Δευτέρα 22 Απριλίου 2013

Ἐνώτισαι τοὺς στεναγμοὺς τῆς ψυχῆς μου..



Ἀπώλεσα τὸ πρωτόκτιστον κάλλος
καὶ τὴν εὐπρέπειάν μου·
καὶ ἄρτι κεῖμαι γυμνός,
καὶ καταισχύνομαι.

Κατέρραψε τοὺς δερματίνους χιτῶνας ἡ ἁμαρτία κἀμοί,
γυμνώσασά με τῆς πρὶν
θεοϋφάντου στολῆς.

Περίκειμαι τὸν στολισμὸν τῆς αἰσχύνης,
καθάπερ φύλλα συκῆς,
εἰς ἔλεγχον τῶν ἐμῶν
αὐτεξουσίων παθῶν.

Ἐστόλισμαι κατεστιγμένον χιτῶνα
καὶ ᾑμαγμένον αἰσχρῶς
τῇ ρύσει τῆς ἐμπαθοῦς
καὶ φιληδόνου ζωῆς.

Ἐσπίλωσα τὸν τῆς σαρκός μου χιτῶνα
καὶ κατερρύπωσα
τὸ κατ᾿ εἰκόνα, Σωτήρ,
καὶ καθ᾿ ὁμοίωσιν.