Λέγει
μοι· Οἴδατε͵ φησίν͵ ὅτι ἐπὶ ξένης
κατοικεῖτε ὑμεῖς οἱ δοῦλοι τοῦ θεοῦ·
ἡ γὰρ πόλις ὑμῶν μακράν ἐστιν ἀπὸ
τῆς πόλεως ταύτης· εἰ οὖν οἴδατε͵
φησί͵ τὴν πόλιν ὑμῶν͵ ἐν ᾗ μέλλετε
κατοικεῖν͵ τί ὧδε ὑμεῖς ἑτοιμάζετε
ἀγροὺς καὶ παρατάξεις πολυτελεῖς
καὶ οἰκοδομὰς καὶ οἰκήματα μάταια;
ταῦτα οὖν ὁ ἑτοιμάζων εἰς ταύτην
τὴν πόλιν οὐ δύναται ἐπανακάμψαι
εἰς τὴν ἰδίαν πόλιν. ἄφρον καὶ δίψυχε
καὶ ταλαίπωρε ἄνθρωπε͵ οὐ νοεῖς͵ ὅτι
ταῦτα πάντα ἀλλότριά εἰσι καὶ ὑπ΄
ἐξουσίαν ἑτέρου εἰσίν; ἐρεῖ γὰρ ὁ
κύριος τῆς πόλεως ταύτης· Οὐ θέλω
σε κατοικεῖν εἰς τὴν πόλιν μου͵ ἀλλ΄
ἔξελθε ἐκ τῆς πόλεως ταύτης͵ ὅτι
τοῖς νόμοις μου οὐ χρᾶσαι. σὺ οὖν
ἔχων ἀγροὺς καὶ οἰκήσεις καὶ ἑτέρας
ὑπάρξεις πολλάς͵ ἐκβαλλόμενος ὑπ΄
αὐτοῦ τί ποιήσεις σου τὸν ἀγρὸν καὶ
τὴν οἰκίαν καὶ τὰ λοιπά͵ ὅσα ἡτοίμασας
σεαυτῷ;
Ποιμήν τοῦ Ἑρμᾶ