Πέμπτη 27 Ιουνίου 2013

Μάθετε ἀπ᾿ ἐμοῦ,ὅτι πρᾶός εἰμι,καὶ ταπεινὸς τῇ καρδίᾳ

Πραΰτης ἐστὶν ἀμετάθετος νοὸς κατάστασις, ἐν τιμαῖς καὶ ἀτιμίαις ὡσαύτως ἔχουσα.
Πραΰτης ἐστὶν ἐν ταραχαῖς τοῦ πλησίον ἀνεπαισθήτως καὶ εἰλικρινῶς ὑπὲρ αὐτοῦ προσεύχεσθαι.
Πραΰτης ἐστὶν ὑπερκειμένη τῆς τοῦ θυμοῦ θαλάττης πέτρα, πάντα τὰ προσρήσσοντα κύματα διαλύουσα, καὶ οὐδαμῶς κλόνον ὑπομένουσα.
Πραΰτης ἐστὶν ὑπομονῆς στήριγμα, ἀγάπης θύρα, μᾶλλον δὲ μήτηρ, διακρίσεως ὑπόθεσις· Διδάξει γὰρ, φησὶ, Κύριος πραεῖς ὁδοὺς (981.) αὐτοῦ· ἀφέσεως πρόξενος· παῤῥησία ἐν προσευχῇ· Πνεύματος ἁγίου χωρίον· Ἐπὶ τίνας γὰρ ἐπιβλέψω, ἀλλ᾿ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον;
Πραΰτης ὑπακοῆς συνεργὸς, ἀδελφότητος ὁδηγὸς, μαινομένων χαλινὸς, θυμουμένων ἐκκοπὴ, καὶ χαρᾶς χορηγὸς, Χριστοῦ μίμημα, ἀγγέλων ἰδίωμα, δαιμόνων δεσμὸς, καὶ πικρίας θυρεός.
 Ἐν καρδίαις πραέων ἐπαναπαύσεται Κύριος· ψυχὴ δὲ ταραχώδης διαβόλου καθέδρα.

Κλίμαξ