Κυριακή 19 Οκτωβρίου 2014

Τί τοίνυν παίζεις ἐν οὐ παικτοῖς;


Αγίου Ιωάννου του Χρυσοστόμου
 
Ὁ οἰκέτης ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὑτοῦ͵ καὶ μὴ ποιήσας͵ δαρήσεται πολλά. Εἰ δὲ οὐκ ἔστι βίου δοῦναι λόγον͵ ἀλλ΄ ἁπλῶς ταῦτα εἴρηται͵ οὐδὲ ὁ διάβολος τιμωρηθήσεται· καὶ γὰρ τὸν Θεὸν οἶδε͵ καὶ ἀνθρώπων μᾶλλον πολλῶν· καὶ οἱ δαίμονες δὲ πάντες καὶ ἴσασιν αὐτὸν͵ καὶ φρίττουσι͵ καὶ κριτὴν ὁμολογοῦσιν. Εἰ τοίνυν βίου οὐκ ἔστι δοῦναι λόγον͵ οὐδὲ πονηρῶν πράξεων͵ διαφεύξονται καὶ οὗτοι. Οὐκ ἔστι ταῦτα͵ οὐκ ἔστι· μὴ ἑαυτοὺς ἀπατᾶτε͵ ἀγαπητοί. Εἰ γὰρ μὴ ἔστι γέεννα͵ πῶς κρινοῦσι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ οἱ ἀπόστολοι; πῶς φησιν ὁ Παῦλος· Οὐκ οἴδατε͵ ὅτι ἀγγέλους κρινοῦμεν; μήτι γε βιωτικά; πῶς ὁ Χριστὸς ἔλεγεν· Ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει͵ καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην; καὶ͵ Ἀνεκτότερον ἔσται γῇ Σοδόμων ἐν ἡμέρᾳ κρίσεως; Τί τοίνυν παίζεις ἐν οὐ παικτοῖς; τί ἀπατᾷς σαυτὸν καὶ παραλογίζῃ τὴν ψυχήν σου͵ ἄνθρωπε; τί τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ μάχῃ; Διὰ γὰρ τοῦτο καὶ ἡτοίμασεν αὐτὴν καὶ ἠπείλησεν͵ ἵνα μὴ ἐμπέσωμεν͵ τῷ φόβῳ γενόμενοι βελτίους. Ὥστε ὁ τὸν περὶ τούτων ἀναιρῶν λόγον͵ οὐδὲν ἕτερον λανθάνει ποιῶν͵ ἢ εἰς αὐτὴν αὑτὸν ὠθεῖ καὶ ἐμβάλλει διὰ τῆς ἀπάτης ταύτης. Μὴ τοίνυν ἐκλύσῃς τὰς χεῖρας τῶν ὑπὲρ ἀρετῆς πονούντων͵ μηδὲ ἐπιτείνῃςτὴν ῥᾳθυμίαν τῶν καθευδόντων.

PG 60.674