Παρασκευή 22 Μαΐου 2020

ἑβδομηκοντάκις ἑπτά


Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου͵ ὕπαγε καὶ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου· ἐάν σου ἀκούσῃ ἐκέρδησας τὸν ἀδελφόν σου. Ταῦτα δὲ καὶ τὰ τοιαῦτα τοῦ Χριστοῦ διαλεγομένου τοῖς μαθηταῖς καὶ φιλοσοφεῖν διδάσκοντος͵ Πέτρος͵ ὁ τοῦ χοροῦ τῶν ἀποστόλων κορυφαῖος͵ τὸ στόμα τῶν μαθητῶν͵ ὁ στῦλος τῆς Ἐκκλησίας͵ τὸ στερέωμα τῆς πίστεως͵ ὁ τῆς ὁμολογίας θεμέλιος͵ ὁ τῆς οἰκουμένης ἁλιεὺς͵ ὁ τὸ γένος ἡμῶν ἀπὸ τοῦ βυθοῦ τῆς πλάνης εἰς τὸν οὐρανὸν ἀναγαγὼν͵ ὁ πανταχοῦ θερμὸς καὶ παῤῥησίας γέμων͵ μᾶλλον δὲ ἀγάπης͵ ἢ παῤῥησίας͵ σιγώντων ἁπάντων προσελθὼν τῷ διδασκάλῳ φησί· Ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου͵ καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; ὁμοῦ καὶ ἐρωτᾷ καὶ ὑπισχνεῖται͵ καὶ πρὶν μάθῃ͵ φιλοτιμεῖται. Τὴν γὰρ γνώμην τοῦ διδασκάλου σαφῶς εἰδὼς͵ ὅτι πρὸς φιλανθρωπίαν ῥέπει͵ καὶ πλέον ἐκεῖνος μάλιστα πάντων αὐτῷ χαρίζεται ὁ μάλιστα πάντων τὰ ἁμαρτήματα τῶν πλησίον παρατρέχων καὶ μὴ πικρῶς ἐξετάζων͵ βουλόμενος ἀρέσαι τῷ νομοθέτῃ͵ φησίν· Ἕως ἑπτάκις; Εἶτα ἵνα μάθῃς͵ τί μὲν ἄνθρωπος͵ τί δὲ Θεὸς͵ καὶ πῶς ἡ τούτου φιλοτιμία͵ ὅπουπερ ἂν ἀφίκηται͵ πρὸς τὴν εὐπορίαν τὴν ἐκείνου συγκρινομένη͵ πενίας ἐστὶν ἁπάσης εὐτελεστέρα͵ καὶ ὅτι ὅσον σταγὼν πρὸς πέλαγος ἄπειρον͵ τοσοῦτον ἡμῶν ἡ ἀγαθότης πρὸς τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν͵ εἰ πόντος αὐτοῦ͵ Ἕως ἑπτάκις; καὶ νομίσαντος αὐτοῦ μεγάλα φιλοτιμεῖσθαι͵ καὶ δαψιλεύεσθαι͵ ἄκουσον τί φησιν· Οὐ λέγω σοι͵ ἕως ἑπτάκις͵ ἀλλ΄ ἕως ἑβδομηκοντάκις ἑπτά· τινὲς ἑπτὰ καὶ ἑβδομήκοντα νομίζουσιν͵ οὐκ ἔστι δέ· ἀλλὰ παρολίγον πεντακοσιοστόν ἐστι· τὸ γὰρ ἑπτάκις ἑβδομήκοντα͵ τετρακόσια καὶ ἐννενήκοντά ἐστι. Καὶ μὴ νομίσῃς δύσκολον εἶναι τὸ ἐπίταγμα͵ ἀγαπητέ. Ἐὰν γὰρ ἅπαξ καὶ δεύτερον καὶ τρίτον ἁμαρτόντι συγχωρήσῃς τῆς ἡμέρας͵ κἂν σφόδρα ᾖ λίθινος͵ κἂν αὐτῶν τῶν δαιμόνων ἀγριώτερος ὁ λελυπηκὼς͵ οὐκ ἔσται οὕτως ἀναίσθητος͵ ὡς πάλιν τοῖς αὐτοῖς περιπεσεῖν͵ ἀλλὰ τῇ πυκνότητι τῆς συγχωρήσεως σωφρονισθεὶς͵ βελτίων ἔσται καὶ ἐπιεικέστερος· σύ τε αὖ ἐὰν ᾖς παρεσκευασμένος τοσαυτάκις καταφρονεῖν τῶν εἰς σὲ γινομένων ἁμαρτημάτων͵ ἀπὸ μιᾶς καὶ δευτέρας καὶ τρίτης συγχωρήσεως γυμνασάμενος͵ οὐδὲ πόνον ἕξεις λοιπὸν ἐν τῇ τοιαύτῃ φιλοσοφίᾳ͵ μελετήσας καθάπαξ τῇ πυκνότητι τῆς συγχωρήσεως μηδὲ πλήττεσθαι παρὰ τῶν τοῦ πέλας ἁμαρτημάτων.

Ἅγ. Ἰωάννης ὁ Χρυσόστομος