Παρασκευή 13 Φεβρουαρίου 2015

Περί θλίψεων και πειρασμών


Μόνον ἵνα αὐτὸς ὁ ἄνθρωπος πάντα τὰ ἀπαντῶντα καὶ μάλιστα τὰς θλίψεις προθύμως καὶ γενναίως φέρῃ͵ μηδὲν ἑαυτῷ συγγινώσκων ῥαθυμίας ἢ ἀμελείας ἢ χαυνώσεως ἢ μετεωρισμοῦ τινος ἢ ἄλλων τινῶν ἑκουσίων ἁμαρτημάτων͵ ἀλλ΄ ὅλος ἐξ ὅλου δουλεύων εὐαρέστως καὶ ἀναθεὶς ἑαυτὸν τῷ κυρίῳ͵ τὰ συμβαίνοντα θλιβερὰ πάντα γενναίως καὶ προθύμως ὑπομένων φερέτω͵ εἰς τὴν χάριν καὶ φιλανθρωπίαν τοῦ θεοῦ ἀποσκοπῶν πάντοτε κἀκεῖθεν βοήθειαν ἐκδεχόμενος͵ ἵν΄ οὕτως ἄξιος τοῦ θεοῦ κατὰ πάντα γενόμενος καταστῇ. οἶδε γὰρ ὁ θεὸς πόσον ὀφείλει τις ἐν δοκιμασίᾳ καὶ παιδείᾳ καὶ πειρασμοῖς ἐλθεῖν πρὸς τὸ δοκιμώτερον αὐτὸν γενέσθαι͵ μόνον εἰ ὁ ἄνθρωπος τῆς ὑπομονῆς ἐγκρατὴς γένηται. εἰ γὰρ ὀλίγης συνέσεως καὶ βραχέος λογισμοῦ ἄνθρωποι μετέχοντες δοκιμάζουσι καὶ διακρίνουσιν͵ ὅσον βάρος καὶ γόμον ἕκαστον ζῷον βαστάσαι δύναται͵ οἷον ἡμίονος ἢ ὄνος ἢ κάμηλος͵ καὶ εἰ ὁ κεραμεὺς πλάσας τὰ σκεύη οἶδεν ὅτι ἐὰν μὴ ἐν πυρὶ βληθῇ͵ χρήσιμα αὐτῷ οὐ γίνεται͵ καὶ ἐπίσταται ὅσον ἐν τῷ πυρὶ χρῆ αὐτὰ ἐαθῆναι͵ ἵνα ἐπιτήδεια γένηται͵ καὶ οὔτε ὑπὲρ τὸ δέον ἀφίησιν αὐτά͵ ἵνα μὴ καταφθαρῇ͵ οὔτε ἐλλείπει͵ ἵνα μὴ ἀποίητα καὶ ἄχρηστα γένηται͵ πόσῳ μᾶλλον ὁ θεός͵ ὁ ὢν ἄρρητος καὶ ἄφατος͵ ἡ ἀληθινὴ γνῶσις καὶ ἄπειρος σύνεσις καὶ ἀκατάληπτος σοφία͵ οἶδε πόσων δοκιμασιῶν καὶ θλίψεων καὶ πειρασμῶν χρῄζουσιν αἱ ψυχαὶ αἱ αὐτῷ εὐαρεστεῖν θέλουσαι. καὶ μετὰ τὰς θλίψεις τοῦ πληρώματος τῆς χάριτος τυχεῖν ἀξιοῦνται καὶ ὁλοτελῶς τὴν καθαρότητα καὶ τὸν ἁγιασμὸν διὰ τῆς κοινωνίας τοῦ πνεύματος κτῶνται καὶ τῶν παθῶν τὴν λύτρωσιν παντελῶς δέχονται͵ ὑποτεταγμένων αὐτοῖς λοιπὸν τῶν πονηρῶν πνευμάτων͵ καὶ οὕτως ἄμωμοι καὶ ἄσπιλοι διὰ τοῦ πνεύματος ἀπεργασθέντες τῆς τῶν οὐρανῶν βασιλείας τυχεῖν καταξιοῦνται ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν͵ ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

Άγ. Μακάριος ο Αιγύπτιος