Παρασκευή 8 Μαρτίου 2013

Έλαφος γέγονα διψώσα,τας πηγάς εκζητών,Παρθένε σων υδάτων.Του ελέους του σου,ρανίδα πότισόν με,τω σω ναώ προστρέχοντα,ω σεπτή Παραμυθία

Ὁ θεῖος ἔρως εἶναι ἀγάπη τοῦ θείου τελεία, ἐκδηλουμένη ὡς πόθος τοῦ θείου ἄπαυστος. 
Ὁ θεῖος ἔρως γεννᾶται ἐν τῇ κεκαθαρμένῃ καρδίᾳ διότι ἐν αὐτῇ ἐπιφοιτᾷ ἡ θεία χάρις. 
Ὁ ἔρως τοῦ Θείου εἶναι θεῖον δώρημα, δωρηθὲν τῇ ἀγνευούσῃ ψυχῇ ὑπὸ τῆς ἐπιφοιτησάσης καὶ ἀποκαλυφθείσης τῇ ψυχῇ θείας χάριτος. 
Ὁ θεῖος ἔρως οὐδενὶ ἐγγίγνεται ἄνευ θείας ἀποκαλύψεως· διότι ἡ ψυχὴ ἡ μὴ δεχθεῖσα ἀποκάλυψιν, δὲν ἔσχε τὴν ἐπ᾿ αὐτῆς ἐπίδρασιν τῆς χάριτος καὶ μένει ἀπαθὴς πρὸς τὸν θεῖον ἔρωτα· 
ἀδύνατον δὲ νὰ γεννηθῇ θεῖος ἔρως ἄνευ ἐπενεργούσης θείας δυνάμεως ἐπὶ τῆς καρδίας. 
Ὁ θεῖος ἔρως εἶναι ἐνέργεια τῆς ἐνοικούσης ἐν τῇ καρδίᾳ θείας χάριτος.
Οἱ ἐρασταὶ τοῦ Θείου εἰλκύσθησαν πρὸς τὸν θεῖον ἔρωτα ὑπὸ τῆς ἐπενεργησάσης ἐπὶ τῆς καθαρᾶς αὐτῶν καρδίας θείας χάριτος, τῆς ἀποκαλυφθείσης τῇ ψυχῇ καὶ ἑλκυσάσης αὐτὴν πρὸς τὸν Θεόν. 
Ὁ ἐραστὴς τοῦ θείου αὐτὸς πρῶτος ὑπὸ τοῦ Θείου ἠράσθη, καὶ εἶτα αὐτὸς ἠράσθη τοῦ Θείου. 
Ὁ ἐραστὴς τοῦ Θείου πρότερον ἐγένετο υἱὸς ἀγάπης καὶ εἶτα τὸν οὐράνιον οὗτος ἠγάπησεν Πατέρα.
Ἡ καρδία τοῦ ἐρῶντος τὸν Κύριον οὐδέποτε καθεύδει, ἀλλ᾿ ἀεὶ γρηγορεῖ, διὰ τὸ πλῆθος τοῦ ἔρωτος. Ὁ ἄνθρωπος καθεύδει διὰ τὴν χρείαν τῆς φύσεως, ἡ δὲ καρδία γρηγοροῦσα ὑμνεῖ τὸ Θεῖον.

Αγ.Νεκτάριος


τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, 
καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς;
ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου, 
ὁ Θεὸς τῆς καρδίας μου 
καὶ ἡ μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα.