Κυριακή 14 Απριλίου 2013

Περὶ ἀποταγῆς βίου

Πάντων τῶν προαιρουμένων ὁ Θεὸς πάντων ἡ ζωή• πάντων ἡ σωτηρία πιστῶν, ἀπίστων• δικαίων, ἀδίκων• εὐσεβῶν, ἀσεβῶν• ἀπαθῶν, ἐμπαθῶν• μοναχῶν, κοσμικῶν• σοφῶν, ἰδιωτῶν• ὑγιῶν, ἀσθενῶν• νέων, προβεβηκότων .
Ὥσπερ φωτὸς χύσις, καὶ ἡλίου θέα, καὶ ἀέρων ἐναλλαγὴ, καὶ ἀλλοίωσις οὐκ ἔστιν• «Οὐ γὰρ προσωποληψία παρὰ Θεῷ ».

 Ἀσεβής ἐστιν, φύσις λογικὴ, θνητὴ, ἑκουσίως τὴν ζωὴν ἀποφεύγουσα, καὶ τὸν οἰκεῖον Ποιητὴν, τὸν ἀεὶ ὄντα, οὐκ ὄντα λογιζομένη .
Παράνομός ἐστιν ὁ τὸν νόμον τὸν ἐκ Θεοῦ μετ᾿ οἰκείας κακονοίας κατέχων, καὶ μεθ᾿ αἱρέσεως ἐναντίας πιστεύειν Θεῷ νομίζων .
Χριστιανός ἐστιν, μίμημα Χριστοῦ κατὰ τὸ δυνατὸν ἀνθρώπων, λόγοις, καὶ ἔργοις, καὶ ἐννοίᾳ εἰς τὴν ἁγίαν Τριάδα ὀρθῶς καὶ ἀμέμπτως πιστεύων .
Θεοφιλής ἐστιν ὁ πάντων τῶν φυσικῶν καὶ ἀναμαρτήτων ἐν μετουσίᾳ ὑπάρχων• καὶ τῶν κατὰ δύναμιν ἀγαθῶν μὴ ἀμελῶν .
 Ἐγκρατής ἐστιν ὁ ἐν μέσῳ πειρασμῶν, καὶ παγίδων, καὶ θορύβων ἀπηλλαγμένου τρόπους πάσῃ δυνάμει μιμεῖσθαι φιλονεικῶν .
Μοναχός ἐστιν τάξις καὶ κατάστασις ἀσωμάτων ἐν σώματι ὑλικῷ καὶ ῥυπαρῷ ἐπιτελουμένη .
Μοναχός ἐστιν ὁ μόνον τῶν τοῦ Θεοῦ ἐχόμενος ὅρων καὶ λόγων, ἐν παντὶ καιρῷ, καὶ τόπῳ, καὶ πράγματι .
Μοναχός ἐστιν• βία φύσεως διηνεκὴς, καὶ φυλακὴ αἰσθήσεων ἀνελλιπής .
Μοναχός ἐστιν ἡγνισμένον σῶμα, καὶ κεκαθαρμένον στόμα, καὶ πεφωτισμένος νοῦς .
Μοναχός ἐστιν κατώδυνος ψυχὴ ἐν διηνεκεῖ μνήμῃ θανάτου ἀδολεσχοῦσα, καὶ ὑπνώττουσα, καὶ γρηγοροῦσα .
Ἀναχώρησις κόσμου ἐστὶν ἑκούσιον μῖσος ἐπαινουμένης ὕλης, καὶ ἄρνησις φύσεως δι᾿ ἐπιτυχίαν τῶν ὑπὲρ φύσιν .


Αγ.Ιωάννης Κλίμακος