Παρασκευή 25 Οκτωβρίου 2013

Αγ.Γρηγορίου Νύσσης



      ἐκ τούτων γὰρ καὶ τῶν τοιούτων͵ τῶν τε κατὰ τὸ κρεῖττον καὶ τῶν κατὰ τὸ ἐναντίον ἐπιθεωρουμένων ἰδιωμάτων͵ οἷον εἰς διαφόρους ἰδέας οἱ καθ΄ ἕκαστον ἀπ΄ ἀλλήλων μερίζονται͵ ἕως ἂν τοῦ ἐσχάτου ἐχθροῦ καταργηθέντος ὥς φησιν ὁ ἀπόστολος καὶ τῆς κακίας καθόλου πάντων τῶν ὄντων ἐξοικισθείσης ἓν τὸ θεοειδὲς κάλλος ἐπαστράψῃ τοῖς πᾶσιν͵ ᾧ κατ΄ ἀρχὰς ἐμορφώθημεν. τοῦτο δέ ἐστι φῶς καὶ καθαρότης καὶ ἀφθαρσία καὶ ζωὴ καὶ ἀλήθεια καὶ τὰ τοιαῦτα͵ [οὐδὲ γὰρ ἀπεικός ἐστιν ἡμέρας τέκνα καὶ φωτὸς εἶναί τε καὶ φαίνεσθαι] φωτὸς δὲ καὶ καθαρότητος καὶ ἀφθαρσίας οὐδεμία παραλλαγὴ οὐδὲ διαφορὰ πρὸς τὸ ὁμογενὲς εὑρεθήσεται͵ ἀλλὰ μία χάρις ἐπιλάμψει τοῖς πᾶσιν͵ ὅταν υἱοὶ φωτὸς γενόμενοι λάμψωσιν ὡς ὁ ἥλιος κατὰ τὴν ἀψευδῆ τοῦ κυρίου φωνήν. ἀλλὰ καὶ τὸ πάντας ἔσεσθαι τετελειωμένους εἰς τὸ ἓν κατὰ τὴν ἐπαγγελίαν τοῦ θεοῦ λόγου τῆς αὐτῆς ἔχεται διανοίας τῷ μίαν καὶ τὴν αὐτὴν τοῖς πᾶσιν ἐπιφανήσεσθαι χάριν͵ ὡς τὴν αὐτὴν εὐφροσύνην ἕκαστον τῷ πέλας ἀντι χαρίζεσθαι͵ δι΄ οὗ ἕκαστος καὶ εὐφραίνεται τοῦ ἑτέρου τὸ κάλλος βλέπων καὶ ἀντευφραίνει μηδεμιᾶς κακίας μεταμορφούσης τὸ εἶδος εἰς εἰδεχθῆ χαρακτῆρα.