Τρίτη 10 Φεβρουαρίου 2015

ἔλλαμψις


Βούλει θεολόγος γενέσθαι ποτὲ͵ καὶ τῆς θεότητος ἄξιος; τὰς ἐντολὰς φύλασσε· διὰ τῶν προσταγμάτων ὅδευσον· πρᾶξις γὰρ ἐπίβασις θεωρίας· ἐκ τοῦ σώματος τῇ ψυχῇ φιλοπόνησον. Ἆρά τίς ἐστιν ἀνθρώπων͵ ὃς ἀρθῆναι τοσοῦτον δύναται͵ ὥστε εἰς τὸ Παύλου μέτρον ἐλθεῖν; Ἀλλ΄ ὅμως φησὶ βλέπειν δι΄ ἐσόπτρου καὶ αἰνίγματος͵ καὶ εἶναι καιρὸν͵ ὅτε ὄψεται πρόσωπον πρὸς πρόσωπον. Ἄλλου μὲν εἶ φιλοσοφώτερος ἐν λόγοις; Θεοῦ δὲ πάντως κατώτερος. Ἄλλου μὲν τυχὸν συνετώτερος; τὸ δὲ ἀληθείας τοσοῦτον λείπῃ͵ ὅσον τὸ εἶναί σου δεύτερον τοῦ εἶναι Θεοῦ. Ἔχομεν ἐπαγγελίαν γνώσεσθαί ποτε͵ ὅσον ἐγνώσμεθα. Εἰ μὴ δυνατὸν ἐνταῦθα ἔχειν τελείαν τὴν τῶν ὄντων γνῶσιν͵ τί μοι τὸ λειπόμενον; Τί τὸ ἐλπιζόμενον; Βασιλείαν οὐρανῶν͵ πάντως ἐρεῖς. Ἡγοῦμαι δὲ μὴ ἄλλο τι τοῦτο εἶναι͵ ἢ τὸ τυχεῖν τοῦ καθαρωτάτου τε καὶ τελεωτάτου· τελεώτατον δὲ τῶν ὄντων͵ γνῶσις Θεοῦ. Ἀλλὰ τὸ μὲν κατάσχωμεν͵ τὸ δὲ καταλάβωμεν͵ ἕως ἐσμὲν ὑπὲρ γῆς· τὸ δὲ ἐκεῖθεν ταμιευσώμεθα͵ ἵνα ταύτην σχῶμεν τῆς φιλοπονίας τὴν ἐπικαρπίαν͵ ὅλην τῆς ἁγίας Τριάδος τὴν ἔλλαμψιν͵ ἥτις ἐστὶ͵ καὶ οἵα͵ καὶ ὅση͵ εἰ θέμις τοῦτο εἰπεῖν͵ ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν͵ ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Αγ. Γρηγορίου του Θεολόγου