Παρασκευή 22 Φεβρουαρίου 2013

Οἴμοι, τί πέπονθα ὁ τάλας ἐγώ

Οἴμοι ψυχή μου ἀθλία! 
Στολὴν θεοΰφαντον,  
ἀπεξεδύθην ὁ τάλας
Οἴμοι τὸν δόξης μακρυνθέντα
πλανηθεὶς ἐξωρίσθην,
οἴμοι, τοῦ χοροῦ τῆς ζωῆς.
Οἴμοι ἀθλία μου ψυχή
πῶς ἀκρασίᾳ σε, 
τῆς τοῦ Παραδείσου ἑστίας, 
ξένην πεποίηκε;
Ψυχὴ παναθλία μου,  
ἐμακρύνθης ἐκ Θεοῦ,  
διὰ ἀπροσεξίας σου,  
Παραδείσου ἐστέρησαι τῆς τρυφῆς,  
Ἀγγέλων κεχώρισαι,  
εἰς φθορὰν κατηνέχθης,  
ὢ τοῦ πτώματος
Ἐμὲ θρηνήσατε, Ἀγγέλων τάγματα,  
Παραδείσου τὰ κάλλη καὶ τῶν φυτῶν,  
τῶν ἐκεῖ εὐπρέπεια,  
τὸν πλανηθέντα δυστυχῶς 
καὶ Θεοῦ ἀποσκιρτήσαντα.  
Θρηνῶ, στενάζω, καὶ ἀποδύρομαι,  
τὰ Χερουβὶμ φλογίνῃ τῇ ῥομφαίᾳ θεώμενος
τῆς εἴσοδον φυλάττειν ταχθέν,  
πᾶσι τοῖς Ἐδὲμ τὴν παραβάταις,  
οἴμοι,
ἀπρόσιτον, εἰμὴ σὺ ἀκώλυτον Σωτήρ,  
ταύτην ποιήσεις μοι.
θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, 
ὡς ὁ Δαυῒδ βοῶ σοι· 
Ἐλέησόν με ὁ Θεός, 
κατὰ τὸ μέγα σου ἔλεος.
Παράδεισε ἁγιώτατε, ὁ δι' ἐμὲ πεφυτευμένος 
Παράδεισε πάντιμε
τὸ ὡραιότατον κάλλος
θεόκτιστον σκήνωμα
εὐφροσύνη ἄληκτε καὶ ἀπόλαυσις
δόξα τῶν Δικαίων
Προφητῶν τερπνότης
καὶ Ἁγίων οἰκητήριον
Τὸ ἐμὸν πλάσμα οὐ θέλω ἀπολέσθαι, 
ἀλλὰ βούλομαι τοῦτο σῴζεσθαι
Παράδεισε πανάρετε,
πανάγιε, πανόλβιε,
ἱκέτευσον Θεὸν διὰ τὸν παραπεσόντα.
Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.