Τρίτη 25 Νοεμβρίου 2014

Αγίου Ιωάννου του Χρυσοστόμου



Καὶ γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος εἷς ὢν τὴν οὐσίαν͵ πρὸς ἅπαντα ἐσχηματίζετο. Πῶς πρὸς πάντα; Διὰ τὴν ἡμετέραν σωτηρίαν. Κλῆμα ἐγένου͵ καὶ ἐγένετο ῥίζα· «Ἐγὼ» γάρ «εἰμι ἡ ἄμπελος͵ ὑμεῖς τὰ κλήματα». Βαδίσαι ἠθέλησας· ἐγένετό σοι ὁδός· «Δι΄ ἐμοῦ ἐάν τις εἰσέλθῃ καὶ ἐξέλθῃ͵ νομὴν εὑρήσει». Πρόβατον ἐγένου͵ ἐγένετό σοι ποιμήν· «Ἐγὼ» γάρ «εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων». Ἁμαρτωλὸς ἐγένου· ἐγένετό σοι «Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». Φαγεῖν ἠθέλησας· ἐγένετό σοι τράπεζα. Πιεῖν ἠθέλησας· ἐγένετό σοι ποτήριον. «Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα͵ ἐν ἐμοὶ μένει͵ κἀγὼ ἐν αὐτῷ». Ἐνδύσασθαι ἠθέλησας· ἐγένετό σοι ἱμάτιον· «Ὅσοι» γὰρ «εἰς Χριστὸν ἐβαπτίσθητε͵ Χριστὸν ἐνεδύσασθε». Νύμφη ἠθέλησας γενέσθαι· ἐγένετό σοι νυμφίος· «Ὁ ἔχων τὴν νύμφην͵ νυμφίος ἐστίν». Ἠθέλησας· ἐγένετό σοι ἀνήρ· «Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ». Πόρνη ἦς͵ καὶ ἐγένου παρθένος. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων Ἐπὶ τῶν ἔξωθεν ὁ γάμος τὴν παρθενίαν διαλύει͵ ἐπὶ δὲ τῶν πνευματικῶν πόρνην ἔλαβε͵ καὶ παρθένου ἐποίησε σεμνοτέραν. Ἑρμήνευσον͵ ὦ αἱρετικὲ͵ πῶς ἡ πόρνη παρθένος. Περιεργάσασθαι οὐ δύναμαι· πίστει δὲ κατέχομαι. Ταῦτα δὲ πάντα ἡ τοῦ Πνεύματος ἐποίησε χάρις.

Αγ. Ιωάννου του Χρυσοστόμου, Λόγος α' εις την Πεντηκοστήν