Τρίτη 3 Δεκεμβρίου 2013

Αγ. Ρωμανού του Μελωδού

Υψηλὲ βασιλεῦ͵ τί σοι καὶ τοῖς πτωχεύσασι;
Ποιητὰ οὐρανοῦ͵ τί πρὸς γηΐνους ἤλυθας; 
Σπηλαίου ἠράσθης ἢ φάτνῃ ἐτέρφθης; 
Ἰδοὺ οὐκ ἔστι τόπος τῇ δούλῃ σου ἐν τῷ καταλύματι· 
οὐ λέγω τόπον͵ ἀλλ΄ οὐδὲ σπήλαιον͵ 
ὅτι καὶ αὐτὸ τοῦτο ἀλλότριον· 
καὶ τῇ μὲν Σάρρᾳ τεκούσῃ βρέφος 
ἐδόθη κλῆρος γῆς πολλῆς͵ 
ἐμοὶ δὲ οὐδὲ φωλεός· 
ἐχρησάμην τὸ ἄντρον ὃ κατῴκησας βουλήσει͵ 
παιδίον νέον͵ ὁ πρὸ αἰώνων Θεός.