Διὸ νήφωμεν͵ παρακαλῶ͵ καὶ εἰδότες αὐτοῦ τὰς ἐπιβουλὰς͵ μάλιστα κατὰ τὸν καιρὸν ἐκεῖνον σπουδάζωμεν͵ ὡσανεὶ παρόντα καὶ πρὸ τῶν ὀφθαλμῶν ἡμῶν ἑστῶτα ὁρῶντες͵ οὕτως αὐτὸν διακρούεσθαι͵ καὶ πάντα λογισμὸν διατα ράττοντα ἡμῶν τὴν διάνοιαν ἀπωθεῖσθαι͵ καὶ ὅλους ἑαυ τοὺς συντείνειν͵ καὶ ἀκριβῆ ποιεῖσθαι τὴν ἔντευξιν͵ ἵνα μὴ μόνον ἡ γλῶττα φθέγγηται͵ ἀλλὰ καὶ ἡ διάνοια συμ βαίνῃ τοῖς λεγομένοις. Ἐὰν γὰρ ἡ γλῶττα μὲν προφέρῃ τὰ ῥήματα͵ ἡ δὲ διάνοια ἔξω ῥέμβηται͵ τὰ κατὰ τὴν οἰκίαν περισκοποῦσα͵ τὰ κατὰ τὴν ἀγορὰν φανταζομένη͵ οὐδὲν ἡμῖν ὄφελος ἔσται͵ τάχα δὲ καὶ πλείων ἡ κατάκρι σις. Εἰ γὰρ ἀνθρώπῳ προσιόντες τοσαύτην ἐπιδεικνύ μεθα τὴν σπουδὴν͵ ὡς μηδὲ τοὺς πλησίον παρεστῶτας πολλάκις ὁρᾷν͵ ἀλλὰ συντείνειν ἑαυτῶν τὴν διάνοιαν͵ κἀκεῖνον μόνον φαντάζεσθαι͵ ᾧ προσίωμεν· πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ τοῦτο ποιεῖν ἡμᾶς χρὴ͵ καὶ συνε χῶς καὶ ἀδιαλείπτως ταῖς προσευχαῖς προσκαρτερεῖν. Διὰ γὰρ τοῦτο καὶ Παῦλος γράφων ἔλεγε͵ Προσευχό μενοι ἐν παντὶ καιρῷ͵ προσεύχεσθε καὶ ἐν πνεύ ματι·ῃ μὴ γλώσσῃ μόνον͵ καὶ μετὰ ἀγρυπνίας διηνε κοῦς͵ φησὶν͵ ἀλλὰ καὶ ἐν αὐτῇ τῇ ψυχῇ͵ Ἐν πνεύματι.ῃ Πνευματικὰ γὰρ͵ φησὶν͵ ἔστω ὑμῶν τὰ αἰτήματα͵ νη φέτω ὁ λογισμὸς͵ συντεινέσθω ἡ διάνοια τοῖς λεγομέ νοις. Τοιαῦτα αἰτεῖσθε͵ οἷα εἰκὸς παρὰ τοῦ Θεοῦ αἰτεῖν͵ ἵνα καὶ τῶν αἰτουμένων ἐπιτύχητε· καὶ εἰς αὐτὸ ἀγρυ πνῆτε διεγηγερμένοι͵ νήφοντες͵ ἐγρηγορότες τὴν διά νοιαν͵ μὴ χασμώμενοι͵ καὶ κνώμενοι͵ καὶ ὧδε κἀκεῖσε τὸν λογισμὸν περιαγόμενοι͵ ἀλλὰ μετὰ φόβου καὶ τρό μου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε.