Τρίτη 30 Απριλίου 2013

Ικεσία ιβ΄

Κάθισα στα χαλάσματα,
κατάκατσε ο κουρνιαχτός
και στέγνωσε το δάκρυ.
Σύ, Κύριε, μονάχα Εσύ
δύνασαι Ανάσταση να φέρεις.
Βοήθει μοι τη απιστία...
και ελέησόν με.






Ματθ., κεφ. 7 
21Οὐ πᾶς ὁ λέγων μοι· κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν 
ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. 
22πολλοὶ ἐροῦσίν μοιἐν ἐκείνῃ τῇ ἡμέρᾳ· 
κύριε κύριε οὐ τῷ σῷ ὀνόματι ἐπροφητεύσαμεν 
καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, 
καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; 
23καὶ τότεὁμολογήσω αὐτοῖς ὅτι οὐδέποτε ἔγνων ὑμᾶς· 
ἀποχωρεῖτε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.
24Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτοὺς 
ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν πέτραν· 
25καὶ κατέβη ἡβροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι 
καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ καὶ οὐκ ἔπεσεν, 
τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. 
26καὶ πᾶς ὁ ἀκούων μου τοὺςλόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς 
ὁμοιωθήσεται ἀνδρὶ μωρῷ ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ἄμμον· 
27καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶἔπνευσαν οἱ ἄνεμοι 
καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσεν καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη.
28Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους 
ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ· 
29ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων 
καὶ οὐχ ὡς οἱγραμματεῖς αὐτῶν.