδος ἐξ υἱῶν Ἰσραήλ.

--------------

Ψυχή μου,
μη φοβού πού 'σαι μικρή,
μη σκιάζεσαι τους γίγαντες,
Θαρσει,
ζεί Κύριος ο Θεός
και άγνωσται αι βουλαί Αυτού.

Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλη τῇ φωνῇ.
Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου·
καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί,
καὶ θνήσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί·
ἀλλ᾽ ὡς θυσίαν ἄμωμον προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι.
Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

Σάββατο 6 Ιουλίου 2013

μηκέτι ἐμαυτῷ ζῶ, ἀλλὰ σοὶ τῷ ἡμετέρῳ Δεσπότῃ καὶ εὐεργέτῃ

Μαρία Μήτηρ Θεου, της ευωδίας το σεπτον σκήνωμα, ταις Σαις ευχαις, σκευος εκλογης με απέργασαι, όπως των αγιασμάτων μετέχω του τόκου Σου.

Παρασκευή 5 Ιουλίου 2013

Αγ.Γρηγορίου του Παλαμά

Ὑπεράγαθε Δέσποινα Θεοτόκε,
ἐπάκουσον τῆς οἰκτρᾶς μου δεήσεως
καί μή καταισχύνης μέ ἀπό τῆς προσδοκίας μου,
ἡ μετά Θεόν ἐλπίς πάντων τῶν περάτων τῆς γής.
Τόν βρασμόν τῆς σαρκός μου κατασβεσον.
Τόν ἐν τή ψυχή μου ἀγριότατον κλύδωνα κατεύνασον.
Τόν πικρόν θυμόν καταπράϋνον.
Τόν τύφον καί τήν ἀλαζονείαν τῆς ματαίας οἰήσεως
ἐκ τοῦ νοός μου ἀφάνισον.
Τάς νυκτερινᾶς φαντασίας τῶν πονηρῶν πνευμάτων
καί τάς μεθημερινᾶς τῶν ἀκαθάρτων ἐννοιῶν προσβολᾶς
ἐκ τῆς καρδίας μου μείωσον.
Παίδευσον μέ τήν γλώσσαν λαλεῖν τά συμφέροντα.
Δίδαξον τούς ὀφθαλμούς μου
βλέπειν ὀρθῶς τῆς ἀρετῆς τήν εὐθύτητα.
Τούς πόδας μου τρέχειν ἀνυποσκελίστως
ποίησον τήν μακαρίαν ὁδόν τῶν τοῦ Θεοῦ ἐντολῶν.
Τάς χείρας μου ἁγιασθῆναι παρασκεύασον,
ἴνα ἀξίως αἴρω αὐτᾶς πρός τόν Ὕψιστον.
Καθαρόν μου τό στόμα,
ἴνα μετά παρρησίας ἐπικαλεῖται Πατέρα
τόν φοβερόν Θεόν καί πανάγιον.
Ἀνοιξόν μου τά ὦτα, ἴνα ἀκούω αἰσθητῶς καί νοητῶς
τά ὑπέρ μέλι καί κηρίον γλυκύτερα τῶν ἁγίων Γραφῶν λόγια ,
καί βιῶ κάτ ‘ αὐτά ἀπό σου κραταιούμενος.
…Δία γάρ σου, πανύμνητε καί ὑπεράγαθε Δέσποινα,
περισώζεται πάσα βροτεία φύσις αἰνοῦσα καί εὐλογοῦσα
Πατέρα, Υἱόν καί Ἅγιον Πνεῦμα,
τήν παναγίαν Τριάδα καί ὁμοούσιον,
πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ἀμήν.

Πέμπτη 4 Ιουλίου 2013

Ἀλλὰ κόπασον, Κύριε· ἄνες, Κύριε· ἱλάσθητι, Κύριε


Μή μοι γένοιτο μετὰ τῶν ἄλλων πληγῶν, καὶ ταῦτα ὀνειδισθῆναι παρὰ τοῦ Ἀγαθοῦ, πορευομένου πρὸς μὲ θυμῷ πλαγίῳ διὰ τὴν ἐμὴν πλαγιότητα· Ἐπάταξα ὑμᾶς ἐν ἰκτέρῳ, καὶ ἐν πυρώσει, καὶ σφακελισμῷ· καὶ οὐδὲν πλέον. Ἔξωθεν ἠτέκνωσεν ὑμᾶς μάχαιρα, καὶ οὐδ᾿ ὣς ἐπεστρέψατε πρός με, λέγει Κύριος. Μὴ γενοίμην ἀμπελὼν τοῦ ἠγαπημένου, μετὰ τὸ φυτευθῆναι καὶ χαρακωθῆναι, καὶ φραγμῷ, καὶ πύργῳ, καὶ πᾶσιν ἀσφαλισθῆναι, ὡς ἐνῆν μάλιστα, χερσομανῶν καὶ ἀκανθοφορῶν, καὶ διὰ τοῦτο καταφρονούμενος, ὡς καθαιρεθῆναι τὸν πύργον, καὶ περιαιρεθῆναι τὸν φραγμὸν, καὶ μὴ τμηθῆναι, μηδὲ σκαφῆναι, ἀλλὰ γενέσθαι πᾶσιν εἰς διαρπαγὴν, καὶ κοινὴν ὕβριν, καὶ καταπάτημα. Ταῦτα μὲν ὁ ἐμὸς φόβος καὶ λόγος· καὶ οὕτως ἐγὼ δυσφορῶ πρὸς τὴν πληγὴν, καὶ τοιαύτην εὔχομαι τὴν εὐχὴν, ἣν καὶ προσθήσω τοῖς εἰρημένοις· Ἡμάρτομεν, ἠνομήσαμεν, ἠσεβήσαμεν, ὅτι ἐπελαθόμεθα τῶν ἐντολῶν σου, καὶ ὀπίσω τῆς διανοίας ἡμῶν τῆς πονηρᾶς ἐπορεύθημεν· ὅτι ἀναξίως τῆς κλήσεως καὶ τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ σου πεπολιτεύμεθα, καὶ τῶν ἁγίων αὐτοῦ παθημάτων, καὶ τῆς ὑπὲρ ἡμῶν κενώσεως· ὅτι ἐγενήθημεν ὄνειδος τῷ ἀγαπητῷ σου. Ἱερεὺς καὶ λαὸς ἐξέστημεν ἐπὶ τὸ αὐτό· πάντες ἐξεκλίναμεν, ἅμα ἠχρειώθημεν. Οὐκ ἔστι ποιῶν κρῖμα καὶ δικαιοσύνην, οὐκ ἔστιν ἕως ἑνός. Ἀπεκλείσαμεν τοὺς οἰκτιρμούς σου, καὶ τὴν φιλανθρωπίαν σου, καὶ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, διὰ τὴν κακίαν ἡμῶν, καὶ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων ἡμῶν, μεθ᾿ ἧς ἀνεστράφημεν. Σὺ χρηστὸς, ἀλλ᾿ ἡμεῖς ἠνομήσαμεν· σὺ μακρόθυμος, ἀλλ᾿ ἡμεῖς πληγῶν ἄξιοι. Γινώσκομέν σου τὴν ἀγαθότητα, καίπερ ἀσυνετοῦντες· ὀλίγα ὧν ἡμάρτομεν μεμαστιγώμεθα. Σὺ φοβερός, καὶ τίς ἀντιστήσεταί σοι; τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ μεγέθει βραχίονός σου τίς ἀντερίσει; Ἐὰν κλείσῃς τὸν οὐρανὸν, τίς ἀνοίξει; καὶ ἐὰν λύσῃς τοὺς καταῤῥάκτας σου, τίς συνέξει; Κοῦφον ἐν ὀφθαλμοῖς σου πτωχίσαι καὶ πλουτίσαι, ζωῶσαι καὶ θανατῶσαι, πατάξαι καὶ ἰάσασθαι· καὶ τὸ θελῆσαί σου, πρᾶξίς ἐστι συντετελεσμένη. Σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν, λέγει τις τῶν πάλαι ἀνθομολογούμενος. Ἐμοὶ δὲ καὶ τὸ ἐναντίον καιρὸς εἰπεῖν· Ἡμεῖς ἡμάρτομεν, καὶ σὺ ὠργίσθης· διὰ τοῦτο ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν. Ἀπέστρεψας τὸ πρόσωπόν σου, καὶ ἀτιμίας ἐπλήσθημεν. Ἀλλὰ κόπασον, Κύριε· ἄνες, Κύριε· ἱλάσθητι, Κύριε· μὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὰς ἀνομίας ἡμῶν, μηδὲ διὰ τῶν ἡμετέρων παιδεύσῃς ἄλλους μαστίγων, ἐνὸν ἡμᾶς διὰ τῆς ἑτέρων βασάνου σωφρονισθῆναι· τίνων τούτων; Ἐθνῶν τῶν οὐ γινωσκόντων σε, καὶ βασιλειῶν, αἳ τῷ σῷ κράτει οὐχ ὑπετάγησαν. Ἡμεῖς δὲ λαός σου, Κύριε, καὶ ῥάβδος κληρονομίας σου. Διὰ τοῦτο παίδευσον ἡμᾶς, πλὴν ἐν χρηστότητι, καὶ μὴ ἐν τῷ θυμῷ σου· ἵνα μὴ ὀλιγοστοὺς ἡμᾶς ποιήσῃς, καὶ παρὰ πάντας τοὺς κατοικοῦντας τὴν γῆν, ἐξουδένωμα.

Αγ.Γρηγορίου του Θεολόγου

Τετάρτη 3 Ιουλίου 2013

Ικεσία κβ΄



Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου [...].

ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου
καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός,
καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου
καὶ τὸ πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.
ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου
καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. [...]

θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον,
καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην
ὁ Θεὸς οὐκ ἐξουδενώσει.

Τρίτη 2 Ιουλίου 2013

Ψυχή μου

Ψυχή μου ψυχή μου, ἀνάστα, τί καθεύδεις; 
τὸ τέλος ἐγγίζει, καὶ μέλλεις θορυβεῖσθαι,
ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός, 
ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.


Δευτέρα 1 Ιουλίου 2013

Ικεσία κα΄



Τοῦ εὐχαρίστως ἀνυμνεῖν ἐκ καρδίας, 
καὶ ἐξαιτεῖσθαι ἐκτενῶς Θεοτόκε, 
τὰ σὰ ἐλέη δώρησαι τοῖς δούλοις σου, 
κράζουσι καὶ λέγουσι· Παναγία Παρθένε, 
πρόφθασον καὶ λύτρωσαι, ἐξ ἐχθρῶν ἀοράτων, 
καὶ ὁρατῶν καὶ πάσης ἀπειλῆς· 
σὺ γὰρ ὑπάρχεις, ἡμῶν ἡ ἀντίληψις.