Λογισώμεθα τοίνυν πότε μᾶλλον τῷ ἀρχετύπῳ κάλλει προσεγγίζει ἡ ἀνθρωπίνη φύσις͵ ἐν τῷ διὰ σαρκὸς ζῆν ἢ ὅταν ἔξω ταύτης γενώμεθα. ἀλλὰ παντὶ δῆλον τὸ τοιοῦτόν ἐστιν͵ ὅτι ὥσπερ ἡ σὰρξ ὑλώδης οὖσα τῇ ὑλικῇ ταύτῃ ζωῇ προσῳκείωται͵ οὕτω καὶ ἡ ψυχὴ τότε μετέχει τῆς νοερᾶς καὶ ἀΰλου ζωῆς͵ ὅταν τὴν περιέχουσαν αὐτὴν ὕλην ἀποτινάξη ται. τί οὖν ἐν τούτοις συμφορᾶς ἐστιν ἄξιον; εἰ μὲν γὰρ σῶμα ἦν τὸ ἀληθῶς ἀγαθὸν͵ δυσχεραίνειν ἡμᾶς ἔδει πρὸς τὴν τῆς σαρκὸς ἀλλοτρίωσιν ὡς ἐκπιπτόντων ἡμῶν ἐκείνου συναπο βαλλομένης πάντως μετὰ τοῦ σώματος καὶ τῆς πρὸς τὸ ἀγαθὸν οἰκειότητος. ἐπειδὴ δὲ νοερόν τε καὶ ἀσώματον τὸ ὑπὲρ πᾶσαν ἔννοιαν ἀγαθὸν οὗ κατ΄ εἰκόνα γεγόναμεν͵ ἀκόλουθον ἂν εἴη πεπεῖσθαι͵ ὅταν διὰ τοῦ θανάτου πρὸς τὸ ἀσώματον μεταβαίνωμεν͵ προσεγγίζειν ἐκείνῃ τῇ φύσει ἣ πάσης σωματικῆς παχυμερείας κεχώρισται͵ καὶ οἷόν τι προσωπεῖον εἰδεχθὲς τὴν σαρκώδη περιβολὴν ἐκδυομένους εἰς τὸ οἰκεῖον ἐπανιέναι κάλλος͵ ἐν ᾧ κατ΄ ἀρχὰς ἐμορφώθημεν κατ΄ εἰκόνα τοῦ ἀρχετύπου γενόμενοι. ἡ δὲ τοιαύτη διάνοια εὐφροσύνης οὐ κατηφείας γένοιτ΄ ἂν τοῖς λεγομένοις ὑπόθεσις͵ ὅτι τὴν ἀναγκαίαν ταύτην λειτουργίαν ἀποπληρώσας ὁ ἄνθρωπος οὐκέτι ἐν ἀλλοτρίοις ζῇ ἀποδοὺς μὲν ἑκάστῳ τῶν στοιχείων τὸ ἴδιον ὃ παρ΄ αὐτῶν ἠρανίσατο͵ εἰς δὲ τὴν οἰκείαν αὐτῷ καὶ κατὰ φύσιν ἐπανελθὼν ἑστίαν τὴν καθαρὰν καὶ ἀσώματον. ξένη γάρ τίς ἐστιν ὄντως καὶ ἀλλοδαπὴς τῇ ἀσωμάτῳ φύσει ἡ τοῦ σώματος ὕλη͵ ᾗ κατ΄ ἀνάγκην ὁ νοῦς ἐν τῇ ζωῇ ταύτῃ συμπεπλεγμένος ἐνταλαιπωρεῖ τῷ ἀλλοφύλῳ βίῳ συνδιαιτώμενος. τῆς γὰρ τῶν στοιχείων πρὸς ἄλληλα συμπλοκῆς ὥσπερ τινῶν ἀλλογλώσσων τε καὶ ἀπεξενωμένων τοῖς ἤθεσιν ἀνθρώπων ἐκ διαφόρων ἐθνῶν ἕνα δῆμον ἀνα πληρούντων βεβιασμένη τε καὶ ἀσύμφωνος γίνεται ἡ κοινωνία͵ ἰσχὺν ἑαυτοῦ δι΄ ἡσυχίας ἀναλαμβάνων.