Παρασκευή 22 Μαΐου 2020

ἑβδομηκοντάκις ἑπτά


Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου͵ ὕπαγε καὶ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου· ἐάν σου ἀκούσῃ ἐκέρδησας τὸν ἀδελφόν σου. Ταῦτα δὲ καὶ τὰ τοιαῦτα τοῦ Χριστοῦ διαλεγομένου τοῖς μαθηταῖς καὶ φιλοσοφεῖν διδάσκοντος͵ Πέτρος͵ ὁ τοῦ χοροῦ τῶν ἀποστόλων κορυφαῖος͵ τὸ στόμα τῶν μαθητῶν͵ ὁ στῦλος τῆς Ἐκκλησίας͵ τὸ στερέωμα τῆς πίστεως͵ ὁ τῆς ὁμολογίας θεμέλιος͵ ὁ τῆς οἰκουμένης ἁλιεὺς͵ ὁ τὸ γένος ἡμῶν ἀπὸ τοῦ βυθοῦ τῆς πλάνης εἰς τὸν οὐρανὸν ἀναγαγὼν͵ ὁ πανταχοῦ θερμὸς καὶ παῤῥησίας γέμων͵ μᾶλλον δὲ ἀγάπης͵ ἢ παῤῥησίας͵ σιγώντων ἁπάντων προσελθὼν τῷ διδασκάλῳ φησί· Ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου͵ καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; ὁμοῦ καὶ ἐρωτᾷ καὶ ὑπισχνεῖται͵ καὶ πρὶν μάθῃ͵ φιλοτιμεῖται. Τὴν γὰρ γνώμην τοῦ διδασκάλου σαφῶς εἰδὼς͵ ὅτι πρὸς φιλανθρωπίαν ῥέπει͵ καὶ πλέον ἐκεῖνος μάλιστα πάντων αὐτῷ χαρίζεται ὁ μάλιστα πάντων τὰ ἁμαρτήματα τῶν πλησίον παρατρέχων καὶ μὴ πικρῶς ἐξετάζων͵ βουλόμενος ἀρέσαι τῷ νομοθέτῃ͵ φησίν· Ἕως ἑπτάκις; Εἶτα ἵνα μάθῃς͵ τί μὲν ἄνθρωπος͵ τί δὲ Θεὸς͵ καὶ πῶς ἡ τούτου φιλοτιμία͵ ὅπουπερ ἂν ἀφίκηται͵ πρὸς τὴν εὐπορίαν τὴν ἐκείνου συγκρινομένη͵ πενίας ἐστὶν ἁπάσης εὐτελεστέρα͵ καὶ ὅτι ὅσον σταγὼν πρὸς πέλαγος ἄπειρον͵ τοσοῦτον ἡμῶν ἡ ἀγαθότης πρὸς τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν͵ εἰ πόντος αὐτοῦ͵ Ἕως ἑπτάκις; καὶ νομίσαντος αὐτοῦ μεγάλα φιλοτιμεῖσθαι͵ καὶ δαψιλεύεσθαι͵ ἄκουσον τί φησιν· Οὐ λέγω σοι͵ ἕως ἑπτάκις͵ ἀλλ΄ ἕως ἑβδομηκοντάκις ἑπτά· τινὲς ἑπτὰ καὶ ἑβδομήκοντα νομίζουσιν͵ οὐκ ἔστι δέ· ἀλλὰ παρολίγον πεντακοσιοστόν ἐστι· τὸ γὰρ ἑπτάκις ἑβδομήκοντα͵ τετρακόσια καὶ ἐννενήκοντά ἐστι. Καὶ μὴ νομίσῃς δύσκολον εἶναι τὸ ἐπίταγμα͵ ἀγαπητέ. Ἐὰν γὰρ ἅπαξ καὶ δεύτερον καὶ τρίτον ἁμαρτόντι συγχωρήσῃς τῆς ἡμέρας͵ κἂν σφόδρα ᾖ λίθινος͵ κἂν αὐτῶν τῶν δαιμόνων ἀγριώτερος ὁ λελυπηκὼς͵ οὐκ ἔσται οὕτως ἀναίσθητος͵ ὡς πάλιν τοῖς αὐτοῖς περιπεσεῖν͵ ἀλλὰ τῇ πυκνότητι τῆς συγχωρήσεως σωφρονισθεὶς͵ βελτίων ἔσται καὶ ἐπιεικέστερος· σύ τε αὖ ἐὰν ᾖς παρεσκευασμένος τοσαυτάκις καταφρονεῖν τῶν εἰς σὲ γινομένων ἁμαρτημάτων͵ ἀπὸ μιᾶς καὶ δευτέρας καὶ τρίτης συγχωρήσεως γυμνασάμενος͵ οὐδὲ πόνον ἕξεις λοιπὸν ἐν τῇ τοιαύτῃ φιλοσοφίᾳ͵ μελετήσας καθάπαξ τῇ πυκνότητι τῆς συγχωρήσεως μηδὲ πλήττεσθαι παρὰ τῶν τοῦ πέλας ἁμαρτημάτων.

Ἅγ. Ἰωάννης ὁ Χρυσόστομος

Πέμπτη 18 Φεβρουαρίου 2016

Οὐκ ἔστιν ὡς ἄνθρωπος ὁ Θεός



Ὅταν ἐπανέλθωμεν εἰς τὴν σφοδρὰν ἀγάπην τοῦ
Θεοῦ, οὐ μέμνηται τῶν προτέρων. Οὐκ ἔστιν ὡς ἄνθρω-
πος ὁ Θεός· οὐ γὰρ ὀνειδίζει τὰ παρελθόντα, οὐδὲ
λέγει, Διατί τοσοῦτον ἀπελείφθης χρόνον, ἂν μετανοή-
σωμεν· ἀλλ' ἀγαπᾷ, ὅταν προσέλθωμεν· μόνον ὡς χρὴ
προσέλθωμεν. Κολληθῶμεν αὐτῷ σφοδρῶς, καὶ προσ-
ηλώσωμεν τῷ φόβῳ αὐτοῦ τὰς καρδίας ἡμῶν. Τοιαῦτα
γέγονεν οὐκ ἐν τῇ Καινῇ μόνον πράγματα, ἀλλὰ καὶ ἐν
τῇ Παλαιᾷ. Τί γὰρ τοῦ Μανασσῆ χεῖρον; Ἀλλ' ἠδυνήθη
τὸν Θεὸν ἐξιλεώσασθαι. Τί τοῦ Σολομῶνος μακαριώτε-
ρον; ἀλλ' ἀπονυστάξας ἔπεσε. Μᾶλλον δὲ καὶ ἀμφότερα
ἐν ἑνὶ ἔχω δεῖξαι γενόμενα, ἐν τῷ πατρὶ τῷ τούτου·
καὶ γὰρ καὶ καλὸς καὶ κακός ποτε γέγονεν ὁ αὐτός. Τί
τοῦ Ἰούδα μακαριώτερον; ἀλλ' ἐγένετο προδότης. Τί
τοῦ Ματθαίου ἀθλιώτερον; ἀλλ' ἐγένετο εὐαγγελιστής.
Τί τοῦ Παύλου χεῖρον, ἀλλ' ἐγένετο ἀπόστολος. Τί τοῦ
Σίμωνος ζηλωτότερον; ἀλλ' ἐγένετο καὶ αὐτὸς ἁπάντων
ἀθλιώτερος. Πόσας τοιαύτας ἑτέρας βούλει ἰδεῖν μετα-
βολὰς, καὶ πάλαι γεγενημένας, καὶ νῦν γινομένας καθ'
ἑκάστην ἡμέραν; Διὰ δὴ τοῦτο λέγω, μήτε ὁ ἐπὶ τῆς
σκηνῆς ἀπογινωσκέτω, μήτε ὁ ἐν τῇ Ἐκκλησίᾳ
θαῤῥείτω. Πρὸς μὲν γὰρ τοῦτόν φησιν, Ὁ δοκῶν ἑστά-
ναι, βλεπέτω μὴ πέσῃ· πρὸς δὲ ἐκεῖνον, Μὴ ὁ πίπτων
οὐκ ἀνίσταται; καὶ, Τὰς παρειμένας χεῖρας καὶ τὰ
παραλελυμένα γόνατα ἀνορθώσατε.

Τετάρτη 28 Οκτωβρίου 2015

ξένη πόλη


Λέγει μοι· Οἴδατε͵ φησίν͵ ὅτι ἐπὶ ξένης κατοικεῖτε ὑμεῖς οἱ δοῦλοι τοῦ θεοῦ· ἡ γὰρ πόλις ὑμῶν μακράν ἐστιν ἀπὸ τῆς πόλεως ταύτης· εἰ οὖν οἴδατε͵ φησί͵ τὴν πόλιν ὑμῶν͵ ἐν ᾗ μέλλετε κατοικεῖν͵ τί ὧδε ὑμεῖς ἑτοιμάζετε ἀγροὺς καὶ παρατάξεις πολυτελεῖς καὶ οἰκοδομὰς καὶ οἰκήματα μάταια; ταῦτα οὖν ὁ ἑτοιμάζων εἰς ταύτην τὴν πόλιν οὐ δύναται ἐπανακάμψαι εἰς τὴν ἰδίαν πόλιν. ἄφρον καὶ δίψυχε καὶ ταλαίπωρε ἄνθρωπε͵ οὐ νοεῖς͵ ὅτι ταῦτα πάντα ἀλλότριά εἰσι καὶ ὑπ΄ ἐξουσίαν ἑτέρου εἰσίν; ἐρεῖ γὰρ ὁ κύριος τῆς πόλεως ταύτης· Οὐ θέλω σε κατοικεῖν εἰς τὴν πόλιν μου͵ ἀλλ΄ ἔξελθε ἐκ τῆς πόλεως ταύτης͵ ὅτι τοῖς νόμοις μου οὐ χρᾶσαι. σὺ οὖν ἔχων ἀγροὺς καὶ οἰκήσεις καὶ ἑτέρας ὑπάρξεις πολλάς͵ ἐκβαλλόμενος ὑπ΄ αὐτοῦ τί ποιήσεις σου τὸν ἀγρὸν καὶ τὴν οἰκίαν καὶ τὰ λοιπά͵ ὅσα ἡτοίμασας σεαυτῷ; 

Ποιμήν τοῦ Ἑρμᾶ 

Κυριακή 20 Σεπτεμβρίου 2015

Περί τοῦ κακοῦ


Τὸ κακὸν οὔτε ἦν οὔτε ἔστιν οὔτε ἔσται κατ΄ οἰκείαν φύσιν ὑφεστώς οὔτε γὰρ ἔχει καθοτιοῦν οὐσίαν ἢ φύσιν ἢ ὑπόστασιν ἢ δύναμιν ἢ ἐνέργειαν ἐν τοῖς οὖσιν͵ οὔτε ποιότης ἐστὶν οὔτε ποσότης οὔτε σχέσις οὔτε τόπος οὔτε χρόνος οὔτε θέσις οὔτε ποίησις οὔτε κίνησις οὔτε ἕξις οὔτε πάθος͵ φυσικῶς τῶν ὄντων τινὶ ἐνθεωρούμενον οὔτε μὴν ἐν τούτοις πᾶσιν τὸ παράπαν κατ΄ οἰκείωσιν φυσικὴν ὑφέστηκεν͵ οὔτε ἀρχὴ οὔτε μεσότης οὔτε τέλος ἐστίν͵ ἀλλ΄ ἵνα ὡς ἐν ὅρῳ περιλαβὼν εἴπω͵ τὸ κακὸν τῆς πρὸς τὸ τέλος τῶν ἐγκειμένων τῇ φύσει δυνάμεων ἐνεργείας ἐστὶν ἔλλειψις͵ καὶ ἄλλο καθάπαξ οὐδέν.

Άγ. Μάξιμος ο Ομολογητής

Κυριακή 9 Αυγούστου 2015

Γρηγορεῖτε


«Ἀδελφοί, γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε· πάντα ὑμῶν ἐν ἀγάπῃ γενέσθω» (Α´ Κορ. 16.13)

Ταῦτα δὲ λέγων͵ δοκεῖ μὲν παραινεῖν͵ καθάπτεται δὲ αὐτῶν ὡς ῥᾳθυμούντων. Διὸ λέγει· Γρηγορεῖτε͵ ὡς καθευδόντων· Στήκετε͵ ὡς σαλευομένων· Ἀνδρίζεσθε͵ κραταιοῦσθε, ὡς μαλακιζομένων· Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω͵ ὡς στασιαζόντων. Καὶ τὸ μὲν πρὸς τοὺς ἀπατῶντας͵ τὸ Γρηγορεῖτε͵ στήκετε· τὸ δὲ πρὸς τοὺς ἐπιβουλεύοντας͵ τὸ Ἀνδρίζεσθε· τὸ δὲ πρὸς τοὺς στασιάζοντας καὶ διασπᾷν ἐπιχειροῦντας͵ τὸ Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω͵ ὅπερ σύνδεσμός ἐστι τελειότητος͵ καὶ ῥίζα καὶ πηγὴ τῶν ἀγαθῶν. Τί δέ ἐστι τὸ͵ Πάντα ἐν ἀγάπῃ; Εἴτε ἐπιτιμᾷ τις͵ φησὶν͵ εἴτε ἄρχει͵ εἴτε ἄρχεται͵ εἴτε μανθάνει͵ εἴτε διδάσκει͵ πάντα μετὰ ἀγάπης.

Αγ. Ιωάννης ο Χρυσόστομος

Πέμπτη 26 Φεβρουαρίου 2015

Εἰς τούς ψαλμούς



Ψαλμὸς γαλήνη ψυχῶν͵ βραβευτὴς εἰρήνης͵ τὸ θορυβοῦν καὶ κυμαῖνον τῶν λογισμῶν καταστέλλων. Μαλάσσει μὲν γὰρ τῆς ψυχῆς τὸ θυμούμενον͵ τὸ δὲ ἀκόλαστον σωφρονίζει. Ψαλμὸς φιλίας συναγωγὸς͵ ἕνωσις διεστώτων͵ ἐχθραινόντων διαλλακτήριον. Τίς γὰρ ἔτι ἐχθρὸν ἡγεῖσθαι δύναται μεθ΄ οὗ μίαν ἀφῆκε πρὸς Θεὸν τὴν φωνήν; Ὥστε καὶ τὸ μέγιστον τῶν ἀγαθῶν τὴν ἀγάπην ἡ ψαλμῳδία παρέχεται͵ οἱονεὶ σύνδεσμόν τινα πρὸς τὴν ἕνωσιν τὴν συνῳδίαν ἐπινοήσασα͵ καὶ εἰς ἑνὸς χοροῦ συμφωνίαν τὸν λαὸν συναρμόζουσα. Ψαλμὸς δαιμόνων φυγαδευτήριον͵ τῆς τῶν ἀγγέλων βοηθείας ἐπαγωγή· ὅπλον ἐν φόβοις νυκτερινοῖς͵ ἀνάπαυσις κόπων ἡμερινῶν· νηπίοις ἀσφάλεια͵ ἀκμάζουσιν ἐγκαλλώπισμα͵ πρεσβυτέροις παρηγορία͵ γυναιξὶ κόσμος ἁρμοδιώτατος. Τὰς ἐρημίας οἰκίζει͵ τὰς ἀγορὰς σωφρονίζει· εἰσαγομένοις στοιχείωσις͵ προκοπτόντων αὔξησις͵ τελειουμένων στήριγμα͵ Ἐκκλησίας φωνή. Οὗτος τὰς ἑορτὰς φαιδρύνει͵ οὗτος τὴν κατὰ Θεὸν λύπην δημιουργεῖ. Ψαλμὸς γὰρ καὶ ἐκ λιθίνης καρδίας δάκρυον ἐκκαλεῖται· ψαλμὸς τὸ τῶν ἀγγέλων ἔργον͵ τὸ οὐράνιον πολίτευμα͵ τὸ πνευματικὸν θυμίαμα. Ὢ τῆς σοφῆς ἐπινοίας τοῦ διδασκάλου͵ ὁμοῦ τε ᾄδειν ἡμᾶς καὶ τὰ λυσιτελῆ μανθάνειν μηχανωμένου! 

Μέγας Βασίλειος

Τετάρτη 25 Φεβρουαρίου 2015

Ικεσία λε'

Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργείας, φιλαρχίας καὶ ἀργολογίας μή μοι δῶς.
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης, χάρισαί μοι τῷ σῷ δούλῳ.
Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.