Τετάρτη 20 Αυγούστου 2014

ὦ ἡσυχία͵ κλῖμαξ οὐράνιος





Ὦ ἡσυχία͵ προκοπὴ μοναζόντων· ὦ ἡσυχία͵ κλῖμαξ οὐράνιος· ὦ ἡσυχία͵ ὁδὸς βασιλείας οὐρανῶν· ὦ ἡσυχία͵ κατανύξεως μήτηρ· ὦ ἡσυχία͵ ἔσοπτρον ἁμαρτημάτων͵ ἡ δεικνύουσα ἀνθρώπῳ τὰ πλημμελήματα αὐτοῦ· ὦ ἡσυχία͵ ἡ δάκρυα μὴ ἐμποδίζουσα· ὦ ἡσυχία͵ πραότητος γεννήτρια· ὦ ἡσυχία͵ ταπεινοφροσύνης σύσκηνε· ὦ ἡσυχία͵ φόβῳ Θεοῦ συνεζευγμένη͵ διανοίας φωταγωγέ· ὦ ἡσυχία͵ λογισμῶν κατάσκοπε͵ καὶ διακρίσεως σύμπονε· ὦ ἡσυχία͵ γεννήτρια παντὸς ἀγαθοῦ͵ νηστείας ἑδραίωμα͵ καὶ γαστριμαργίας ἐμπόδιον· ὦ ἡσυχία͵ σχόλασις προσευχῆς καὶ ἀναγνώσεως· ὦ ἡσυχία͵ γαλήνη λογισμῶν͵ καὶ λιμὴν εὔδιος· ὦ ἡσυχία͵ ἀμεριμνία ψυχῆς· ὦ ἡσυχία͵ ζυγὸς χρηστὸς καὶ φορτίον ἐλαφρὸν͵ ἀναπαύουσα καὶ βαστάζουσα τὸν βαστάζοντά σε· ὦ ἡσυχία͵ εὐφροσύνη ψυχῆς καὶ καρδίας· ὦ ἡσυχία͵ ὀφθαλμῶν καὶ ἀκοῆς καὶ γλώσσης χαλινός· ὦ ἡσυχία περπερότητος ἀναίρεσις͵ καὶ ἀναιδείας ἐχθρά· ὦ ἡσυχία͵ δεσμωτήριον παθῶν· ὦ ἡσυχία͵ πάσης ἀρετῆς συνεργὲ͵ ἀκτημοσύνης πρόξενε͵ χωρίον Θεοῦ καρποφοροῦν καρποὺς ἀγαθούς· ὦ ἡσυχία͵ τεῖχος καὶ ὀχύρωμα τῶν βουλομένων ἀγωνίσασθαι τὴν βασιλείαν τῶν οὐρανῶν.


Αγ. Ιωάννου του Χρυσοστόμου (PG 63.941)